Previous Chapter Full Page Full Page Next Chapter

Β΄ Θεσσαλονικείς (2 Thessalonians) 3 :: Textus Receptus (TR)

2Th 3:1Τὸ λοιπὸν προσεύχεσθε ἀδελφοί περὶ ἡμῶν ἵνα λόγος τοῦ κυρίου τρέχῃ καὶ δοξάζηται καθὼς καὶ πρὸς ὑμᾶς
2Th 3:2καὶ ἵνα ῥυσθῶμεν ἀπὸ τῶν ἀτόπων καὶ πονηρῶν ἀνθρώπων· οὐ γὰρ πάντων πίστις
2Th 3:3πιστὸς δέ ἐστιν κύριος ὃς στηρίξει ὑμᾶς καὶ φυλάξει ἀπὸ τοῦ πονηροῦ
2Th 3:4πεποίθαμεν δὲ ἐν κυρίῳ ἐφ᾽ ὑμᾶς ὅτι παραγγέλλομεν ὑμῖν, καὶ ποιεῖτε καὶ ποιήσετε
2Th 3:5 δὲ κύριος κατευθύναι ὑμῶν τὰς καρδίας εἰς τὴν ἀγάπην τοῦ θεοῦ καὶ εἰς ὑπομονὴν τοῦ Χριστοῦ
2Th 3:6Παραγγέλλομεν δὲ ὑμῖν ἀδελφοί ἐν ὀνόματι τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ στέλλεσθαι ὑμᾶς ἀπὸ παντὸς ἀδελφοῦ ἀτάκτως περιπατοῦντος καὶ μὴ κατὰ τὴν παράδοσιν ἣν παρέλαβεν παρ᾽ ἡμῶν
2Th 3:7αὐτοὶ γὰρ οἴδατε πῶς δεῖ μιμεῖσθαι ἡμᾶς ὅτι οὐκ ἠτακτήσαμεν ἐν ὑμῖν
2Th 3:8οὐδὲ δωρεὰν ἄρτον ἐφάγομεν παρά τινος ἀλλ᾽ ἐν κόπῳ καὶ μόχθῳ νύκτα καὶ ἡμέραν ἐργαζόμενοι πρὸς τὸ μὴ ἐπιβαρῆσαί τινα ὑμῶν·
2Th 3:9οὐχ ὅτι οὐκ ἔχομεν ἐξουσίαν ἀλλ᾽ ἵνα ἑαυτοὺς τύπον δῶμεν ὑμῖν εἰς τὸ μιμεῖσθαι ἡμᾶς
2Th 3:10καὶ γὰρ ὅτε ἦμεν πρὸς ὑμᾶς τοῦτο παρηγγέλλομεν ὑμῖν ὅτι εἴ τις οὐ θέλει ἐργάζεσθαι μηδὲ ἐσθιέτω
2Th 3:11ἀκούομεν γάρ τινας περιπατοῦντας ἐν ὑμῖν ἀτάκτως μηδὲν ἐργαζομένους ἀλλὰ περιεργαζομένους·
2Th 3:12τοῖς δὲ τοιούτοις παραγγέλλομεν καὶ παρακαλοῦμεν διὰ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστου, ἵνα μετὰ ἡσυχίας ἐργαζόμενοι τὸν ἑαυτῶν ἄρτον ἐσθίωσιν
2Th 3:13Ὑμεῖς δέ ἀδελφοί μὴ ἐκκακήσητε καλοποιοῦντες
2Th 3:14εἰ δέ τις οὐχ ὑπακούει τῷ λόγῳ ἡμῶν διὰ τῆς ἐπιστολῆς τοῦτον σημειοῦσθε καὶ μὴ συναναμίγνυσθε αὐτῷ ἵνα ἐντραπῇ·
2Th 3:15καὶ μὴ ὡς ἐχθρὸν ἡγεῖσθε ἀλλὰ νουθετεῖτε ὡς ἀδελφόν
2Th 3:16Αὐτὸς δὲ κύριος τῆς εἰρήνης δῴη ὑμῖν τὴν εἰρήνην διὰ παντὸς ἐν παντὶ τρόπῳ κύριος μετὰ πάντων ὑμῶν
2Th 3:17 ἀσπασμὸς τῇ ἐμῇ χειρὶ Παύλου ἐστιν σημεῖον ἐν πάσῃ ἐπιστολῇ· οὕτως γράφω
2Th 3:18 χάρις τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ μετὰ πάντων ὑμῶν ἀμήν πρός Θεσσαλονικείς δευτέρᾳ ἐγράφη ἀπό Ἀθηνῶν
Translation Copyright Logo

The Textus Receptus (latin, "Received Text") is the Greek text originally compiled by Erasmus around 1516. Though the earliest work was prepared by Desiderius Erasmus, his work was later revised by Robert Estienne (or, Stephanus) and further revised by Theodore Beza. The text produced by each is substantially the same, aside from some minor variations. The Blue Letter Bible utilizes Stephanus' edition from 1550.

2 Thessalonians Chapter 3 — Additional Translations: