Previous Chapter Full Page Full Page Next Chapter

Ιωάννης (John) 21 :: Textus Receptus (TR)

Jhn 21:1Μετὰ ταῦτα ἐφανέρωσεν ἑαυτὸν πάλιν Ἰησοῦς τοῖς μαθηταῖς ἐπὶ τῆς θαλάσσης τῆς Τιβεριάδος· ἐφανέρωσεν δὲ οὕτως
Jhn 21:2ἦσαν ὁμοῦ Σίμων Πέτρος καὶ Θωμᾶς λεγόμενος Δίδυμος καὶ Ναθαναὴλ ἀπὸ Κανὰ τῆς Γαλιλαίας καὶ οἱ τοῦ Ζεβεδαίου καὶ ἄλλοι ἐκ τῶν μαθητῶν αὐτοῦ δύο
Jhn 21:3λέγει αὐτοῖς Σίμων Πέτρος Ὑπάγω ἁλιεύειν λέγουσιν αὐτῷ Ἐρχόμεθα καὶ ἡμεῖς σὺν σοί ἐξῆλθον καὶ ἀνέβησαν εἰς τὸ πλοῖον εὐθὺς, καὶ ἐν ἐκείνῃ τῇ νυκτὶ ἐπίασαν οὐδέν
Jhn 21:4πρωΐας δὲ ἤδη γενομένης ἔστη Ἰησοῦς εἰς τὸν αἰγιαλόν οὐ μέντοι ᾔδεισαν οἱ μαθηταὶ ὅτι Ἰησοῦς ἐστιν
Jhn 21:5λέγει οὖν αὐτοῖς Ἰησοῦς Παιδία μή τι προσφάγιον ἔχετε ἀπεκρίθησαν αὐτῷ Οὔ
Jhn 21:6 δὲ εἶπεν αὐτοῖς Βάλετε εἰς τὰ δεξιὰ μέρη τοῦ πλοίου τὸ δίκτυον καὶ εὑρήσετε ἔβαλον οὖν καὶ οὐκ ἔτι αὐτὸ ἑλκύσαι ἴσχυσαν ἀπὸ τοῦ πλήθους τῶν ἰχθύων
Jhn 21:7λέγει οὖν μαθητὴς ἐκεῖνος ὃν ἠγάπα Ἰησοῦς τῷ Πέτρῳ κύριός ἐστιν Σίμων οὖν Πέτρος ἀκούσας ὅτι κύριός ἐστιν τὸν ἐπενδύτην διεζώσατο ἦν γὰρ γυμνός καὶ ἔβαλεν ἑαυτὸν εἰς τὴν θάλασσαν
Jhn 21:8οἱ δὲ ἄλλοι μαθηταὶ τῷ πλοιαρίῳ ἦλθον οὐ γὰρ ἦσαν μακρὰν ἀπὸ τῆς γῆς ἀλλ᾽ ὡς ἀπὸ πηχῶν διακοσίων σύροντες τὸ δίκτυον τῶν ἰχθύων
Jhn 21:9ὡς οὖν ἀπέβησαν εἰς τὴν γῆν βλέπουσιν ἀνθρακιὰν κειμένην καὶ ὀψάριον ἐπικείμενον καὶ ἄρτον
Jhn 21:10λέγει αὐτοῖς Ἰησοῦς Ἐνέγκατε ἀπὸ τῶν ὀψαρίων ὧν ἐπιάσατε νῦν
Jhn 21:11ἀνέβη Σίμων Πέτρος καὶ εἵλκυσεν τὸ δίκτυον ἐπὶ τῆς γῆς, μεστὸν ἰχθύων μεγάλων ἑκατὸν πεντηκοντατριῶν καὶ τοσούτων ὄντων οὐκ ἐσχίσθη τὸ δίκτυον
Jhn 21:12λέγει αὐτοῖς Ἰησοῦς Δεῦτε ἀριστήσατε οὐδεὶς δὲ ἐτόλμα τῶν μαθητῶν ἐξετάσαι αὐτόν Σὺ τίς εἶ εἰδότες ὅτι κύριός ἐστιν
Jhn 21:13ἔρχεται οὖν Ἰησοῦς καὶ λαμβάνει τὸν ἄρτον καὶ δίδωσιν αὐτοῖς καὶ τὸ ὀψάριον ὁμοίως
Jhn 21:14τοῦτο ἤδη τρίτον ἐφανερώθη Ἰησοῦς τοῖς μαθηταῖς αὐτοῦ, ἐγερθεὶς ἐκ νεκρῶν
Jhn 21:15Ὅτε οὖν ἠρίστησαν λέγει τῷ Σίμωνι Πέτρῳ Ἰησοῦς Σίμων Ἰωνᾶ, ἀγαπᾷς με πλεῖόν τούτων λέγει αὐτῷ Ναί κύριε σὺ οἶδας ὅτι φιλῶ σε λέγει αὐτῷ Βόσκε τὰ ἀρνία μου
Jhn 21:16λέγει αὐτῷ πάλιν δεύτερον Σίμων Ἰωνᾶ ἀγαπᾷς με λέγει αὐτῷ Ναί κύριε σὺ οἶδας ὅτι φιλῶ σε λέγει αὐτῷ Ποίμαινε τὰ πρόβατά μου
Jhn 21:17λέγει αὐτῷ τὸ τρίτον Σίμων Ἰωνᾶ, φιλεῖς με ἐλυπήθη Πέτρος ὅτι εἶπεν αὐτῷ τὸ τρίτον Φιλεῖς με καὶ εἶπεν αὐτῷ Κύριε σὺ πάντα οἶδας σὺ γινώσκεις ὅτι φιλῶ σε λέγει αὐτῷ Ἰησοῦς Βόσκε τὰ πρόβατά μου
Jhn 21:18ἀμὴν ἀμὴν λέγω σοι ὅτε ἦς νεώτερος ἐζώννυες σεαυτὸν καὶ περιεπάτεις ὅπου ἤθελες· ὅταν δὲ γηράσῃς ἐκτενεῖς τὰς χεῖράς σου καὶ ἄλλος σε ζώσει καὶ οἴσει ὅπου οὐ θέλεις
Jhn 21:19τοῦτο δὲ εἶπεν σημαίνων ποίῳ θανάτῳ δοξάσει τὸν θεόν καὶ τοῦτο εἰπὼν λέγει αὐτῷ Ἀκολούθει μοι
Jhn 21:20Ἐπιστραφεὶς δέ Πέτρος βλέπει τὸν μαθητὴν ὃν ἠγάπα Ἰησοῦς ἀκολουθοῦντα ὃς καὶ ἀνέπεσεν ἐν τῷ δείπνῳ ἐπὶ τὸ στῆθος αὐτοῦ καὶ εἶπεν Κύριε τίς ἐστιν παραδιδούς σε
Jhn 21:21τοῦτον ἰδὼν Πέτρος λέγει τῷ Ἰησοῦ Κύριε οὗτος δὲ τί
Jhn 21:22λέγει αὐτῷ Ἰησοῦς Ἐὰν αὐτὸν θέλω μένειν ἕως ἔρχομαι τί πρὸς σέ σύ ἀκολούθει μοι
Jhn 21:23ἐξῆλθεν οὖν λόγος οὗτος εἰς τοὺς ἀδελφοὺς ὅτι μαθητὴς ἐκεῖνος οὐκ ἀποθνῄσκει καὶ οὐκ εἶπεν αὐτῷ Ἰησοῦς ὅτι οὐκ ἀποθνῄσκει· ἀλλ᾽ Ἐὰν αὐτὸν θέλω μένειν ἕως ἔρχομαι τί πρὸς σέ
Jhn 21:24Οὗτός ἐστιν μαθητὴς μαρτυρῶν περὶ τούτων καὶ γράψας ταῦτα καὶ οἴδαμεν ὅτι ἀληθὴς ἐστίν μαρτυρία αὐτοῦ
Jhn 21:25Ἔστιν δὲ καὶ ἄλλα πολλὰ ὃσα ἐποίησεν Ἰησοῦς ἅτινα ἐὰν γράφηται καθ᾽ ἕν οὐδὲ αὐτὸν οἶμαι τὸν κόσμον χωρῆσαι τὰ γραφόμενα βιβλία ἀμήν
Translation Copyright Logo

The Textus Receptus (latin, "Received Text") is the Greek text originally compiled by Erasmus around 1516. Though the earliest work was prepared by Desiderius Erasmus, his work was later revised by Robert Estienne (or, Stephanus) and further revised by Theodore Beza. The text produced by each is substantially the same, aside from some minor variations. The Blue Letter Bible utilizes Stephanus' edition from 1550.

John Chapter 21 — Additional Translations: