Previous Chapter Full Page Full Page Next Chapter

Ιωάννης (John) 15 :: Textus Receptus (TR)

Jhn 15:1Ἐγώ εἰμι ἄμπελος ἀληθινή καὶ πατήρ μου γεωργός ἐστιν
Jhn 15:2πᾶν κλῆμα ἐν ἐμοὶ μὴ φέρον καρπόν αἴρει αὐτό καὶ πᾶν τὸ καρπὸν φέρον καθαίρει αὐτὸ ἵνα πλείονα καρπὸν φέρῃ
Jhn 15:3ἤδη ὑμεῖς καθαροί ἐστε διὰ τὸν λόγον ὃν λελάληκα ὑμῖν·
Jhn 15:4μείνατε ἐν ἐμοί κἀγὼ ἐν ὑμῖν καθὼς τὸ κλῆμα οὐ δύναται καρπὸν φέρειν ἀφ᾽ ἑαυτοῦ ἐὰν μὴ μείνῃ ἐν τῇ ἀμπέλῳ οὕτως οὐδὲ ὑμεῖς ἐὰν μὴ ἐν ἐμοὶ μείνητε
Jhn 15:5ἐγώ εἰμι ἄμπελος ὑμεῖς τὰ κλήματα μένων ἐν ἐμοὶ κἀγὼ ἐν αὐτῷ οὗτος φέρει καρπὸν πολύν ὅτι χωρὶς ἐμοῦ οὐ δύνασθε ποιεῖν οὐδέν
Jhn 15:6ἐὰν μή τις μείνῃ ἐν ἐμοί ἐβλήθη ἔξω ὡς τὸ κλῆμα καὶ ἐξηράνθη καὶ συνάγουσιν αὐτὰ καὶ εἰς πῦρ βάλλουσιν καὶ καίεται
Jhn 15:7ἐὰν μείνητε ἐν ἐμοὶ καὶ τὰ ῥήματά μου ἐν ὑμῖν μείνῃ ἐὰν θέλητε αἰτήσεσθε καὶ γενήσεται ὑμῖν
Jhn 15:8ἐν τούτῳ ἐδοξάσθη πατήρ μου ἵνα καρπὸν πολὺν φέρητε καὶ γενήσεσθε ἐμοὶ μαθηταί
Jhn 15:9καθὼς ἠγάπησέν με πατήρ κἀγὼ ἠγάπησα· ὑμᾶς μείνατε ἐν τῇ ἀγάπῃ τῇ ἐμῇ
Jhn 15:10ἐὰν τὰς ἐντολάς μου τηρήσητε μενεῖτε ἐν τῇ ἀγάπῃ μου καθὼς ἐγὼ τὰς ἐντολὰς τοῦ πατρός μου τετήρηκα καὶ μένω αὐτοῦ ἐν τῇ ἀγάπῃ
Jhn 15:11Ταῦτα λελάληκα ὑμῖν ἵνα χαρὰ ἐμὴ ἐν ὑμῖν μείνῃ, καὶ χαρὰ ὑμῶν πληρωθῇ
Jhn 15:12αὕτη ἐστὶν ἐντολὴ ἐμή ἵνα ἀγαπᾶτε ἀλλήλους καθὼς ἠγάπησα ὑμᾶς
Jhn 15:13μείζονα ταύτης ἀγάπην οὐδεὶς ἔχει ἵνα τις τὴν ψυχὴν αὐτοῦ θῇ ὑπὲρ τῶν φίλων αὐτοῦ
Jhn 15:14ὑμεῖς φίλοι μού ἐστε ἐὰν ποιῆτε ὅσα ἐγὼ ἐντέλλομαι ὑμῖν
Jhn 15:15οὐκέτι ὑμᾶς λέγω δούλους ὅτι δοῦλος οὐκ οἶδεν τί ποιεῖ αὐτοῦ κύριος· ὑμᾶς δὲ εἴρηκα φίλους ὅτι πάντα ἤκουσα παρὰ τοῦ πατρός μου ἐγνώρισα ὑμῖν
Jhn 15:16οὐχ ὑμεῖς με ἐξελέξασθε ἀλλ᾽ ἐγὼ ἐξελεξάμην ὑμᾶς καὶ ἔθηκα ὑμᾶς ἵνα ὑμεῖς ὑπάγητε καὶ καρπὸν φέρητε καὶ καρπὸς ὑμῶν μένῃ ἵνα τι ἂν αἰτήσητε τὸν πατέρα ἐν τῷ ὀνόματί μου δῷ ὑμῖν
Jhn 15:17ταῦτα ἐντέλλομαι ὑμῖν ἵνα ἀγαπᾶτε ἀλλήλους
Jhn 15:18Εἰ κόσμος ὑμᾶς μισεῖ γινώσκετε ὅτι ἐμὲ πρῶτον ὑμῶν μεμίσηκεν
Jhn 15:19εἰ ἐκ τοῦ κόσμου ἦτε κόσμος ἂν τὸ ἴδιον ἐφίλει· ὅτι δὲ ἐκ τοῦ κόσμου οὐκ ἐστέ ἀλλ᾽ ἐγὼ ἐξελεξάμην ὑμᾶς ἐκ τοῦ κόσμου διὰ τοῦτο μισεῖ ὑμᾶς κόσμος
Jhn 15:20μνημονεύετε τοῦ λόγου οὗ ἐγὼ εἶπον ὑμῖν Οὐκ ἔστιν δοῦλος μείζων τοῦ κυρίου αὐτοῦ εἰ ἐμὲ ἐδίωξαν καὶ ὑμᾶς διώξουσιν· εἰ τὸν λόγον μου ἐτήρησαν καὶ τὸν ὑμέτερον τηρήσουσιν
Jhn 15:21ἀλλὰ ταῦτα πάντα ποιήσουσιν ὑμῖν διὰ τὸ ὄνομά μου ὅτι οὐκ οἴδασιν τὸν πέμψαντά με
Jhn 15:22εἰ μὴ ἦλθον καὶ ἐλάλησα αὐτοῖς ἁμαρτίαν οὐκ εἴχον· νῦν δὲ πρόφασιν οὐκ ἔχουσιν περὶ τῆς ἁμαρτίας αὐτῶν
Jhn 15:23 ἐμὲ μισῶν καὶ τὸν πατέρα μου μισεῖ
Jhn 15:24εἰ τὰ ἔργα μὴ ἐποίησα ἐν αὐτοῖς οὐδεὶς ἄλλος πεποίηκεν, ἁμαρτίαν οὐκ εἴχον· νῦν δὲ καὶ ἑωράκασιν καὶ μεμισήκασιν καὶ ἐμὲ καὶ τὸν πατέρα μου
Jhn 15:25ἀλλ᾽ ἵνα πληρωθῇ λόγος γεγραμμένος ἐν τῷ νόμῳ αὐτῶν ὅτι Ἐμίσησάν με δωρεάν
Jhn 15:26Ὅταν δὲ ἔλθῃ παράκλητος ὃν ἐγὼ πέμψω ὑμῖν παρὰ τοῦ πατρός τὸ πνεῦμα τῆς ἀληθείας παρὰ τοῦ πατρὸς ἐκπορεύεται ἐκεῖνος μαρτυρήσει περὶ ἐμοῦ·
Jhn 15:27καὶ ὑμεῖς δὲ μαρτυρεῖτε ὅτι ἀπ᾽ ἀρχῆς μετ᾽ ἐμοῦ ἐστε
Translation Copyright Logo

The Textus Receptus (latin, "Received Text") is the Greek text originally compiled by Erasmus around 1516. Though the earliest work was prepared by Desiderius Erasmus, his work was later revised by Robert Estienne (or, Stephanus) and further revised by Theodore Beza. The text produced by each is substantially the same, aside from some minor variations. The Blue Letter Bible utilizes Stephanus' edition from 1550.

John Chapter 15 — Additional Translations: