Previous Chapter Full Page Full Page Next Chapter

Α΄ Πέτρου (1 Peter) 3 :: Textus Receptus (TR)

1Pe 3:1Ὁμοίως αἱ γυναῖκες ὑποτασσόμεναι τοῖς ἰδίοις ἀνδράσιν ἵνα καὶ εἴ τινες ἀπειθοῦσιν τῷ λόγῳ διὰ τῆς τῶν γυναικῶν ἀναστροφῆς ἄνευ λόγου κερδηθήσωνται
1Pe 3:2ἐποπτεύσαντες τὴν ἐν φόβῳ ἁγνὴν ἀναστροφὴν ὑμῶν
1Pe 3:3ὧν ἔστω οὐχ ἔξωθεν ἐμπλοκῆς τριχῶν καὶ περιθέσεως χρυσίων ἐνδύσεως ἱματίων κόσμος
1Pe 3:4ἀλλ᾽ κρυπτὸς τῆς καρδίας ἄνθρωπος ἐν τῷ ἀφθάρτῳ τοῦ πρᾳέος καὶ ἡσυχίου πνεύματος ἐστιν ἐνώπιον τοῦ θεοῦ πολυτελές
1Pe 3:5οὕτως γάρ ποτε καὶ αἱ ἅγιαι γυναῖκες αἱ ἐλπίζουσαι ἐπὶ τὸν θεὸν ἐκόσμουν ἑαυτάς ὑποτασσόμεναι τοῖς ἰδίοις ἀνδράσιν
1Pe 3:6ὡς Σάρρα ὑπήκουσεν τῷ Ἀβραάμ κύριον αὐτὸν καλοῦσα ἡς ἐγενήθητε τέκνα ἀγαθοποιοῦσαι καὶ μὴ φοβούμεναι μηδεμίαν πτόησιν
1Pe 3:7Οἱ ἄνδρες ὁμοίως συνοικοῦντες κατὰ γνῶσιν ὡς ἀσθενεστέρῳ σκεύει τῷ γυναικείῳ ἀπονέμοντες τιμήν ὡς καὶ συγκληρονόμοι χάριτος ζωῆς εἰς τὸ μὴ ἐκκόπτεσθαι τὰς προσευχὰς ὑμῶν
1Pe 3:8Τὸ δὲ τέλος πάντες ὁμόφρονες συμπαθεῖς φιλάδελφοι εὔσπλαγχνοι φιλόφρονες·
1Pe 3:9μὴ ἀποδιδόντες κακὸν ἀντὶ κακοῦ λοιδορίαν ἀντὶ λοιδορίας τοὐναντίον δὲ εὐλογοῦντες εἰδότες ὅτι εἰς τοῦτο ἐκλήθητε ἵνα εὐλογίαν κληρονομήσητε
1Pe 3:10 γὰρ θέλων ζωὴν ἀγαπᾶν καὶ ἰδεῖν ἡμέρας ἀγαθὰς παυσάτω τὴν γλῶσσαν αὐτοῦ ἀπὸ κακοῦ καὶ χείλη αὐτοῦ τοῦ μὴ λαλῆσαι δόλον
1Pe 3:11ἐκκλινάτω ἀπὸ κακοῦ καὶ ποιησάτω ἀγαθόν ζητησάτω εἰρήνην καὶ διωξάτω αὐτήν·
1Pe 3:12ὅτι οἵ ὀφθαλμοὶ κυρίου ἐπὶ δικαίους καὶ ὦτα αὐτοῦ εἰς δέησιν αὐτῶν πρόσωπον δὲ κυρίου ἐπὶ ποιοῦντας κακά
1Pe 3:13Καὶ τίς κακώσων ὑμᾶς ἐὰν τοῦ ἀγαθοῦ μιμηταὶ γένησθε
1Pe 3:14ἀλλ᾽ εἰ καὶ πάσχοιτε διὰ δικαιοσύνην μακάριοι τὸν δὲ φόβον αὐτῶν μὴ φοβηθῆτε μηδὲ ταραχθῆτε
1Pe 3:15κύριον δὲ τὸν Θεὸν ἁγιάσατε ἐν ταῖς καρδίαις ὑμῶν ἕτοιμοι δὲ ἀεὶ πρὸς ἀπολογίαν παντὶ τῷ αἰτοῦντι ὑμᾶς λόγον περὶ τῆς ἐν ὑμῖν ἐλπίδος μετά πραΰτητος καί φόβου
1Pe 3:16συνείδησιν ἔχοντες ἀγαθήν ἵνα ἐν καταλαλῶσιν ὑμῶν ὡς κακοποιων, καταισχυνθῶσιν οἱ ἐπηρεάζοντες ὑμῶν τὴν ἀγαθὴν ἐν Χριστῷ ἀναστροφήν
1Pe 3:17κρεῖττον γὰρ ἀγαθοποιοῦντας εἰ θέλει τὸ θέλημα τοῦ θεοῦ πάσχειν κακοποιοῦντας
1Pe 3:18ὅτι καὶ Χριστὸς ἅπαξ περὶ ἁμαρτιῶν ἔπαθεν δίκαιος ὑπὲρ ἀδίκων ἵνα ἡμᾶς προσαγάγῃ τῷ θεῷ θανατωθεὶς μὲν σαρκὶ ζῳοποιηθεὶς δὲ τῷ πνεύματι·
1Pe 3:19ἐν καὶ τοῖς ἐν φυλακῇ πνεύμασιν πορευθεὶς ἐκήρυξεν
1Pe 3:20ἀπειθήσασίν ποτε ὅτε ἅπαξ ἐξεδέχετο τοῦ θεοῦ μακροθυμία ἐν ἡμέραις Νῶε κατασκευαζομένης κιβωτοῦ εἰς ἣν ὀλίγαι, τοῦτ᾽ ἔστιν ὀκτὼ ψυχαί διεσώθησαν δι᾽ ὕδατος
1Pe 3:21 καὶ ἡμᾶς ἀντίτυπον νῦν σῴζει βάπτισμα οὐ σαρκὸς ἀπόθεσις ῥύπου ἀλλὰ συνειδήσεως ἀγαθῆς ἐπερώτημα εἰς θεόν δι᾽ ἀναστάσεως Ἰησοῦ Χριστοῦ
1Pe 3:22ὅς ἐστιν ἐν δεξιᾷ τοῦ θεοῦ πορευθεὶς εἰς οὐρανόν ὑποταγέντων αὐτῷ ἀγγέλων καὶ ἐξουσιῶν καὶ δυνάμεων
Translation Copyright Logo

The Textus Receptus (latin, "Received Text") is the Greek text originally compiled by Erasmus around 1516. Though the earliest work was prepared by Desiderius Erasmus, his work was later revised by Robert Estienne (or, Stephanus) and further revised by Theodore Beza. The text produced by each is substantially the same, aside from some minor variations. The Blue Letter Bible utilizes Stephanus' edition from 1550.

1 Peter Chapter 3 — Additional Translations: