Previous Chapter Full Page Full Page Next Chapter

Β΄ Κορινθίους (2 Corinthians) 11 :: Textus Receptus (TR)

2Co 11:1Ὄφελον ἀνείχεσθέ μου μικρόν τῇ ἀφροσύνη ἀλλὰ καὶ ἀνέχεσθέ μου
2Co 11:2ζηλῶ γὰρ ὑμᾶς θεοῦ ζήλῳ ἡρμοσάμην γὰρ ὑμᾶς ἑνὶ ἀνδρὶ παρθένον ἁγνὴν παραστῆσαι τῷ Χριστῷ·
2Co 11:3φοβοῦμαι δὲ μήπως ὡς ὄφις Εὕαν ἐξηπάτησεν ἐν τῇ πανουργίᾳ αὐτοῦ οὕτως φθαρῇ τὰ νοήματα ὑμῶν ἀπὸ τῆς ἁπλότητος τῆς εἰς τὸν Χριστόν
2Co 11:4εἰ μὲν γὰρ ἐρχόμενος ἄλλον Ἰησοῦν κηρύσσει ὃν οὐκ ἐκηρύξαμεν πνεῦμα ἕτερον λαμβάνετε οὐκ ἐλάβετε εὐαγγέλιον ἕτερον οὐκ ἐδέξασθε καλῶς ἠνείχεσθε
2Co 11:5λογίζομαι γὰρ μηδὲν ὑστερηκέναι τῶν ὑπερ λίαν ἀποστόλων·
2Co 11:6εἰ δὲ καὶ ἰδιώτης τῷ λόγῳ ἀλλ᾽ οὐ τῇ γνώσει ἀλλ᾽ ἐν παντὶ φανερωθέντες ἐν πᾶσιν εἰς ὑμᾶς
2Co 11:7 ἁμαρτίαν ἐποίησα ἐμαυτὸν ταπεινῶν ἵνα ὑμεῖς ὑψωθῆτε ὅτι δωρεὰν τὸ τοῦ θεοῦ εὐαγγέλιον εὐηγγελισάμην ὑμῖν
2Co 11:8ἄλλας ἐκκλησίας ἐσύλησα λαβὼν ὀψώνιον πρὸς τὴν ὑμῶν διακονίαν
2Co 11:9καὶ παρὼν πρὸς ὑμᾶς καὶ ὑστερηθεὶς οὐ κατενάρκησα οὐδενός· τὸ γὰρ ὑστέρημά μου προσανεπλήρωσαν οἱ ἀδελφοὶ ἐλθόντες ἀπὸ Μακεδονίας καὶ ἐν παντὶ ἀβαρῆ ὑμῖν ἐμαυτὸν ἐτήρησα καὶ τηρήσω
2Co 11:10ἔστιν ἀλήθεια Χριστοῦ ἐν ἐμοὶ ὅτι καύχησις αὕτη οὐ σφραγίσεται εἰς ἐμὲ ἐν τοῖς κλίμασιν τῆς Ἀχαΐας
2Co 11:11δια τί ὅτι οὐκ ἀγαπῶ ὑμᾶς θεὸς οἶδεν
2Co 11:12 δὲ ποιῶ καὶ ποιήσω ἵνα ἐκκόψω τὴν ἀφορμὴν τῶν θελόντων ἀφορμήν ἵνα ἐν καυχῶνται εὑρεθῶσιν καθὼς καὶ ἡμεῖς
2Co 11:13οἱ γὰρ τοιοῦτοι ψευδαπόστολοι ἐργάται δόλιοι μετασχηματιζόμενοι εἰς ἀποστόλους Χριστοῦ
2Co 11:14καὶ οὐ θαυμαστόν· αὐτὸς γὰρ Σατανᾶς μετασχηματίζεται εἰς ἄγγελον φωτός
2Co 11:15οὐ μέγα οὖν εἰ καὶ οἱ διάκονοι αὐτοῦ μετασχηματίζονται ὡς διάκονοι δικαιοσύνης· ὧν τὸ τέλος ἔσται κατὰ τὰ ἔργα αὐτῶν
2Co 11:16Πάλιν λέγω μή τίς με δόξῃ ἄφρονα εἶναι· εἰ δὲ μήγε κἂν ὡς ἄφρονα δέξασθέ με ἵνα μικρόν τι κἀγὼ καυχήσωμαι
2Co 11:17 λαλῶ οὐ λαλῶ κατὰ κύριον ἀλλ᾽ ὡς ἐν ἀφροσύνῃ ἐν ταύτῃ τῇ ὑποστάσει τῆς καυχήσεως
2Co 11:18ἐπεὶ πολλοὶ καυχῶνται κατὰ τήν σάρκα κἀγὼ καυχήσομαι
2Co 11:19ἡδέως γὰρ ἀνέχεσθε τῶν ἀφρόνων φρόνιμοι ὄντες·
2Co 11:20ἀνέχεσθε γὰρ εἴ τις ὑμᾶς καταδουλοῖ εἴ τις κατεσθίει εἴ τις λαμβάνει εἴ τις ἐπαίρεται εἴ τις ὑμᾶς εἰς πρόσωπον δέρει
2Co 11:21κατὰ ἀτιμίαν λέγω ὡς ὅτι ἡμεῖς ἠσθενήσαμεν ἐν δ᾽ ἄν τις τολμᾷ ἐν ἀφροσύνῃ λέγω τολμῶ κἀγώ
2Co 11:22Ἑβραῖοί εἰσιν κἀγώ Ἰσραηλῖταί εἰσιν κἀγώ σπέρμα Ἀβραάμ εἰσιν κἀγώ
2Co 11:23διάκονοι Χριστοῦ εἰσιν παραφρονῶν λαλῶ ὑπὲρ ἐγώ· ἐν κόποις περισσοτέρως ἐν πληγαῖς ὑπερβαλλόντως ἐν φυλακαῖς περισσοτέρως ἐν θανάτοις πολλάκις
2Co 11:24ὑπὸ Ἰουδαίων πεντάκις τεσσαράκοντα παρὰ μίαν ἔλαβον
2Co 11:25τρὶς ἐρραβδίσθην, ἅπαξ ἐλιθάσθην τρὶς ἐναυάγησα νυχθήμερον ἐν τῷ βυθῷ πεποίηκα·
2Co 11:26ὁδοιπορίαις πολλάκις κινδύνοις ποταμῶν κινδύνοις λῃστῶν κινδύνοις ἐκ γένους κινδύνοις ἐξ ἐθνῶν κινδύνοις ἐν πόλει κινδύνοις ἐν ἐρημίᾳ κινδύνοις ἐν θαλάσσῃ κινδύνοις ἐν ψευδαδέλφοις
2Co 11:27ἐν κόπῳ καὶ μόχθῳ ἐν ἀγρυπνίαις πολλάκις ἐν λιμῷ καὶ δίψει ἐν νηστείαις πολλάκις ἐν ψύχει καὶ γυμνότητι·
2Co 11:28χωρὶς τῶν παρεκτὸς ἐπισύστασις μου καθ᾽ ἡμέραν μέριμνα πασῶν τῶν ἐκκλησιῶν
2Co 11:29τίς ἀσθενεῖ καὶ οὐκ ἀσθενῶ τίς σκανδαλίζεται καὶ οὐκ ἐγὼ πυροῦμαι
2Co 11:30Εἰ καυχᾶσθαι δεῖ τὰ τῆς ἀσθενείας μου καυχήσομαι
2Co 11:31 θεὸς καὶ πατὴρ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ οἶδεν ὢν εὐλογητὸς εἰς τοὺς αἰῶνας ὅτι οὐ ψεύδομαι
2Co 11:32ἐν Δαμασκῷ ἐθνάρχης Ἁρέτα τοῦ βασιλέως ἐφρούρει τὴν Δαμασκηνῶν πόλιν πιάσαι με θέλων·
2Co 11:33καὶ διὰ θυρίδος ἐν σαργάνῃ ἐχαλάσθην διὰ τοῦ τείχους καὶ ἐξέφυγον τὰς χεῖρας αὐτοῦ
Translation Copyright Logo

The Textus Receptus (latin, "Received Text") is the Greek text originally compiled by Erasmus around 1516. Though the earliest work was prepared by Desiderius Erasmus, his work was later revised by Robert Estienne (or, Stephanus) and further revised by Theodore Beza. The text produced by each is substantially the same, aside from some minor variations. The Blue Letter Bible utilizes Stephanus' edition from 1550.

2 Corinthians Chapter 11 — Additional Translations: