Previous Chapter Full Page Full Page Next Chapter

Γαλάτες (Galatians) 4 :: Textus Receptus (TR)

Gal 4:1Λέγω δέ ἐφ᾽ ὅσον χρόνον κληρονόμος νήπιός ἐστιν οὐδὲν διαφέρει δούλου κύριος πάντων ὤν
Gal 4:2ἀλλὰ ὑπὸ ἐπιτρόπους ἐστὶν καὶ οἰκονόμους ἄχρι τῆς προθεσμίας τοῦ πατρός
Gal 4:3οὕτως καὶ ἡμεῖς ὅτε ἦμεν νήπιοι ὑπὸ τὰ στοιχεῖα τοῦ κόσμου ἦμεν δεδουλωμένοι·
Gal 4:4ὅτε δὲ ἦλθεν τὸ πλήρωμα τοῦ χρόνου ἐξαπέστειλεν θεὸς τὸν υἱὸν αὐτοῦ γενόμενον ἐκ γυναικός γενόμενον ὑπὸ νόμον
Gal 4:5ἵνα τοὺς ὑπὸ νόμον ἐξαγοράσῃ ἵνα τὴν υἱοθεσίαν ἀπολάβωμεν
Gal 4:6Ὅτι δέ ἐστε υἱοί ἐξαπέστειλεν θεὸς τὸ πνεῦμα τοῦ υἱοῦ αὐτοῦ εἰς τὰς καρδίας ὑμῶν, κρᾶζον Αββα πατήρ
Gal 4:7ὥστε οὐκέτι εἶ δοῦλος ἀλλ᾽ υἱός· εἰ δὲ υἱός καὶ κληρονόμος θεοῦ διὰ Χριστοῦ
Gal 4:8Ἀλλὰ τότε μὲν οὐκ εἰδότες θεὸν ἐδουλεύσατε τοῖς μὴ φύσει οὖσιν θεοῖς·
Gal 4:9νῦν δὲ γνόντες θεόν μᾶλλον δὲ γνωσθέντες ὑπὸ θεοῦ πῶς ἐπιστρέφετε πάλιν ἐπὶ τὰ ἀσθενῆ καὶ πτωχὰ στοιχεῖα οἷς πάλιν ἄνωθεν δουλεύειν θέλετε
Gal 4:10ἡμέρας παρατηρεῖσθε καὶ μῆνας καὶ καιροὺς καὶ ἐνιαυτούς
Gal 4:11φοβοῦμαι ὑμᾶς μήπως εἰκῇ κεκοπίακα εἰς ὑμᾶς
Gal 4:12Γίνεσθε ὡς ἐγώ ὅτι κἀγὼ ὡς ὑμεῖς ἀδελφοί δέομαι ὑμῶν οὐδέν με ἠδικήσατε·
Gal 4:13οἴδατε δὲ ὅτι δι᾽ ἀσθένειαν τῆς σαρκὸς εὐηγγελισάμην ὑμῖν τὸ πρότερον
Gal 4:14καὶ τὸν πειρασμὸν μου τὸν ἐν τῇ σαρκί μοῦ οὐκ ἐξουθενήσατε οὐδὲ ἐξεπτύσατε ἀλλ᾽ ὡς ἄγγελον θεοῦ ἐδέξασθέ με ὡς Χριστὸν Ἰησοῦν
Gal 4:15τίς οὖν ἧν μακαρισμὸς ὑμῶν μαρτυρῶ γὰρ ὑμῖν ὅτι εἰ δυνατὸν τοὺς ὀφθαλμοὺς ὑμῶν ἐξορύξαντες ἂν ἐδώκατέ μοι
Gal 4:16ὥστε ἐχθρὸς ὑμῶν γέγονα ἀληθεύων ὑμῖν
Gal 4:17ζηλοῦσιν ὑμᾶς οὐ καλῶς ἀλλὰ ἐκκλεῖσαι ὑμᾶς θέλουσιν ἵνα αὐτοὺς ζηλοῦτε·
Gal 4:18καλὸν δὲ τὸ ζηλοῦσθαι ἐν καλῷ πάντοτε καὶ μὴ μόνον ἐν τῷ παρεῖναί με πρὸς ὑμᾶς
Gal 4:19τεκνία μου οὓς πάλιν ὠδίνω ἄχρις οὗ μορφωθῇ Χριστὸς ἐν ὑμῖν·
Gal 4:20ἤθελον δὲ παρεῖναι πρὸς ὑμᾶς ἄρτι καὶ ἀλλάξαι τὴν φωνήν μου ὅτι ἀποροῦμαι ἐν ὑμῖν
Gal 4:21Λέγετέ μοι οἱ ὑπὸ νόμον θέλοντες εἶναι τὸν νόμον οὐκ ἀκούετε
Gal 4:22γέγραπται γὰρ ὅτι Ἀβραὰμ δύο υἱοὺς ἔσχεν ἕνα ἐκ τῆς παιδίσκης καὶ ἕνα ἐκ τῆς ἐλευθέρας
Gal 4:23ἀλλ᾽ μὲν ἐκ τῆς παιδίσκης κατὰ σάρκα γεγέννηται δὲ ἐκ τῆς ἐλευθέρας διὰ τῆς ἐπαγγελίας
Gal 4:24ἅτινά ἐστιν ἀλληγορούμενα· αὗται γάρ εἰσιν αἱ δύο διαθῆκαι μία μὲν ἀπὸ ὄρους Σινᾶ εἰς δουλείαν γεννῶσα ἥτις ἐστὶν Ἁγάρ
Gal 4:25τὸ γὰρ Ἁγὰρ Σινᾶ ὄρος ἐστὶν ἐν τῇ Ἀραβίᾳ· συστοιχεῖ δὲ τῇ νῦν Ἰερουσαλήμ δουλεύει δὲ μετὰ τῶν τέκνων αὐτῆς
Gal 4:26 δὲ ἄνω Ἰερουσαλὴμ ἐλευθέρα ἐστίν ἥτις ἐστὶν μήτηρ πάντων ἡμῶν·
Gal 4:27γέγραπται γάρ Εὐφράνθητι στεῖρα οὐ τίκτουσα ῥῆξον καὶ βόησον οὐκ ὠδίνουσα· ὅτι πολλὰ τὰ τέκνα τῆς ἐρήμου μᾶλλον τῆς ἐχούσης τὸν ἄνδρα
Gal 4:28ἡμεῖς δέ ἀδελφοί κατὰ Ἰσαὰκ ἐπαγγελίας τέκνα ἐσμέν
Gal 4:29ἀλλ᾽ ὥσπερ τότε κατὰ σάρκα γεννηθεὶς ἐδίωκεν τὸν κατὰ πνεῦμα οὕτως καὶ νῦν
Gal 4:30ἀλλὰ τί λέγει γραφή Ἔκβαλε τὴν παιδίσκην καὶ τὸν υἱὸν αὐτῆς· οὐ γὰρ μὴ κληρονομήσῃ υἱὸς τῆς παιδίσκης μετὰ τοῦ υἱοῦ τῆς ἐλευθέρας
Gal 4:31ἄρα, ἀδελφοί οὐκ ἐσμὲν παιδίσκης τέκνα ἀλλὰ τῆς ἐλευθέρας
Translation Copyright Logo

The Textus Receptus (latin, "Received Text") is the Greek text originally compiled by Erasmus around 1516. Though the earliest work was prepared by Desiderius Erasmus, his work was later revised by Robert Estienne (or, Stephanus) and further revised by Theodore Beza. The text produced by each is substantially the same, aside from some minor variations. The Blue Letter Bible utilizes Stephanus' edition from 1550.

Galatians Chapter 4 — Additional Translations: