Previous Chapter Full Page Full Page Next Chapter

Β΄ Κορινθίους (2 Corinthians) 2 :: Textus Receptus (TR)

2Co 2:1ἔκρινα δὲ ἐμαυτῷ τοῦτο τὸ μὴ πάλιν ἐλθεῖν ἐν λύπῃ πρὸς ὑμᾶς
2Co 2:2εἰ γὰρ ἐγὼ λυπῶ ὑμᾶς καὶ τίς ἐστιν εὐφραίνων με εἰ μὴ λυπούμενος ἐξ ἐμοῦ
2Co 2:3καὶ ἔγραψα ὑμῖν τοῦτο αὐτὸ ἵνα μὴ ἐλθὼν λύπην ἔχω ἀφ᾽ ὧν ἔδει με χαίρειν πεποιθὼς ἐπὶ πάντας ὑμᾶς ὅτι ἐμὴ χαρὰ πάντων ὑμῶν ἐστιν
2Co 2:4ἐκ γὰρ πολλῆς θλίψεως καὶ συνοχῆς καρδίας ἔγραψα ὑμῖν διὰ πολλῶν δακρύων οὐχ ἵνα λυπηθῆτε ἀλλὰ τὴν ἀγάπην ἵνα γνῶτε ἣν ἔχω περισσοτέρως εἰς ὑμᾶς
2Co 2:5Εἰ δέ τις λελύπηκεν οὐκ ἐμὲ λελύπηκεν ἀλλ᾽ ἀπὸ μέρους ἵνα μὴ ἐπιβαρῶ πάντας ὑμᾶς
2Co 2:6ἱκανὸν τῷ τοιούτῳ ἐπιτιμία αὕτη ὑπὸ τῶν πλειόνων
2Co 2:7ὥστε τοὐναντίον μᾶλλον ὑμᾶς χαρίσασθαι καὶ παρακαλέσαι μήπως τῇ περισσοτέρᾳ λύπῃ καταποθῇ τοιοῦτος
2Co 2:8διὸ παρακαλῶ ὑμᾶς κυρῶσαι εἰς αὐτὸν ἀγάπην·
2Co 2:9εἰς τοῦτο γὰρ καὶ ἔγραψα ἵνα γνῶ τὴν δοκιμὴν ὑμῶν εἰ εἰς πάντα ὑπήκοοί ἐστε
2Co 2:10 δέ τι χαρίζεσθε καὶ ἐγὼ καὶ γὰρ ἐγώ· εἴ τι κεχάρισμαι κεχάρισμαι δι᾽ ὑμᾶς ἐν προσώπῳ Χριστοῦ
2Co 2:11ἵνα μὴ πλεονεκτηθῶμεν ὑπὸ τοῦ Σατανᾶ· οὐ γὰρ αὐτοῦ τὰ νοήματα ἀγνοοῦμεν
2Co 2:12Ἐλθὼν δὲ εἰς τὴν Τρῳάδα εἰς τὸ εὐαγγέλιον τοῦ Χριστοῦ καὶ θύρας μοι ἀνεῳγμένης ἐν κυρίῳ
2Co 2:13οὐκ ἔσχηκα ἄνεσιν τῷ πνεύματί μου τῷ μὴ εὑρεῖν με Τίτον τὸν ἀδελφόν μου ἀλλὰ ἀποταξάμενος αὐτοῖς ἐξῆλθον εἰς Μακεδονίαν
2Co 2:14Τῷ δὲ θεῷ χάρις τῷ πάντοτε θριαμβεύοντι ἡμᾶς ἐν τῷ Χριστῷ καὶ τὴν ὀσμὴν τῆς γνώσεως αὐτοῦ φανεροῦντι δι᾽ ἡμῶν ἐν παντὶ τόπῳ·
2Co 2:15ὅτι Χριστοῦ εὐωδία ἐσμὲν τῷ θεῷ ἐν τοῖς σῳζομένοις καὶ ἐν τοῖς ἀπολλυμένοις
2Co 2:16οἷς μὲν ὀσμὴ θανάτου εἰς θάνατον οἷς δὲ ὀσμὴ ζωῆς εἰς ζωήν καὶ πρὸς ταῦτα τίς ἱκανός
2Co 2:17οὐ γάρ ἐσμεν ὡς οἱ πολλοὶ καπηλεύοντες τὸν λόγον τοῦ θεοῦ ἀλλ᾽ ὡς ἐξ εἰλικρινείας ἀλλ᾽ ὡς ἐκ θεοῦ κατενώπιον τοῦ θεοῦ ἐν Χριστῷ λαλοῦμεν
Translation Copyright Logo

The Textus Receptus (latin, "Received Text") is the Greek text originally compiled by Erasmus around 1516. Though the earliest work was prepared by Desiderius Erasmus, his work was later revised by Robert Estienne (or, Stephanus) and further revised by Theodore Beza. The text produced by each is substantially the same, aside from some minor variations. The Blue Letter Bible utilizes Stephanus' edition from 1550.

2 Corinthians Chapter 2 — Additional Translations: