Previous Chapter Full Page Full Page Next Chapter

Γαλάτες (Galatians) 5 :: Textus Receptus (TR)

Gal 5:1τῇ ἐλευθερίᾳ οὖν Χριστὸς ἡμᾶς ἠλευθέρωσεν· στήκετε καὶ μὴ πάλιν ζυγῷ δουλείας ἐνέχεσθε
Gal 5:2Ἴδε ἐγὼ Παῦλος λέγω ὑμῖν ὅτι ἐὰν περιτέμνησθε Χριστὸς ὑμᾶς οὐδὲν ὠφελήσει
Gal 5:3μαρτύρομαι δὲ πάλιν παντὶ ἀνθρώπῳ περιτεμνομένῳ ὅτι ὀφειλέτης ἐστὶν ὅλον τὸν νόμον ποιῆσαι
Gal 5:4κατηργήθητε ἀπὸ τοῦ Χριστοῦ οἵτινες ἐν νόμῳ δικαιοῦσθε τῆς χάριτος ἐξεπέσατε
Gal 5:5ἡμεῖς γὰρ πνεύματι ἐκ πίστεως ἐλπίδα δικαιοσύνης ἀπεκδεχόμεθα
Gal 5:6ἐν γὰρ Χριστῷ Ἰησοῦ οὔτε περιτομή τι ἰσχύει οὔτε ἀκροβυστία ἀλλὰ πίστις δι᾽ ἀγάπης ἐνεργουμένη
Gal 5:7Ἐτρέχετε καλῶς· τίς ὑμᾶς ἀνέκοψεν τῇ ἀληθείᾳ μὴ πείθεσθαι
Gal 5:8 πεισμονὴ οὐκ ἐκ τοῦ καλοῦντος ὑμᾶς
Gal 5:9μικρὰ ζύμη ὅλον τὸ φύραμα ζυμοῖ
Gal 5:10ἐγὼ πέποιθα εἰς ὑμᾶς ἐν κυρίῳ ὅτι οὐδὲν ἄλλο φρονήσετε· δὲ ταράσσων ὑμᾶς βαστάσει τὸ κρίμα ὅστις ἂν
Gal 5:11ἐγὼ δέ ἀδελφοί εἰ περιτομὴν ἔτι κηρύσσω τί ἔτι διώκομαι ἄρα κατήργηται τὸ σκάνδαλον τοῦ σταυροῦ
Gal 5:12ὄφελον καὶ ἀποκόψονται οἱ ἀναστατοῦντες ὑμᾶς
Gal 5:13Ὑμεῖς γὰρ ἐπ᾽ ἐλευθερίᾳ ἐκλήθητε ἀδελφοί· μόνον μὴ τὴν ἐλευθερίαν εἰς ἀφορμὴν τῇ σαρκί ἀλλὰ διὰ τῆς ἀγάπης δουλεύετε ἀλλήλοις
Gal 5:14 γὰρ πᾶς νόμος ἐν ἑνὶ λόγῳ πληροῦται, ἐν τῷ· Ἀγαπήσεις τὸν πλησίον σου ὡς εαυτόν
Gal 5:15εἰ δὲ ἀλλήλους δάκνετε καὶ κατεσθίετε βλέπετε μὴ ὑπό ἀλλήλων ἀναλωθῆτε
Gal 5:16Λέγω δέ πνεύματι περιπατεῖτε καὶ ἐπιθυμίαν σαρκὸς οὐ μὴ τελέσητε
Gal 5:17 γὰρ σὰρξ ἐπιθυμεῖ κατὰ τοῦ πνεύματος τὸ δὲ πνεῦμα κατὰ τῆς σαρκός ταῦτα δὲ ἀντίκειται ἀλλήλοις ἵνα μὴ ἂν θέλητε ταῦτα ποιῆτε
Gal 5:18εἰ δὲ πνεύματι ἄγεσθε οὐκ ἐστὲ ὑπὸ νόμον
Gal 5:19φανερὰ δέ ἐστιν τὰ ἔργα τῆς σαρκός ἅτινά ἐστιν μοιχεία, πορνεία ἀκαθαρσία ἀσέλγεια
Gal 5:20εἰδωλολατρεία φαρμακεία ἔχθραι ἔρεις, ζῆλοι, θυμοί ἐριθείαι διχοστασίαι αἱρέσεις
Gal 5:21φθόνοι φόνοι, μέθαι κῶμοι καὶ τὰ ὅμοια τούτοις προλέγω ὑμῖν καθὼς καὶ προεῖπον ὅτι οἱ τὰ τοιαῦτα πράσσοντες βασιλείαν θεοῦ οὐ κληρονομήσουσιν
Gal 5:22 δὲ καρπὸς τοῦ πνεύματός ἐστιν ἀγάπη χαρά εἰρήνη μακροθυμία χρηστότης ἀγαθωσύνη πίστις
Gal 5:23πρᾳότης, ἐγκράτεια· κατὰ τῶν τοιούτων οὐκ ἔστιν νόμος
Gal 5:24οἱ δὲ τοῦ Χριστοῦ τὴν σάρκα ἐσταύρωσαν σὺν τοῖς παθήμασιν καὶ ταῖς ἐπιθυμίαις
Gal 5:25εἰ ζῶμεν πνεύματι πνεύματι καὶ στοιχῶμεν
Gal 5:26μὴ γινώμεθα κενόδοξοι ἀλλήλους προκαλούμενοι ἀλλήλοις φθονοῦντες
Translation Copyright Logo

The Textus Receptus (latin, "Received Text") is the Greek text originally compiled by Erasmus around 1516. Though the earliest work was prepared by Desiderius Erasmus, his work was later revised by Robert Estienne (or, Stephanus) and further revised by Theodore Beza. The text produced by each is substantially the same, aside from some minor variations. The Blue Letter Bible utilizes Stephanus' edition from 1550.

Galatians Chapter 5 — Additional Translations: