Previous Chapter Full Page Full Page Next Chapter

Ιακώβου (James) 4 :: Textus Receptus (TR)

Jas 4:1Πόθεν πόλεμοι καὶ μάχαι ἐν ὑμῖν οὐκ ἐντεῦθεν ἐκ τῶν ἡδονῶν ὑμῶν τῶν στρατευομένων ἐν τοῖς μέλεσιν ὑμῶν
Jas 4:2ἐπιθυμεῖτε καὶ οὐκ ἔχετε φονεύετε καὶ ζηλοῦτε καὶ οὐ δύνασθε ἐπιτυχεῖν μάχεσθε καὶ πολεμεῖτε οὐκ ἔχετε δὲ, διὰ τὸ μὴ αἰτεῖσθαι ὑμᾶς
Jas 4:3αἰτεῖτε καὶ οὐ λαμβάνετε διότι κακῶς αἰτεῖσθε ἵνα ἐν ταῖς ἡδοναῖς ὑμῶν δαπανήσητε
Jas 4:4μοιχοὶ καὶ μοιχαλίδες οὐκ οἴδατε ὅτι φιλία τοῦ κόσμου ἔχθρα τοῦ θεοῦ ἐστιν ὃς ἂν οὖν βουληθῇ φίλος εἶναι τοῦ κόσμου ἐχθρὸς τοῦ θεοῦ καθίσταται
Jas 4:5 δοκεῖτε ὅτι κενῶς γραφὴ λέγει Πρὸς φθόνον ἐπιποθεῖ τὸ πνεῦμα κατῴκησεν ἐν ἡμῖν
Jas 4:6μείζονα δὲ δίδωσιν χάριν διὸ λέγει θεὸς ὑπερηφάνοις ἀντιτάσσεται ταπεινοῖς δὲ δίδωσιν χάριν
Jas 4:7ὑποτάγητε οὖν τῷ θεῷ ἀντίστητε τῷ διαβόλῳ καὶ φεύξεται ἀφ᾽ ὑμῶν
Jas 4:8ἐγγίσατε τῷ θεῷ καὶ ἐγγιεῖ ὑμῖν καθαρίσατε χεῖρας ἁμαρτωλοί καὶ ἁγνίσατε καρδίας δίψυχοι
Jas 4:9ταλαιπωρήσατε καὶ πενθήσατε καὶ κλαύσατε γέλως ὑμῶν εἰς πένθος μεταστραφήτω καὶ χαρὰ εἰς κατήφειαν
Jas 4:10ταπεινώθητε ἐνώπιον τοῦ κυρίου καὶ ὑψώσει ὑμᾶς
Jas 4:11Μὴ καταλαλεῖτε ἀλλήλων ἀδελφοί καταλαλῶν ἀδελφοῦ καὶ κρίνων τὸν ἀδελφὸν αὐτοῦ καταλαλεῖ νόμου καὶ κρίνει νόμον· εἰ δὲ νόμον κρίνεις οὐκ εἶ ποιητὴς νόμου ἀλλὰ κριτής
Jas 4:12εἷς ἐστιν νομοθέτης δυνάμενος σῶσαι καὶ ἀπολέσαι· σὺ τίς εἶ ὃς κρίνεις τὸν ἕτερον
Jas 4:13Ἄγε νῦν οἱ λέγοντες Σήμερον καὶ αὔριον πορευσώμεθα εἰς τήνδε τὴν πόλιν καὶ ποιήσωμεν ἐκεῖ ἐνιαυτὸν ἕνα καὶ ἐμπορευσώμεθα καὶ κερδήσωμεν
Jas 4:14οἵτινες οὐκ ἐπίστασθε τὸ τῆς αὔριον ποία γάρ ζωὴ ὑμῶν· ἀτμὶς γὰρ ἐστιν πρὸς ὀλίγον φαινομένη ἔπειτα δὲ ἀφανιζομένη
Jas 4:15ἀντὶ τοῦ λέγειν ὑμᾶς Ἐὰν κύριος θελήσῃ καὶ ζήσωμεν καὶ ποιήσωμεν τοῦτο ἐκεῖνο
Jas 4:16νῦν δὲ καυχᾶσθε ἐν ταῖς ἀλαζονείαις ὑμῶν· πᾶσα καύχησις τοιαύτη πονηρά ἐστιν
Jas 4:17εἰδότι οὖν καλὸν ποιεῖν καὶ μὴ ποιοῦντι ἁμαρτία αὐτῷ ἐστιν
Translation Copyright Logo

The Textus Receptus (latin, "Received Text") is the Greek text originally compiled by Erasmus around 1516. Though the earliest work was prepared by Desiderius Erasmus, his work was later revised by Robert Estienne (or, Stephanus) and further revised by Theodore Beza. The text produced by each is substantially the same, aside from some minor variations. The Blue Letter Bible utilizes Stephanus' edition from 1550.

James Chapter 4 — Additional Translations: