Previous Chapter Full Page Full Page Next Chapter

Πράξεις (Acts) 3 :: Textus Receptus (TR)

Act 3:1ἐπὶ τὸ αὐτό δὲ Πέτρος καὶ Ἰωάννης ἀνέβαινον εἰς τὸ ἱερὸν Ἐπὶ τὴν ὥραν τῆς προσευχῆς τὴν ἐννάτην
Act 3:2καί τις ἀνὴρ χωλὸς ἐκ κοιλίας μητρὸς αὐτοῦ ὑπάρχων ἐβαστάζετο ὃν ἐτίθουν καθ᾽ ἡμέραν πρὸς τὴν θύραν τοῦ ἱεροῦ τὴν λεγομένην Ὡραίαν τοῦ αἰτεῖν ἐλεημοσύνην παρὰ τῶν εἰσπορευομένων εἰς τὸ ἱερόν·
Act 3:3ὃς ἰδὼν Πέτρον καὶ Ἰωάννην μέλλοντας εἰσιέναι εἰς τὸ ἱερὸν ἠρώτα ἐλεημοσύνην λαβεῖν
Act 3:4ἀτενίσας δὲ Πέτρος εἰς αὐτὸν σὺν τῷ Ἰωάννῃ εἶπεν Βλέψον εἰς ἡμᾶς
Act 3:5 δὲ ἐπεῖχεν αὐτοῖς προσδοκῶν τι παρ᾽ αὐτῶν λαβεῖν
Act 3:6εἶπεν δὲ Πέτρος Ἀργύριον καὶ χρυσίον οὐχ ὑπάρχει μοι δὲ ἔχω τοῦτό σοι δίδωμι· ἐν τῷ ὀνόματι Ἰησοῦ Χριστοῦ τοῦ Ναζωραίου ἐγεῖραι καὶ περιπάτει
Act 3:7καὶ πιάσας αὐτὸν τῆς δεξιᾶς χειρὸς ἤγειρεν παραχρῆμα δὲ ἐστερεώθησαν αὐτοῦ αἱ βάσεις καὶ τὰ σφῦρα
Act 3:8καὶ ἐξαλλόμενος ἔστη καὶ περιεπάτει καὶ εἰσῆλθεν σὺν αὐτοῖς εἰς τὸ ἱερὸν περιπατῶν καὶ ἁλλόμενος καὶ αἰνῶν τὸν θεόν
Act 3:9καὶ εἶδεν αὐτὸν πᾶς λαὸς περιπατοῦντα καὶ αἰνοῦντα τὸν θεόν·
Act 3:10ἐπεγίνωσκον τε αὐτὸν ὅτι οὑτὸς ἦν πρὸς τὴν ἐλεημοσύνην καθήμενος ἐπὶ τῇ Ὡραίᾳ Πύλῃ τοῦ ἱεροῦ καὶ ἐπλήσθησαν θάμβους καὶ ἐκστάσεως ἐπὶ τῷ συμβεβηκότι αὐτῷ
Act 3:11Κρατοῦντος δὲ τοῦ ἰαθἐντος χωλοῦ τὸν Πέτρον καὶ Ἰωάννην συνέδραμεν πρὸς αὐτοὺς πᾶς λαὸς ἐπὶ τῇ στοᾷ τῇ καλουμένῃ Σολομῶντος ἔκθαμβοι
Act 3:12ἰδὼν δὲ Πέτρος ἀπεκρίνατο πρὸς τὸν λαόν Ἄνδρες Ἰσραηλῖται τί θαυμάζετε ἐπὶ τούτῳ ἡμῖν τί ἀτενίζετε ὡς ἰδίᾳ δυνάμει εὐσεβείᾳ πεποιηκόσιν τοῦ περιπατεῖν αὐτόν
Act 3:13 θεὸς Ἀβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰακώβ θεὸς τῶν πατέρων ἡμῶν ἐδόξασεν τὸν παῖδα αὐτοῦ Ἰησοῦν ὃν ὑμεῖς παρεδώκατε καὶ ἠρνήσασθε αὐτόν κατὰ πρόσωπον Πιλάτου κρίναντος ἐκείνου ἀπολύειν·
Act 3:14ὑμεῖς δὲ τὸν ἅγιον καὶ δίκαιον ἠρνήσασθε καὶ ᾐτήσασθε ἄνδρα φονέα χαρισθῆναι ὑμῖν
Act 3:15τὸν δὲ ἀρχηγὸν τῆς ζωῆς ἀπεκτείνατε ὃν θεὸς ἤγειρεν ἐκ νεκρῶν οὗ ἡμεῖς μάρτυρές ἐσμεν
Act 3:16καὶ ἐπὶ τῇ πίστει τοῦ ὀνόματος αὐτοῦ τοῦτον ὃν θεωρεῖτε καὶ οἴδατε ἐστερέωσεν τὸ ὄνομα αὐτοῦ καὶ πίστις δι᾽ αὐτοῦ ἔδωκεν αὐτῷ τὴν ὁλοκληρίαν ταύτην ἀπέναντι πάντων ὑμῶν
Act 3:17καὶ νῦν ἀδελφοί οἶδα ὅτι κατὰ ἄγνοιαν ἐπράξατε ὥσπερ καὶ οἱ ἄρχοντες ὑμῶν·
Act 3:18 δὲ θεὸς προκατήγγειλεν διὰ στόματος πάντων τῶν προφητῶν αὐτοῦ παθεῖν τὸν Χριστὸν ἐπλήρωσεν οὕτως
Act 3:19μετανοήσατε οὖν καὶ ἐπιστρέψατε εἰς τὸ ἐξαλειφθῆναι ὑμῶν τὰς ἁμαρτίας ὅπως ἄν ἔλθωσιν καιροί ἀναψύξεως ἀπό προσώπου τοῦ κυρίου
Act 3:20καὶ ἀποστείλῃ τὸν προκεκηρυγμένον ὑμῖν Ἰησοῦν Χριστόν
Act 3:21ὃν δεῖ οὐρανὸν μὲν δέξασθαι ἄχρι χρόνων ἀποκαταστάσεως πάντων ὧν ἐλάλησεν θεὸς διὰ στόματος πάντων, ἁγίων αὐτοῦ προφητῶν ἀπ᾽ αἰῶνος
Act 3:22Μωσῆς μὲν γὰρ πρὸς τούς πατέρας εἶπεν ὅτι Προφήτην ὑμῖν ἀναστήσει κύριος θεὸς ὑμῶν ἐκ τῶν ἀδελφῶν ὑμῶν ὡς ἐμέ· αὐτοῦ ἀκούσεσθε κατὰ πάντα ὅσα ἂν λαλήσῃ πρὸς ὑμᾶς
Act 3:23ἔσται δὲ πᾶσα ψυχὴ ἥτις ἂν μὴ ἀκούσῃ τοῦ προφήτου ἐκείνου ἐξολοθρευθήσεται ἐκ τοῦ λαοῦ
Act 3:24καὶ πάντες δὲ οἱ προφῆται ἀπὸ Σαμουὴλ καὶ τῶν καθεξῆς ὅσοι ἐλάλησαν καὶ προκατήγγειλαν τὰς ἡμέρας ταύτας
Act 3:25ὑμεῖς ἐστε υἱοὶ τῶν προφητῶν καὶ τῆς διαθήκης ἡς διέθετο θεὸς πρὸς τοὺς πατέρας ἡμῶν λέγων πρὸς Ἀβραάμ, Καὶ τῷ σπέρματί σου ἐνευλογηθήσονται πᾶσαι αἱ πατριαὶ τῆς γῆς
Act 3:26ὑμῖν πρῶτον θεὸς ἀναστήσας τὸν παῖδα αὐτοῦ Ἰησοῦν, ἀπέστειλεν αὐτὸν εὐλογοῦντα ὑμᾶς ἐν τῷ ἀποστρέφειν ἕκαστον ἀπὸ τῶν πονηριῶν ὑμῶν
Translation Copyright Logo

The Textus Receptus (latin, "Received Text") is the Greek text originally compiled by Erasmus around 1516. Though the earliest work was prepared by Desiderius Erasmus, his work was later revised by Robert Estienne (or, Stephanus) and further revised by Theodore Beza. The text produced by each is substantially the same, aside from some minor variations. The Blue Letter Bible utilizes Stephanus' edition from 1550.

Acts Chapter 3 — Additional Translations: