Previous Chapter Full Page Full Page Next Chapter

Α΄ Θεσσαλονικείς (1 Thessalonians) 3 :: Textus Receptus (TR)

1Th 3:1Διὸ μηκέτι στέγοντες εὐδοκήσαμεν καταλειφθῆναι ἐν Ἀθήναις μόνοι
1Th 3:2καὶ ἐπέμψαμεν Τιμόθεον τὸν ἀδελφὸν ἡμῶν καὶ διάκονον τοῦ θεοῦ καὶ συνεργὸν ἡμῶν ἐν τῷ εὐαγγελίῳ τοῦ Χριστοῦ εἰς τὸ στηρίξαι ὑμᾶς καὶ παρακαλέσαι ὑμᾶς περὶ τῆς πίστεως ὑμῶν
1Th 3:3τῷ μηδένα σαίνεσθαι ἐν ταῖς θλίψεσιν ταύταις αὐτοὶ γὰρ οἴδατε ὅτι εἰς τοῦτο κείμεθα·
1Th 3:4καὶ γὰρ ὅτε πρὸς ὑμᾶς ἦμεν προελέγομεν ὑμῖν ὅτι μέλλομεν θλίβεσθαι καθὼς καὶ ἐγένετο καὶ οἴδατε
1Th 3:5διὰ τοῦτο κἀγὼ μηκέτι στέγων ἔπεμψα εἰς τὸ γνῶναι τὴν πίστιν ὑμῶν μήπως ἐπείρασεν ὑμᾶς πειράζων καὶ εἰς κενὸν γένηται κόπος ἡμῶν
1Th 3:6Ἄρτι δὲ ἐλθόντος Τιμοθέου πρὸς ἡμᾶς ἀφ᾽ ὑμῶν καὶ εὐαγγελισαμένου ἡμῖν τὴν πίστιν καὶ τὴν ἀγάπην ὑμῶν καὶ ὅτι ἔχετε μνείαν ἡμῶν ἀγαθὴν πάντοτε ἐπιποθοῦντες ἡμᾶς ἰδεῖν καθάπερ καὶ ἡμεῖς ὑμᾶς
1Th 3:7διὰ τοῦτο παρεκλήθημεν ἀδελφοί ἐφ᾽ ὑμῖν ἐπὶ πάσῃ τῇ θλίψει καὶ ἀνάγκῃ ἡμῶν διὰ τῆς ὑμῶν πίστεως
1Th 3:8ὅτι νῦν ζῶμεν ἐὰν ὑμεῖς στήκητε ἐν κυρίῳ
1Th 3:9τίνα γὰρ εὐχαριστίαν δυνάμεθα τῷ θεῷ ἀνταποδοῦναι περὶ ὑμῶν ἐπὶ πάσῃ τῇ χαρᾷ χαίρομεν δι᾽ ὑμᾶς ἔμπροσθεν τοῦ θεοῦ ἡμῶν
1Th 3:10νυκτὸς καὶ ἡμέρας ὑπὲρ ἐκπερισσοῦ δεόμενοι εἰς τὸ ἰδεῖν ὑμῶν τὸ πρόσωπον καὶ καταρτίσαι τὰ ὑστερήματα τῆς πίστεως ὑμῶν
1Th 3:11Αὐτὸς δὲ θεὸς καὶ πατὴρ ἡμῶν καὶ κύριος ἡμῶν Ἰησοῦς Χριστός κατευθύναι τὴν ὁδὸν ἡμῶν πρὸς ὑμᾶς·
1Th 3:12ὑμᾶς δὲ κύριος πλεονάσαι καὶ περισσεύσαι τῇ ἀγάπῃ εἰς ἀλλήλους καὶ εἰς πάντας καθάπερ καὶ ἡμεῖς εἰς ὑμᾶς
1Th 3:13εἰς τὸ στηρίξαι ὑμῶν τὰς καρδίας ἀμέμπτους ἐν ἁγιωσύνῃ ἔμπροσθεν τοῦ θεοῦ καὶ πατρὸς ἡμῶν ἐν τῇ παρουσίᾳ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ μετὰ πάντων τῶν ἁγίων αὐτοῦ
Translation Copyright Logo

The Textus Receptus (latin, "Received Text") is the Greek text originally compiled by Erasmus around 1516. Though the earliest work was prepared by Desiderius Erasmus, his work was later revised by Robert Estienne (or, Stephanus) and further revised by Theodore Beza. The text produced by each is substantially the same, aside from some minor variations. The Blue Letter Bible utilizes Stephanus' edition from 1550.

1 Thessalonians Chapter 3 — Additional Translations: