Previous Chapter Full Page Full Page Next Chapter

Ιακώβου (James) 3 :: Textus Receptus (TR)

Jas 3:1Μὴ πολλοὶ διδάσκαλοι γίνεσθε ἀδελφοί μου εἰδότες ὅτι μεῖζον κρίμα ληψόμεθα
Jas 3:2πολλὰ γὰρ πταίομεν ἅπαντες εἴ τις ἐν λόγῳ οὐ πταίει οὗτος τέλειος ἀνήρ δυνατὸς χαλιναγωγῆσαι καὶ ὅλον τὸ σῶμα
Jas 3:3ἰδού, τῶν ἵππων τοὺς χαλινοὺς εἰς τὰ στόματα βάλλομεν πρὸς τὸ πείθεσθαι αὐτοὺς ἡμῖν καὶ ὅλον τὸ σῶμα αὐτῶν μετάγομεν
Jas 3:4ἰδού, καὶ τὰ πλοῖα τηλικαῦτα ὄντα καὶ ὑπὸ σκληρῶν ἀνέμων ἐλαυνόμενα μετάγεται ὑπὸ ἐλαχίστου πηδαλίου ὅπου ἂν ὁρμὴ τοῦ εὐθύνοντος βούληται
Jas 3:5οὕτως καὶ γλῶσσα μικρὸν μέλος ἐστὶν καὶ μεγάλαυχεῖ Ἰδού, ὀλίγον πῦρ ἡλίκην ὕλην ἀνάπτει·
Jas 3:6καὶ γλῶσσα πῦρ· κόσμος τῆς ἀδικίας οὕτως γλῶσσα καθίσταται ἐν τοῖς μέλεσιν ἡμῶν σπιλοῦσα ὅλον τὸ σῶμα καὶ φλογίζουσα τὸν τροχὸν τῆς γενέσεως καὶ φλογιζομένη ὑπὸ τῆς γεέννης
Jas 3:7πᾶσα γὰρ φύσις θηρίων τε καὶ πετεινῶν ἑρπετῶν τε καὶ ἐναλίων δαμάζεται καὶ δεδάμασται τῇ φύσει τῇ ἀνθρωπίνῃ
Jas 3:8τὴν δὲ γλῶσσαν οὐδεὶς δύναται ἀνθρώπων δαμάσαι ἀκατάσχετον κακόν μεστὴ ἰοῦ θανατηφόρου
Jas 3:9ἐν αὐτῇ εὐλογοῦμεν τὸν Θεὸν καὶ πατέρα καὶ ἐν αὐτῇ καταρώμεθα τοὺς ἀνθρώπους τοὺς καθ᾽ ὁμοίωσιν θεοῦ γεγονότας
Jas 3:10ἐκ τοῦ αὐτοῦ στόματος ἐξέρχεται εὐλογία καὶ κατάρα οὐ χρή ἀδελφοί μου ταῦτα οὕτως γίνεσθαι
Jas 3:11μήτι πηγὴ ἐκ τῆς αὐτῆς ὀπῆς βρύει τὸ γλυκὺ καὶ τὸ πικρόν
Jas 3:12μὴ δύναται ἀδελφοί μου συκῆ ἐλαίας ποιῆσαι ἄμπελος σῦκα οὕτως οὐδεμια πηγὴ ἁλυκὸν καὶ γλυκὺ ποιῆσαι ὕδωρ
Jas 3:13Τίς σοφὸς καὶ ἐπιστήμων ἐν ὑμῖν δειξάτω ἐκ τῆς καλῆς ἀναστροφῆς τὰ ἔργα αὐτοῦ ἐν πραΰτητι σοφίας
Jas 3:14εἰ δὲ ζῆλον πικρὸν ἔχετε καὶ ἐριθείαν ἐν τῇ καρδίᾳ ὑμῶν μὴ κατακαυχᾶσθε καὶ ψεύδεσθε κατὰ τῆς ἀληθείας
Jas 3:15οὐκ ἔστιν αὕτη σοφία ἄνωθεν κατερχομένη ἀλλ᾽ ἐπίγειος ψυχική δαιμονιώδης
Jas 3:16ὅπου γὰρ ζῆλος καὶ ἐριθεία ἐκεῖ ἀκαταστασία καὶ πᾶν φαῦλον πρᾶγμα
Jas 3:17 δὲ ἄνωθεν σοφία πρῶτον μὲν ἁγνή ἐστιν ἔπειτα εἰρηνική ἐπιεικής εὐπειθής μεστὴ ἐλέους καὶ καρπῶν ἀγαθῶν ἀδιάκριτος καὶ ἀνυπόκριτος
Jas 3:18καρπὸς δὲ τῆς δικαιοσύνης ἐν εἰρήνῃ σπείρεται τοῖς ποιοῦσιν εἰρήνην
Translation Copyright Logo

The Textus Receptus (latin, "Received Text") is the Greek text originally compiled by Erasmus around 1516. Though the earliest work was prepared by Desiderius Erasmus, his work was later revised by Robert Estienne (or, Stephanus) and further revised by Theodore Beza. The text produced by each is substantially the same, aside from some minor variations. The Blue Letter Bible utilizes Stephanus' edition from 1550.

James Chapter 3 — Additional Translations: