Previous Chapter Full Page Full Page Next Chapter

Ιωάννης (John) 5 :: Textus Receptus (TR)

Jhn 5:1Μετὰ ταῦτα ἦν ἑορτὴ τῶν Ἰουδαίων καὶ ἀνέβη Ἰησοῦς εἰς Ἱεροσόλυμα
Jhn 5:2ἔστιν δὲ ἐν τοῖς Ἱεροσολύμοις ἐπὶ τῇ προβατικῇ κολυμβήθρα ἐπιλεγομένη Ἑβραϊστὶ Βηθεσδά, πέντε στοὰς ἔχουσα
Jhn 5:3ἐν ταύταις κατέκειτο πλῆθος πολὺ τῶν ἀσθενούντων τυφλῶν χωλῶν ξηρῶν ἐκδεχομένων τὴν τοῦ ὕδατος κίνησιν
Jhn 5:4ἄγγελος γὰρ κατὰ καιρὸν κατέβαινεν ἐν τῇ κολυμβήθρᾳ, καὶ ἐτάρασσεν τὸ ὕδωρ· οὖν πρῶτος ἐμβὰς μετὰ τὴν ταραχὴν τοῦ ὕδατος, ὑγιὴς ἐγίνετο, δήποτε κατειχετο νοσήματι
Jhn 5:5ἦν δέ τις ἄνθρωπος ἐκεῖ τριακονταοκτώ ἔτη ἔχων ἐν τῇ ἀσθενείᾳ
Jhn 5:6τοῦτον ἰδὼν Ἰησοῦς κατακείμενον καὶ γνοὺς ὅτι πολὺν ἤδη χρόνον ἔχει λέγει αὐτῷ Θέλεις ὑγιὴς γενέσθαι
Jhn 5:7ἀπεκρίθη αὐτῷ ἀσθενῶν Κύριε ἄνθρωπον οὐκ ἔχω ἵνα ὅταν ταραχθῇ τὸ ὕδωρ βάλλῃ με εἰς τὴν κολυμβήθραν· ἐν δὲ ἔρχομαι ἐγὼ ἄλλος πρὸ ἐμοῦ καταβαίνει
Jhn 5:8λέγει αὐτῷ Ἰησοῦς ἐγεῖραι ἆρον τὸν κράββατον σου καὶ περιπάτει
Jhn 5:9καὶ εὐθέως ἐγένετο ὑγιὴς ἄνθρωπος καὶ ἦρεν τὸν κράββατον αὐτοῦ καὶ περιεπάτει Ἦν δὲ σάββατον ἐν ἐκείνῃ τῇ ἡμέρᾳ
Jhn 5:10ἔλεγον οὖν οἱ Ἰουδαῖοι τῷ τεθεραπευμένῳ Σάββατόν ἐστιν οὐκ ἔξεστίν σοι ἆραι τὸν κράββατον
Jhn 5:11ἀπεκρίθη αὐτοῖς ποιήσας με ὑγιῆ ἐκεῖνός μοι εἰπεν Ἆρον τὸν κράββατον σου καὶ περιπάτει
Jhn 5:12ἠρώτησαν οὖν αὐτόν Τίς ἐστιν ἄνθρωπος εἰπών σοι Ἆρον τὸν κράββατον σου καὶ περιπάτει
Jhn 5:13 δὲ ἰαθεὶς οὐκ ᾔδει τίς ἐστιν γὰρ Ἰησοῦς ἐξένευσεν ὄχλου ὄντος ἐν τῷ τόπῳ
Jhn 5:14μετὰ ταῦτα εὑρίσκει αὐτὸν Ἰησοῦς ἐν τῷ ἱερῷ καὶ εἶπεν αὐτῷ Ἴδε ὑγιὴς γέγονας μηκέτι ἁμάρτανε ἵνα μὴ χεῖρόν τι σοί γένηται
Jhn 5:15ἀπῆλθεν ἄνθρωπος καὶ ἀνήγγειλεν τοῖς Ἰουδαίοις ὅτι Ἰησοῦς ἐστιν ποιήσας αὐτὸν ὑγιῆ
Jhn 5:16καὶ διὰ τοῦτο ἐδίωκον τὸν Ἰησοῦν οἱ Ἰουδαῖοι καὶ ἐζήτουν αὐτὸν ἀποκτεῖναι, ὅτι ταῦτα ἐποίει ἐν σαββάτῳ
Jhn 5:17 δὲ Ἰησοῦς ἀπεκρίνατο αὐτοῖς πατήρ μου ἕως ἄρτι ἐργάζεται κἀγὼ ἐργάζομαι
Jhn 5:18διὰ τοῦτο οὖν μᾶλλον ἐζήτουν αὐτὸν οἱ Ἰουδαῖοι ἀποκτεῖναι ὅτι οὐ μόνον ἔλυεν τὸ σάββατον ἀλλὰ καὶ πατέρα ἴδιον ἔλεγεν τὸν θεόν ἴσον ἑαυτὸν ποιῶν τῷ θεῷ
Jhn 5:19Ἀπεκρίνατο οὖν Ἰησοῦς καὶ εἶπεν αὐτοῖς Ἀμὴν ἀμὴν λέγω ὑμῖν οὐ δύναται υἱὸς ποιεῖν ἀφ᾽ ἑαυτοῦ οὐδὲν ἐὰν μή τι βλέπῃ τὸν πατέρα ποιοῦντα· γὰρ ἂν ἐκεῖνος ποιῇ ταῦτα καὶ υἱὸς ὁμοίως ποιεῖ
Jhn 5:20 γὰρ πατὴρ φιλεῖ τὸν υἱὸν καὶ πάντα δείκνυσιν αὐτῷ αὐτὸς ποιεῖ καὶ μείζονα τούτων δείξει αὐτῷ ἔργα ἵνα ὑμεῖς θαυμάζητε
Jhn 5:21ὥσπερ γὰρ πατὴρ ἐγείρει τοὺς νεκροὺς καὶ ζῳοποιεῖ οὕτως καὶ υἱὸς οὓς θέλει ζῳοποιεῖ
Jhn 5:22οὐδὲ γὰρ πατὴρ κρίνει οὐδένα ἀλλὰ τὴν κρίσιν πᾶσαν δέδωκεν τῷ υἱῷ
Jhn 5:23ἵνα πάντες τιμῶσίν τὸν υἱὸν καθὼς τιμῶσίν τὸν πατέρα μὴ τιμῶν τὸν υἱὸν οὐ τιμᾷ τὸν πατέρα τὸν πέμψαντα αὐτόν
Jhn 5:24Ἀμὴν ἀμὴν λέγω ὑμῖν ὅτι τὸν λόγον μου ἀκούων καὶ πιστεύων τῷ πέμψαντί με ἔχει ζωὴν αἰώνιον καὶ εἰς κρίσιν οὐκ ἔρχεται ἀλλὰ μεταβέβηκεν ἐκ τοῦ θανάτου εἰς τὴν ζωήν
Jhn 5:25ἀμὴν ἀμὴν λέγω ὑμῖν ὅτι ἔρχεται ὥρα καὶ νῦν ἐστιν ὅτε οἱ νεκροὶ ἀκούσονται τῆς φωνῆς τοῦ υἱοῦ τοῦ θεοῦ καὶ οἱ ἀκούσαντες ζήσονται
Jhn 5:26ὥσπερ γὰρ πατὴρ ἔχει ζωὴν ἐν ἑαυτῷ οὕτως ἔδωκεν καὶ τῷ υἱῷ ζωὴν ἔχειν ἐν ἑαυτῷ
Jhn 5:27καὶ ἐξουσίαν ἔδωκεν αὐτῷ καὶ κρίσιν ποιεῖν ὅτι υἱὸς ἀνθρώπου ἐστίν
Jhn 5:28μὴ θαυμάζετε τοῦτο ὅτι ἔρχεται ὥρα ἐν πάντες οἱ ἐν τοῖς μνημείοις ἀκούσονται τῆς φωνῆς αὐτοῦ
Jhn 5:29καὶ ἐκπορεύσονται οἱ τὰ ἀγαθὰ ποιήσαντες εἰς ἀνάστασιν ζωῆς οἱ δὲ τὰ φαῦλα πράξαντες εἰς ἀνάστασιν κρίσεως
Jhn 5:30Οὐ δύναμαι ἐγὼ ποιεῖν ἀπ᾽ ἐμαυτοῦ οὐδέν· καθὼς ἀκούω κρίνω καὶ κρίσις ἐμὴ δικαία ἐστίν ὅτι οὐ ζητῶ τὸ θέλημα τὸ ἐμὸν ἀλλὰ τὸ θέλημα τοῦ πέμψαντός με πατρός
Jhn 5:31ἐὰν ἐγὼ μαρτυρῶ περὶ ἐμαυτοῦ μαρτυρία μου οὐκ ἔστιν ἀληθής·
Jhn 5:32ἄλλος ἐστὶν μαρτυρῶν περὶ ἐμοῦ καὶ οἶδα ὅτι ἀληθής ἐστιν μαρτυρία ἣν μαρτυρεῖ περὶ ἐμοῦ
Jhn 5:33ὑμεῖς ἀπεστάλκατε πρὸς Ἰωάννην καὶ μεμαρτύρηκεν τῇ ἀληθείᾳ·
Jhn 5:34ἐγὼ δὲ οὐ παρὰ ἀνθρώπου τὴν μαρτυρίαν λαμβάνω ἀλλὰ ταῦτα λέγω ἵνα ὑμεῖς σωθῆτε
Jhn 5:35ἐκεῖνος ἦν λύχνος καιόμενος καὶ φαίνων ὑμεῖς δὲ ἠθελήσατε αγαλλιασθῆναι πρὸς ὥραν ἐν τῷ φωτὶ αὐτοῦ
Jhn 5:36ἐγὼ δὲ ἔχω τὴν μαρτυρίαν μείζω τοῦ Ἰωάννου· τὰ γὰρ ἔργα ἔδωκεν μοι πατὴρ ἵνα τελειώσω αὐτά αὐτὰ τὰ ἔργα ἐγὼ ποιῶ μαρτυρεῖ περὶ ἐμοῦ ὅτι πατήρ με ἀπέσταλκεν·
Jhn 5:37καὶ πέμψας με πατὴρ αὐτὸς μεμαρτύρηκεν περὶ ἐμοῦ οὔτε φωνὴν αὐτοῦ ἀκηκόατε πώποτε οὔτε εἶδος αὐτοῦ ἑωράκατε
Jhn 5:38καὶ τὸν λόγον αὐτοῦ οὐκ ἔχετε μένοντα ἐν ὑμῖν ὅτι ὃν ἀπέστειλεν ἐκεῖνος τούτῳ ὑμεῖς οὐ πιστεύετε
Jhn 5:39ἐρευνᾶτε τὰς γραφάς ὅτι ὑμεῖς δοκεῖτε ἐν αὐταῖς ζωὴν αἰώνιον ἔχειν· καὶ ἐκεῖναί εἰσιν αἱ μαρτυροῦσαι περὶ ἐμοῦ·
Jhn 5:40καὶ οὐ θέλετε ἐλθεῖν πρός με ἵνα ζωὴν ἔχητε
Jhn 5:41Δόξαν παρὰ ἀνθρώπων οὐ λαμβάνω
Jhn 5:42ἀλλ᾽ ἔγνωκα ὑμᾶς ὅτι τὴν ἀγάπην τοῦ θεοῦ οὐκ ἔχετε ἐν ἑαυτοῖς
Jhn 5:43ἐγὼ ἐλήλυθα ἐν τῷ ὀνόματι τοῦ πατρός μου καὶ οὐ λαμβάνετέ με· ἐὰν ἄλλος ἔλθῃ ἐν τῷ ὀνόματι τῷ ἰδίῳ ἐκεῖνον λήψεσθε
Jhn 5:44πῶς δύνασθε ὑμεῖς πιστεῦσαι δόξαν παρὰ ἀλλήλων λαμβάνοντες καὶ τὴν δόξαν τὴν παρὰ τοῦ μόνου θεοῦ οὐ ζητεῖτε
Jhn 5:45μὴ δοκεῖτε ὅτι ἐγὼ κατηγορήσω ὑμῶν πρὸς τὸν πατέρα· ἔστιν κατηγορῶν ὑμῶν Μωσῆς, εἰς ὃν ὑμεῖς ἠλπίκατε
Jhn 5:46εἰ γὰρ ἐπιστεύετε Μωσῇ, ἐπιστεύετε ἂν ἐμοί· περὶ γὰρ ἐμοῦ ἐκεῖνος ἔγραψεν
Jhn 5:47εἰ δὲ τοῖς ἐκείνου γράμμασιν οὐ πιστεύετε πῶς τοῖς ἐμοῖς ῥήμασιν πιστεύσετε
Translation Copyright Logo

The Textus Receptus (latin, "Received Text") is the Greek text originally compiled by Erasmus around 1516. Though the earliest work was prepared by Desiderius Erasmus, his work was later revised by Robert Estienne (or, Stephanus) and further revised by Theodore Beza. The text produced by each is substantially the same, aside from some minor variations. The Blue Letter Bible utilizes Stephanus' edition from 1550.

John Chapter 5 — Additional Translations: