Previous Chapter Full Page Full Page Next Chapter

Β΄ Κορινθίους (2 Corinthians) 6 :: Textus Receptus (TR)

2Co 6:1Συνεργοῦντες δὲ καὶ παρακαλοῦμεν μὴ εἰς κενὸν τὴν χάριν τοῦ θεοῦ δέξασθαι ὑμᾶς·
2Co 6:2λέγει γάρ Καιρῷ δεκτῷ ἐπήκουσά σου καὶ ἐν ἡμέρᾳ σωτηρίας ἐβοήθησά σοι ἰδού, νῦν καιρὸς εὐπρόσδεκτος ἰδού, νῦν ἡμέρα σωτηρίας
2Co 6:3μηδεμίαν ἐν μηδενὶ διδόντες προσκοπήν ἵνα μὴ μωμηθῇ διακονία
2Co 6:4ἀλλ᾽ ἐν παντὶ συνιστώντες ἑαυτοὺς ὡς θεοῦ διάκονοι ἐν ὑπομονῇ πολλῇ ἐν θλίψεσιν ἐν ἀνάγκαις ἐν στενοχωρίαις
2Co 6:5ἐν πληγαῖς ἐν φυλακαῖς ἐν ἀκαταστασίαις ἐν κόποις ἐν ἀγρυπνίαις ἐν νηστείαις
2Co 6:6ἐν ἁγνότητι ἐν γνώσει ἐν μακροθυμίᾳ ἐν χρηστότητι ἐν πνεύματι ἁγίῳ ἐν ἀγάπῃ ἀνυποκρίτῳ
2Co 6:7ἐν λόγῳ ἀληθείας ἐν δυνάμει θεοῦ· διὰ τῶν ὅπλων τῆς δικαιοσύνης τῶν δεξιῶν καὶ ἀριστερῶν
2Co 6:8διὰ δόξης καὶ ἀτιμίας διὰ δυσφημίας καὶ εὐφημίας· ὡς πλάνοι καὶ ἀληθεῖς
2Co 6:9ὡς ἀγνοούμενοι καὶ ἐπιγινωσκόμενοι ὡς ἀποθνῄσκοντες καὶ ἰδού, ζῶμεν ὡς παιδευόμενοι καὶ μὴ θανατούμενοι
2Co 6:10ὡς λυπούμενοι ἀεὶ δὲ χαίροντες ὡς πτωχοὶ πολλοὺς δὲ πλουτίζοντες ὡς μηδὲν ἔχοντες καὶ πάντα κατέχοντες
2Co 6:11Τὸ στόμα ἡμῶν ἀνέῳγεν πρὸς ὑμᾶς Κορίνθιοι καρδία ἡμῶν πεπλάτυνται·
2Co 6:12οὐ στενοχωρεῖσθε ἐν ἡμῖν στενοχωρεῖσθε δὲ ἐν τοῖς σπλάγχνοις ὑμῶν·
2Co 6:13τὴν δὲ αὐτὴν ἀντιμισθίαν ὡς τέκνοις λέγω πλατύνθητε καὶ ὑμεῖς
2Co 6:14Μὴ γίνεσθε ἑτεροζυγοῦντες ἀπίστοις· τίς γὰρ μετοχὴ δικαιοσύνῃ καὶ ἀνομίᾳ τίς δὲ κοινωνία φωτὶ πρὸς σκότος
2Co 6:15τίς δὲ συμφώνησις Χριστῷ πρὸς Βελιάρ τίς μερὶς πιστῷ μετὰ ἀπίστου
2Co 6:16τίς δὲ συγκατάθεσις ναῷ θεοῦ μετὰ εἰδώλων ὑμεῖς γὰρ ναὸς θεοῦ ἐστε ζῶντος καθὼς εἶπεν θεὸς ὅτι Ἐνοικήσω ἐν αὐτοῖς καὶ ἐμπεριπατήσω καὶ ἔσομαι αὐτῶν θεός καὶ αὐτοὶ ἔσονταί μοι λαός
2Co 6:17διὸ Ἐξέλθετε ἐκ μέσου αὐτῶν καὶ ἀφορίσθητε λέγει κύριος καὶ ἀκαθάρτου μὴ ἅπτεσθε· κἀγὼ εἰσδέξομαι ὑμᾶς
2Co 6:18καὶ ἔσομαι ὑμῖν εἰς πατέρα καὶ ὑμεῖς ἔσεσθέ μοι εἰς υἱοὺς καὶ θυγατέρας λέγει κύριος παντοκράτωρ
Translation Copyright Logo

The Textus Receptus (latin, "Received Text") is the Greek text originally compiled by Erasmus around 1516. Though the earliest work was prepared by Desiderius Erasmus, his work was later revised by Robert Estienne (or, Stephanus) and further revised by Theodore Beza. The text produced by each is substantially the same, aside from some minor variations. The Blue Letter Bible utilizes Stephanus' edition from 1550.

2 Corinthians Chapter 6 — Additional Translations: