Previous Chapter Full Page Full Page Next Chapter

Πράξεις (Acts) 16 :: Textus Receptus (TR)

Act 16:1Κατήντησεν δὲ εἰς Δέρβην καὶ Λύστραν καὶ ἰδού, μαθητής τις ἦν ἐκεῖ ὀνόματι Τιμόθεος υἱὸς γυναικὸς τινος Ἰουδαίας πιστῆς πατρὸς δὲ Ἕλληνος
Act 16:2ὃς ἐμαρτυρεῖτο ὑπὸ τῶν ἐν Λύστροις καὶ Ἰκονίῳ ἀδελφῶν
Act 16:3τοῦτον ἠθέλησεν Παῦλος σὺν αὐτῷ ἐξελθεῖν καὶ λαβὼν περιέτεμεν αὐτὸν διὰ τοὺς Ἰουδαίους τοὺς ὄντας ἐν τοῖς τόποις ἐκείνοις· ᾔδεισαν γὰρ ἅπαντες τὸν πατὲρα αὐτοῦ ὅτι Ἕλλην ὑπῆρχεν
Act 16:4ὡς δὲ διεπορεύοντο τὰς πόλεις παρεδίδουν αὐτοῖς φυλάσσειν τὰ δόγματα τὰ κεκριμένα ὑπὸ τῶν ἀποστόλων καὶ τῶν πρεσβυτέρων τῶν ἐν Ἰερουσαλήμ
Act 16:5αἱ μὲν οὖν ἐκκλησίαι ἐστερεοῦντο τῇ πίστει καὶ ἐπερίσσευον τῷ ἀριθμῷ καθ᾽ ἡμέραν
Act 16:6διελθόντες δὲ τὴν Φρυγίαν καὶ τὴν Γαλατικὴν χώραν κωλυθέντες ὑπὸ τοῦ ἁγίου πνεύματος λαλῆσαι τὸν λόγον ἐν τῇ Ἀσίᾳ·
Act 16:7ἐλθόντες κατὰ τὴν Μυσίαν ἐπείραζον κατὰ τὴν Βιθυνίαν πορεύεσθαι· καὶ οὐκ εἴασεν αὐτοὺς τὸ πνεῦμα
Act 16:8παρελθόντες δὲ τὴν Μυσίαν κατέβησαν εἰς Τρῳάδα
Act 16:9καὶ ὅραμα διὰ τῆς νυκτὸς ὤφθη τῷ Παύλῳ ἀνὴρ τις ἦν Μακεδών ἑστὼς παρακαλῶν αὐτὸν καὶ λέγων, Διαβὰς εἰς Μακεδονίαν βοήθησον ἡμῖν
Act 16:10ὡς δὲ τὸ ὅραμα εἶδεν εὐθέως ἐζητήσαμεν ἐξελθεῖν εἰς τὴν Μακεδονίαν συμβιβάζοντες ὅτι προσκέκληται ἡμᾶς Κύριος εὐαγγελίσασθαι αὐτούς
Act 16:11Ἀναχθέντες οὖν ἀπὸ τὴς Τρῳάδος εὐθυδρομήσαμεν εἰς Σαμοθρᾴκην τῇ τε ἐπιούσῃ εἰς Νεάπολιν
Act 16:12ἐκειθέν τε εἰς Φιλίππους ἥτις ἐστὶν πρώτη τῆς μερίδος τὴς Μακεδονίας πόλις κολωνία ἦμεν δὲ ἐν ταύτῃ τῇ πόλει διατρίβοντες ἡμέρας τινάς
Act 16:13τῇ τε ἡμέρᾳ τῶν σαββάτων ἐξήλθομεν ἔξω τῆς πόλεως παρὰ ποταμὸν οὗ ἐνομίζετο προσευχή εἶναι καὶ καθίσαντες ἐλαλοῦμεν ταῖς συνελθούσαις γυναιξίν
Act 16:14καί τις γυνὴ ὀνόματι Λυδία πορφυρόπωλις πόλεως Θυατείρων σεβομένη τὸν θεόν ἤκουεν ἡς κύριος διήνοιξεν τὴν καρδίαν προσέχειν τοῖς λαλουμένοις ὑπὸ τοῦ Παύλου
Act 16:15ὡς δὲ ἐβαπτίσθη καὶ οἶκος αὐτῆς παρεκάλεσεν λέγουσα Εἰ κεκρίκατέ με πιστὴν τῷ κυρίῳ εἶναι εἰσελθόντες εἰς τὸν οἶκόν μου μείνατε καὶ παρεβιάσατο ἡμᾶς
Act 16:16Ἐγένετο δὲ πορευομένων ἡμῶν εἰς προσευχὴν παιδίσκην τινὰ ἔχουσαν πνεῦμα Πύθωνος ἀπαντῆσαι ἡμῖν ἥτις ἐργασίαν πολλὴν παρεῖχεν τοῖς κυρίοις αὐτῆς μαντευομένη
Act 16:17αὕτη κατακολουθήσασα τῷ Παύλῳ καὶ ἡμῖν ἔκραζεν λέγουσα Οὗτοι οἱ ἄνθρωποι δοῦλοι τοῦ θεοῦ τοῦ ὑψίστου εἰσίν οἵτινες καταγγέλλουσιν ἡμῖν, ὁδὸν σωτηρίας
Act 16:18τοῦτο δὲ ἐποίει ἐπὶ πολλὰς ἡμέρας διαπονηθεὶς δὲ Παῦλος καὶ ἐπιστρέψας τῷ πνεύματι εἶπεν Παραγγέλλω σοι ἐν τῷ ὀνόματι Ἰησοῦ Χριστοῦ ἐξελθεῖν ἀπ᾽ αὐτῆς· καὶ ἐξῆλθεν αὐτῇ τῇ ὥρᾳ
Act 16:19ἰδόντες δὲ οἱ κύριοι αὐτῆς ὅτι ἐξῆλθεν ἐλπὶς τῆς ἐργασίας αὐτῶν ἐπιλαβόμενοι τὸν Παῦλον καὶ τὸν Σιλᾶν εἵλκυσαν εἰς τὴν ἀγορὰν ἐπὶ τοὺς ἄρχοντας
Act 16:20καὶ προσαγαγόντες αὐτοὺς τοῖς στρατηγοῖς εἶπον, Οὗτοι οἱ ἄνθρωποι ἐκταράσσουσιν ἡμῶν τὴν πόλιν Ἰουδαῖοι ὑπάρχοντες
Act 16:21καὶ καταγγέλλουσιν ἔθη οὐκ ἔξεστιν ἡμῖν παραδέχεσθαι οὐδὲ ποιεῖν Ῥωμαίοις οὖσιν
Act 16:22καὶ συνεπέστη ὄχλος κατ᾽ αὐτῶν καὶ οἱ στρατηγοὶ περιρρήξαντες αὐτῶν τὰ ἱμάτια ἐκέλευον ῥαβδίζειν
Act 16:23πολλάς τε ἐπιθέντες αὐτοῖς πληγὰς ἔβαλον εἰς φυλακήν παραγγείλαντες τῷ δεσμοφύλακι ἀσφαλῶς τηρεῖν αὐτούς
Act 16:24ὃς παραγγελίαν τοιαύτην εἰληφως ἔβαλεν αὐτοὺς εἰς τὴν ἐσωτέραν φυλακὴν καὶ τοὺς πόδας αὐτῶν ἠσφαλίσατο εἰς τὸ ξύλον
Act 16:25Κατὰ δὲ τὸ μεσονύκτιον Παῦλος καὶ Σιλᾶς προσευχόμενοι ὕμνουν τὸν θεόν ἐπηκροῶντο δὲ αὐτῶν οἱ δέσμιοι·
Act 16:26ἄφνω δὲ σεισμὸς ἐγένετο μέγας ὥστε σαλευθῆναι τὰ θεμέλια τοῦ δεσμωτηρίου· ἀνεῴχθησαν τε παραχρῆμα αἱ θύραι πᾶσαι καὶ πάντων τὰ δεσμὰ ἀνέθη
Act 16:27ἔξυπνος δὲ γενόμενος δεσμοφύλαξ καὶ ἰδὼν ἀνεῳγμένας τὰς θύρας τῆς φυλακῆς σπασάμενος μάχαιραν ἔμελλεν ἑαυτὸν ἀναιρεῖν νομίζων ἐκπεφευγέναι τοὺς δεσμίους
Act 16:28ἐφώνησεν δὲ φωνῇ μεγάλῃ Παῦλος λέγων, Μηδὲν πράξῃς σεαυτῷ κακόν ἅπαντες γάρ ἐσμεν ἐνθάδε
Act 16:29αἰτήσας δὲ φῶτα εἰσεπήδησεν καὶ ἔντρομος γενόμενος προσέπεσεν τῷ Παύλῳ καὶ τῷ Σιλᾷ
Act 16:30καὶ προαγαγὼν αὐτοὺς ἔξω ἔφη Κύριοι τί με δεῖ ποιεῖν ἵνα σωθῶ
Act 16:31οἱ δὲ εἶπον, Πίστευσον ἐπὶ τὸν κύριον Ἰησοῦν Χριστὸν, καὶ σωθήσῃ σὺ καὶ οἶκός σου
Act 16:32καὶ ἐλάλησαν αὐτῷ τὸν λόγον τοῦ κυρίου καὶ πᾶσιν τοῖς ἐν τῇ οἰκίᾳ αὐτοῦ
Act 16:33καὶ παραλαβὼν αὐτοὺς ἐν ἐκείνῃ τῇ ὥρᾳ τῆς νυκτὸς ἔλουσεν ἀπὸ τῶν πληγῶν καὶ ἐβαπτίσθη αὐτὸς καὶ οἱ αὐτοῦ πάντες παραχρῆμα
Act 16:34ἀναγαγών τε αὐτοὺς εἰς τὸν οἶκον αὑτοῦ, παρέθηκεν τράπεζαν καὶ ἠγαλλιάσατο πανοικὶ πεπιστευκὼς τῷ θεῷ
Act 16:35Ἡμέρας δὲ γενομένης ἀπέστειλαν οἱ στρατηγοὶ τοὺς ῥαβδούχους λέγοντες Ἀπόλυσον τοὺς ἀνθρώπους ἐκείνους
Act 16:36ἀπήγγειλεν δὲ δεσμοφύλαξ τοὺς λόγους τούτους πρὸς τὸν Παῦλον ὅτι ἀπεστάλκασιν οἱ στρατηγοὶ ἵνα ἀπολυθῆτε· νῦν οὖν ἐξελθόντες πορεύεσθε ἐν εἰρήνῃ
Act 16:37 δὲ Παῦλος ἔφη πρὸς αὐτούς Δείραντες ἡμᾶς δημοσίᾳ ἀκατακρίτους ἀνθρώπους Ῥωμαίους ὑπάρχοντας ἔβαλον εἰς φυλακήν καὶ νῦν λάθρᾳ ἡμᾶς ἐκβάλλουσιν οὐ γάρ ἀλλὰ ἐλθόντες αὐτοὶ ἡμᾶς ἐξαγαγέτωσαν
Act 16:38ἀνήγγειλάν δὲ τοῖς στρατηγοῖς οἱ ῥαβδοῦχοι τὰ ῥήματα ταῦτα καὶ ἐφοβήθησαν ἀκούσαντες ὅτι Ῥωμαῖοί εἰσιν
Act 16:39καὶ ἐλθόντες παρεκάλεσαν αὐτούς καὶ ἐξαγαγόντες ἠρώτων ἐξελθεῖν τῆς πόλεως
Act 16:40ἐξελθόντες δὲ ἐκ τῆς φυλακῆς εἰσῆλθον εἰς τὴν Λυδίαν καὶ ἰδόντες τοὺς ἀδελφοὺς παρεκάλεσαν αὐτοῦς, καὶ ἐξῆλθον
Translation Copyright Logo

The Textus Receptus (latin, "Received Text") is the Greek text originally compiled by Erasmus around 1516. Though the earliest work was prepared by Desiderius Erasmus, his work was later revised by Robert Estienne (or, Stephanus) and further revised by Theodore Beza. The text produced by each is substantially the same, aside from some minor variations. The Blue Letter Bible utilizes Stephanus' edition from 1550.

Acts Chapter 16 — Additional Translations: