Previous Chapter Full Page Full Page Next Chapter

Κολοσσαείς (Colossians) 3 :: Textus Receptus (TR)

Col 3:1Εἰ οὖν συνηγέρθητε τῷ Χριστῷ τὰ ἄνω ζητεῖτε οὗ Χριστός ἐστιν ἐν δεξιᾷ τοῦ θεοῦ καθήμενος·
Col 3:2τὰ ἄνω φρονεῖτε μὴ τὰ ἐπὶ τῆς γῆς
Col 3:3ἀπεθάνετε γάρ καὶ ζωὴ ὑμῶν κέκρυπται σὺν τῷ Χριστῷ ἐν τῷ θεῷ·
Col 3:4ὅταν Χριστὸς φανερωθῇ ζωὴ ἡμῶν τότε καὶ ὑμεῖς σὺν αὐτῷ φανερωθήσεσθε ἐν δόξῃ
Col 3:5Νεκρώσατε οὖν τὰ μέλη ὑμῶν τὰ ἐπὶ τῆς γῆς πορνείαν ἀκαθαρσίαν πάθος ἐπιθυμίαν κακήν καὶ τὴν πλεονεξίαν ἥτις ἐστὶν εἰδωλολατρεία,
Col 3:6δι᾽ ἔρχεται ὀργὴ τοῦ θεοῦ ἐπὶ τοὺς υἱοὺς τῆς ἀπειθείας
Col 3:7ἐν οἷς καὶ ὑμεῖς περιεπατήσατέ ποτε ὅτε ἐζῆτε ἐν αὔτοις
Col 3:8νυνὶ δὲ ἀπόθεσθε καὶ ὑμεῖς τὰ πάντα ὀργήν θυμόν κακίαν βλασφημίαν αἰσχρολογίαν ἐκ τοῦ στόματος ὑμῶν·
Col 3:9μὴ ψεύδεσθε εἰς ἀλλήλους ἀπεκδυσάμενοι τὸν παλαιὸν ἄνθρωπον σὺν ταῖς πράξεσιν αὐτοῦ
Col 3:10καὶ ἐνδυσάμενοι τὸν νέον τὸν ἀνακαινούμενον εἰς ἐπίγνωσιν κατ᾽ εἰκόνα τοῦ κτίσαντος αὐτόν
Col 3:11ὅπου οὐκ ἔνι Ἕλλην καὶ Ἰουδαῖος περιτομὴ καὶ ἀκροβυστία βάρβαρος Σκύθης δοῦλος ἐλεύθερος ἀλλὰ τὰ πάντα καὶ ἐν πᾶσιν Χριστός
Col 3:12Ἐνδύσασθε οὖν ὡς ἐκλεκτοὶ τοῦ θεοῦ ἅγιοι καὶ ἠγαπημένοι σπλάγχνα οἰκτιρμῶν, χρηστότητα ταπεινοφροσύνην πρᾳότητα, μακροθυμίαν
Col 3:13ἀνεχόμενοι ἀλλήλων καὶ χαριζόμενοι ἑαυτοῖς ἐάν τις πρός τινα ἔχῃ μομφήν· καθὼς καὶ Χριστὸς ἐχαρίσατο ὑμῖν οὕτως καὶ ὑμεῖς·
Col 3:14ἐπὶ πᾶσιν δὲ τούτοις τὴν ἀγάπην ἥτις ἐστιν σύνδεσμος τῆς τελειότητος
Col 3:15καὶ εἰρήνη τοῦ Θεοῦ βραβευέτω ἐν ταῖς καρδίαις ὑμῶν εἰς ἣν καὶ ἐκλήθητε ἐν ἑνὶ σώματι· καὶ εὐχάριστοι γίνεσθε
Col 3:16 λόγος τοῦ Χριστοῦ ἐνοικείτω ἐν ὑμῖν πλουσίως ἐν πάσῃ σοφίᾳ διδάσκοντες καὶ νουθετοῦντες ἑαυτοὺς ψαλμοῖς καὶ ὕμνοις καὶ ᾠδαῖς πνευματικαῖς ἐν χάριτι ᾄδοντες ἐν τῇ καρδίᾳ ὑμῶν τῷ Κυρίῳ
Col 3:17καὶ πᾶν τι ἂν ποιῆτε ἐν λόγῳ ἐν ἔργῳ πάντα ἐν ὀνόματι κυρίου Ἰησοῦ εὐχαριστοῦντες τῷ θεῷ καὶ πατρὶ δι᾽ αὐτοῦ
Col 3:18Αἱ γυναῖκες ὑποτάσσεσθε τοῖς ἰδίοις ἀνδράσιν ὡς ἀνῆκεν ἐν κυρίῳ
Col 3:19Οἱ ἄνδρες ἀγαπᾶτε τὰς γυναῖκας καὶ μὴ πικραίνεσθε πρὸς αὐτάς
Col 3:20Τὰ τέκνα ὑπακούετε τοῖς γονεῦσιν κατὰ πάντα τοῦτο γὰρ ἐστιν εὐάρεστόν τῷ κυρίῳ
Col 3:21Οἱ πατέρες μὴ ἐρεθίζετε τὰ τέκνα ὑμῶν ἵνα μὴ ἀθυμῶσιν
Col 3:22Οἱ δοῦλοι ὑπακούετε κατὰ πάντα τοῖς κατὰ σάρκα κυρίοις μὴ ἐν ὀφθαλμοδουλείαις ὡς ἀνθρωπάρεσκοι ἀλλ᾽ ἐν ἁπλότητι καρδίας φοβούμενοι τὸν Θεόν·
Col 3:23καὶ πᾶν τι ἐὰν ποιῆτε ἐκ ψυχῆς ἐργάζεσθε ὡς τῷ κυρίῳ καὶ οὐκ ἀνθρώποις
Col 3:24εἰδότες ὅτι ἀπὸ κυρίου ἀπολήψεσθε τὴν ἀνταπόδοσιν τῆς κληρονομίας τῷ γὰρ κυρίῳ Χριστῷ δουλεύετε·
Col 3:25 δὲ ἀδικῶν κομιεῖται ἠδίκησεν καὶ οὐκ ἔστιν προσωποληψία
Translation Copyright Logo

The Textus Receptus (latin, "Received Text") is the Greek text originally compiled by Erasmus around 1516. Though the earliest work was prepared by Desiderius Erasmus, his work was later revised by Robert Estienne (or, Stephanus) and further revised by Theodore Beza. The text produced by each is substantially the same, aside from some minor variations. The Blue Letter Bible utilizes Stephanus' edition from 1550.

Colossians Chapter 3 — Additional Translations: