Previous Chapter Full Page Full Page Next Chapter

Β΄ Πέτρου (2 Peter) 1 :: Textus Receptus (TR)

2Pe 1:1Συμεὼν Πέτρος δοῦλος καὶ ἀπόστολος Ἰησοῦ Χριστοῦ τοῖς ἰσότιμον ἡμῖν λαχοῦσιν πίστιν ἐν δικαιοσύνῃ τοῦ θεοῦ ἡμῶν καὶ σωτῆρος Ἰησοῦ Χριστοῦ
2Pe 1:2χάρις ὑμῖν καὶ εἰρήνη πληθυνθείη ἐν ἐπιγνώσει τοῦ θεοῦ καὶ Ἰησοῦ τοῦ κυρίου ἡμῶν
2Pe 1:3Ὡς πάντα ἡμῖν τῆς θείας δυνάμεως αὐτοῦ τὰ πρὸς ζωὴν καὶ εὐσέβειαν δεδωρημένης διὰ τῆς ἐπιγνώσεως τοῦ καλέσαντος ἡμᾶς διὰ δόξης καὶ ἀρετῆς·
2Pe 1:4δι᾽ ὧν τὰ μέγιστα ἡμῖν καὶ τίμια ἐπαγγέλματα δεδώρηται ἵνα διὰ τούτων γένησθε θείας κοινωνοὶ φύσεως ἀποφυγόντες τῆς ἐν κόσμῳ ἐν ἐπιθυμίᾳ φθορᾶς
2Pe 1:5καὶ αὐτὸ τοῦτο δὲ σπουδὴν πᾶσαν παρεισενέγκαντες ἐπιχορηγήσατε ἐν τῇ πίστει ὑμῶν τὴν ἀρετήν ἐν δὲ τῇ ἀρετῇ τὴν γνῶσιν
2Pe 1:6ἐν δὲ τῇ γνώσει τὴν ἐγκράτειαν ἐν δὲ τῇ ἐγκρατείᾳ τὴν ὑπομονήν ἐν δὲ τῇ ὑπομονῇ τὴν εὐσέβειαν
2Pe 1:7ἐν δὲ τῇ εὐσεβείᾳ τὴν φιλαδελφίαν ἐν δὲ τῇ φιλαδελφίᾳ τὴν ἀγάπην
2Pe 1:8ταῦτα γὰρ ὑμῖν ὑπάρχοντα καὶ πλεονάζοντα οὐκ ἀργοὺς οὐδὲ ἀκάρπους καθίστησιν εἰς τὴν τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ ἐπίγνωσιν·
2Pe 1:9 γὰρ μὴ πάρεστιν ταῦτα τυφλός ἐστιν μυωπάζων λήθην λαβὼν τοῦ καθαρισμοῦ τῶν πάλαι αὐτοῦ ἁμαρτιῶν
2Pe 1:10διὸ μᾶλλον ἀδελφοί σπουδάσατε βεβαίαν ὑμῶν τὴν κλῆσιν καὶ ἐκλογὴν ποιεῖσθαι· ταῦτα γὰρ ποιοῦντες οὐ μὴ πταίσητέ ποτε
2Pe 1:11οὕτως γὰρ πλουσίως ἐπιχορηγηθήσεται ὑμῖν εἴσοδος εἰς τὴν αἰώνιον βασιλείαν τοῦ κυρίου ἡμῶν καὶ σωτῆρος Ἰησοῦ Χριστοῦ
2Pe 1:12Διὸ οὐκ ἀμελήσω ὑμᾶς ἀεὶ ὑπομιμνῄσκειν περὶ τούτων καίπερ εἰδότας καὶ ἐστηριγμένους ἐν τῇ παρούσῃ ἀληθείᾳ
2Pe 1:13δίκαιον δὲ ἡγοῦμαι ἐφ᾽ ὅσον εἰμὶ ἐν τούτῳ τῷ σκηνώματι διεγείρειν ὑμᾶς ἐν ὑπομνήσει
2Pe 1:14εἰδὼς ὅτι ταχινή ἐστιν ἀπόθεσις τοῦ σκηνώματός μου καθὼς καὶ κύριος ἡμῶν Ἰησοῦς Χριστὸς ἐδήλωσέν μοι
2Pe 1:15σπουδάσω δὲ καὶ ἑκάστοτε ἔχειν ὑμᾶς μετὰ τὴν ἐμὴν ἔξοδον τὴν τούτων μνήμην ποιεῖσθαι
2Pe 1:16Οὐ γὰρ σεσοφισμένοις μύθοις ἐξακολουθήσαντες ἐγνωρίσαμεν ὑμῖν τὴν τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ δύναμιν καὶ παρουσίαν ἀλλ᾽ ἐπόπται γενηθέντες τῆς ἐκείνου μεγαλειότητος
2Pe 1:17λαβὼν γὰρ παρὰ θεοῦ πατρὸς τιμὴν καὶ δόξαν φωνῆς ἐνεχθείσης αὐτῷ τοιᾶσδε ὑπὸ τῆς μεγαλοπρεποῦς δόξης οὗτός ἐστιν υἱός μου ἀγαπητός εἰς ὃν ἐγὼ εὐδόκησα
2Pe 1:18καὶ ταύτην τὴν φωνὴν ἡμεῖς ἠκούσαμεν ἐξ οὐρανοῦ ἐνεχθεῖσαν σὺν αὐτῷ ὄντες ἐν τῷ ὄρει τῷ ἁγίῳ
2Pe 1:19καὶ ἔχομεν βεβαιότερον τὸν προφητικὸν λόγον καλῶς ποιεῖτε προσέχοντες ὡς λύχνῳ φαίνοντι ἐν αὐχμηρῷ τόπῳ ἕως οὗ ἡμέρα διαυγάσῃ καὶ φωσφόρος ἀνατείλῃ ἐν ταῖς καρδίαις ὑμῶν
2Pe 1:20τοῦτο πρῶτον γινώσκοντες ὅτι πᾶσα προφητεία γραφῆς ἰδίας ἐπιλύσεως οὐ γίνεται·
2Pe 1:21οὐ γὰρ θελήματι ἀνθρώπου ἠνέχθη ποτέ προφητεία ἀλλ᾽ ὑπὸ πνεύματος ἁγίου φερόμενοι ἐλάλησαν οἱ ἅγιοι θεοῦ ἄνθρωποι
Translation Copyright Logo

The Textus Receptus (latin, "Received Text") is the Greek text originally compiled by Erasmus around 1516. Though the earliest work was prepared by Desiderius Erasmus, his work was later revised by Robert Estienne (or, Stephanus) and further revised by Theodore Beza. The text produced by each is substantially the same, aside from some minor variations. The Blue Letter Bible utilizes Stephanus' edition from 1550.

2 Peter Chapter 1 — Additional Translations: