Previous Chapter Full Page Full Page Next Chapter

Ιακώβου (James) 5 :: Textus Receptus (TR)

Jas 5:1Ἄγε νῦν οἱ πλούσιοι κλαύσατε ὀλολύζοντες ἐπὶ ταῖς ταλαιπωρίαις ὑμῶν ταῖς ἐπερχομέναις
Jas 5:2 πλοῦτος ὑμῶν σέσηπεν καὶ τὰ ἱμάτια ὑμῶν σητόβρωτα γέγονεν
Jas 5:3 χρυσὸς ὑμῶν καὶ ἄργυρος κατίωται καὶ ἰὸς αὐτῶν εἰς μαρτύριον ὑμῖν ἔσται καὶ φάγεται τὰς σάρκας ὑμῶν ὡς πῦρ ἐθησαυρίσατε ἐν ἐσχάταις ἡμέραις
Jas 5:4ἰδού, μισθὸς τῶν ἐργατῶν τῶν ἀμησάντων τὰς χώρας ὑμῶν ἀπεστερημένος ἀφ᾽ ὑμῶν κράζει καὶ αἱ βοαὶ τῶν θερισάντων εἰς τὰ ὦτα κυρίου Σαβαὼθ εἰσεληλύθασιν
Jas 5:5ἐτρυφήσατε ἐπὶ τῆς γῆς καὶ ἐσπαταλήσατε ἐθρέψατε τὰς καρδίας ὑμῶν ὡς ἐν ἡμέρᾳ σφαγῆς
Jas 5:6κατεδικάσατε ἐφονεύσατε τὸν δίκαιον οὐκ ἀντιτάσσεται ὑμῖν
Jas 5:7Μακροθυμήσατε οὖν ἀδελφοί ἕως τῆς παρουσίας τοῦ κυρίου ἰδού, γεωργὸς ἐκδέχεται τὸν τίμιον καρπὸν τῆς γῆς μακροθυμῶν ἐπ᾽ αὐτῷ ἕως ἂν λάβῃ ὑετὸν πρώϊμον καὶ ὄψιμον
Jas 5:8μακροθυμήσατε καὶ ὑμεῖς στηρίξατε τὰς καρδίας ὑμῶν ὅτι παρουσία τοῦ κυρίου ἤγγικεν
Jas 5:9μὴ στενάζετε κατ᾽ ἀλλήλων ἀδελφοί ἵνα μὴ κατακριθῆτε· ἰδού, κριτὴς πρὸ τῶν θυρῶν ἕστηκεν
Jas 5:10ὑπόδειγμα λάβετε τῆς κακοπαθείας ἀδελφοί μου, καὶ τῆς μακροθυμίας τοὺς προφήτας οἳ ἐλάλησαν τῷ ὀνόματι κυρίου
Jas 5:11ἰδού, μακαρίζομεν τοὺς ὑπομένοντας· τὴν ὑπομονὴν Ἰὼβ ἠκούσατε καὶ τὸ τέλος κυρίου εἴδετε ὅτι πολύσπλαγχνός ἐστιν κύριος καὶ οἰκτίρμων
Jas 5:12Πρὸ πάντων δέ ἀδελφοί μου μὴ ὀμνύετε μήτε τὸν οὐρανὸν μήτε τὴν γῆν μήτε ἄλλον τινὰ ὅρκον· ἤτω δὲ ὑμῶν τὸ Ναὶ ναὶ καὶ τὸ Οὒ οὔ ἵνα μὴ εἴς ὑπὸκρίσιν πέσητε
Jas 5:13Κακοπαθεῖ τις ἐν ὑμῖν προσευχέσθω· εὐθυμεῖ τις ψαλλέτω·
Jas 5:14ἀσθενεῖ τις ἐν ὑμῖν προσκαλεσάσθω τοὺς πρεσβυτέρους τῆς ἐκκλησίας καὶ προσευξάσθωσαν ἐπ᾽ αὐτὸν ἀλείψαντες αὐτὸν ἐλαίῳ ἐν τῷ ὀνόματι τοῦ κυρίου
Jas 5:15καὶ εὐχὴ τῆς πίστεως σώσει τὸν κάμνοντα καὶ ἐγερεῖ αὐτὸν κύριος· κἂν ἁμαρτίας πεποιηκώς ἀφεθήσεται αὐτῷ
Jas 5:16ἐξομολογεῖσθε ἀλλήλοις τὰ παραπτώματα, καὶ εὔχεσθε ὑπὲρ ἀλλήλων ὅπως ἰαθῆτε πολὺ ἰσχύει δέησις δικαίου ἐνεργουμένη
Jas 5:17Ἠλίας ἄνθρωπος ἦν ὁμοιοπαθὴς ἡμῖν καὶ προσευχῇ προσηύξατο τοῦ μὴ βρέξαι καὶ οὐκ ἔβρεξεν ἐπὶ τῆς γῆς ἐνιαυτοὺς τρεῖς καὶ μῆνας ἕξ·
Jas 5:18καὶ πάλιν προσηύξατο καὶ οὐρανὸς ὑετὸν ἔδωκεν καὶ γῆ ἐβλάστησεν τὸν καρπὸν αὐτῆς
Jas 5:19Ἀδελφοί ἐάν τις ἐν ὑμῖν πλανηθῇ ἀπὸ τῆς ἀληθείας καὶ ἐπιστρέψῃ τις αὐτόν
Jas 5:20γινωσκέτω ὅτι ἐπιστρέψας ἁμαρτωλὸν ἐκ πλάνης ὁδοῦ αὐτοῦ σώσει ψυχὴν ἐκ θανάτου καὶ καλύψει πλῆθος ἁμαρτιῶν
Translation Copyright Logo

The Textus Receptus (latin, "Received Text") is the Greek text originally compiled by Erasmus around 1516. Though the earliest work was prepared by Desiderius Erasmus, his work was later revised by Robert Estienne (or, Stephanus) and further revised by Theodore Beza. The text produced by each is substantially the same, aside from some minor variations. The Blue Letter Bible utilizes Stephanus' edition from 1550.

James Chapter 5 — Additional Translations: