Previous Chapter Full Page Full Page Next Chapter

Β΄ Κορινθίους (2 Corinthians) 4 :: Textus Receptus (TR)

2Co 4:1Διὰ τοῦτο ἔχοντες τὴν διακονίαν ταύτην καθὼς ἠλεήθημεν οὐκ ἐκκακοῦμεν·
2Co 4:2ἀλλ᾽ ἀπειπάμεθα τὰ κρυπτὰ τῆς αἰσχύνης μὴ περιπατοῦντες ἐν πανουργίᾳ μηδὲ δολοῦντες τὸν λόγον τοῦ θεοῦ ἀλλὰ τῇ φανερώσει τῆς ἀληθείας συνιστώντες ἑαυτοὺς πρὸς πᾶσαν συνείδησιν ἀνθρώπων ἐνώπιον τοῦ θεοῦ
2Co 4:3εἰ δὲ καὶ ἔστιν κεκαλυμμένον τὸ εὐαγγέλιον ἡμῶν ἐν τοῖς ἀπολλυμένοις ἐστὶν κεκαλυμμένον
2Co 4:4ἐν οἷς θεὸς τοῦ αἰῶνος τούτου ἐτύφλωσεν τὰ νοήματα τῶν ἀπίστων εἰς τὸ μὴ αὐγάσαι αὐτοῖς τὸν φωτισμὸν τοῦ εὐαγγελίου τῆς δόξης τοῦ Χριστοῦ ὅς ἐστιν εἰκὼν τοῦ θεοῦ
2Co 4:5οὐ γὰρ ἑαυτοὺς κηρύσσομεν ἀλλὰ Χριστὸν Ἰησοῦν κύριον ἑαυτοὺς δὲ δούλους ὑμῶν διὰ Ἰησοῦν
2Co 4:6ὅτι θεὸς εἰπών Ἐκ σκότους φῶς λάμψαι ὃς ἔλαμψεν ἐν ταῖς καρδίαις ἡμῶν πρὸς φωτισμὸν τῆς γνώσεως τῆς δόξης τοῦ θεοῦ ἐν προσώπῳ Ἰησοῦ Χριστοῦ
2Co 4:7Ἔχομεν δὲ τὸν θησαυρὸν τοῦτον ἐν ὀστρακίνοις σκεύεσιν ἵνα ὑπερβολὴ τῆς δυνάμεως τοῦ θεοῦ καὶ μὴ ἐξ ἡμῶν·
2Co 4:8ἐν παντὶ θλιβόμενοι ἀλλ᾽ οὐ στενοχωρούμενοι ἀπορούμενοι ἀλλ᾽ οὐκ ἐξαπορούμενοι
2Co 4:9διωκόμενοι ἀλλ᾽ οὐκ ἐγκαταλειπόμενοι καταβαλλόμενοι ἀλλ᾽ οὐκ ἀπολλύμενοι
2Co 4:10πάντοτε τὴν νέκρωσιν τοῦ Κυρίου Ἰησοῦ ἐν τῷ σώματι περιφέροντες ἵνα καὶ ζωὴ τοῦ Ἰησοῦ ἐν τῷ σώματι ἡμῶν φανερωθῇ
2Co 4:11ἀεὶ γὰρ ἡμεῖς οἱ ζῶντες εἰς θάνατον παραδιδόμεθα διὰ Ἰησοῦν ἵνα καὶ ζωὴ τοῦ Ἰησοῦ φανερωθῇ ἐν τῇ θνητῇ σαρκὶ ἡμῶν
2Co 4:12ὥστε μὲν θάνατος ἐν ἡμῖν ἐνεργεῖται δὲ ζωὴ ἐν ὑμῖν
2Co 4:13ἔχοντες δὲ τὸ αὐτὸ πνεῦμα τῆς πίστεως κατὰ τὸ γεγραμμένον Ἐπίστευσα διὸ ἐλάλησα καὶ ἡμεῖς πιστεύομεν διὸ καὶ λαλοῦμεν
2Co 4:14εἰδότες ὅτι ἐγείρας τὸν κύριον Ἰησοῦν καὶ ἡμᾶς διὰ Ἰησοῦ ἐγερεῖ καὶ παραστήσει σὺν ὑμῖν
2Co 4:15τὰ γὰρ πάντα δι᾽ ὑμᾶς ἵνα χάρις πλεονάσασα διὰ τῶν πλειόνων τὴν εὐχαριστίαν περισσεύσῃ εἰς τὴν δόξαν τοῦ θεοῦ
2Co 4:16Διὸ οὐκ ἐκκακοῦμεν, ἀλλ᾽ εἰ καὶ ἔξω ἡμῶν ἄνθρωπος διαφθείρεται ἀλλ᾽ ἔσωθεν ἀνακαινοῦται ἡμέρᾳ καὶ ἡμέρᾳ
2Co 4:17τὸ γὰρ παραυτίκα ἐλαφρὸν τῆς θλίψεως ἡμῶν καθ᾽ ὑπερβολὴν εἰς ὑπερβολὴν αἰώνιον βάρος δόξης κατεργάζεται ἡμῖν
2Co 4:18μὴ σκοπούντων ἡμῶν τὰ βλεπόμενα ἀλλὰ τὰ μὴ βλεπόμενα· τὰ γὰρ βλεπόμενα πρόσκαιρα τὰ δὲ μὴ βλεπόμενα αἰώνια
Translation Copyright Logo

The Textus Receptus (latin, "Received Text") is the Greek text originally compiled by Erasmus around 1516. Though the earliest work was prepared by Desiderius Erasmus, his work was later revised by Robert Estienne (or, Stephanus) and further revised by Theodore Beza. The text produced by each is substantially the same, aside from some minor variations. The Blue Letter Bible utilizes Stephanus' edition from 1550.

2 Corinthians Chapter 4 — Additional Translations: