Previous Chapter Full Page Full Page Next Chapter

Α΄ Ιωάννη (1 John) 4 :: Textus Receptus (TR)

1Jo 4:1Ἀγαπητοί μὴ παντὶ πνεύματι πιστεύετε ἀλλὰ δοκιμάζετε τὰ πνεύματα εἰ ἐκ τοῦ θεοῦ ἐστιν ὅτι πολλοὶ ψευδοπροφῆται ἐξεληλύθασιν εἰς τὸν κόσμον
1Jo 4:2ἐν τούτῳ γινώσκετε τὸ πνεῦμα τοῦ θεοῦ· πᾶν πνεῦμα ὁμολογεῖ Ἰησοῦν Χριστὸν ἐν σαρκὶ ἐληλυθότα ἐκ τοῦ θεοῦ ἐστιν
1Jo 4:3καὶ πᾶν πνεῦμα μὴ ὁμολογεῖ τὸν Ἰησοῦν Χριστὸν ἐν σαρκὶ ἐληλυθότα ἐκ τοῦ θεοῦ οὐκ ἔστιν· καὶ τοῦτό ἐστιν τὸ τοῦ ἀντιχρίστου ἀκηκόατε ὅτι ἔρχεται καὶ νῦν ἐν τῷ κόσμῳ ἐστὶν ἤδη
1Jo 4:4ὑμεῖς ἐκ τοῦ θεοῦ ἐστε τεκνία καὶ νενικήκατε αὐτούς ὅτι μείζων ἐστὶν ἐν ὑμῖν ἐν τῷ κόσμῳ
1Jo 4:5αὐτοὶ ἐκ τοῦ κόσμου εἰσίν διὰ τοῦτο ἐκ τοῦ κόσμου λαλοῦσιν καὶ κόσμος αὐτῶν ἀκούει
1Jo 4:6ἡμεῖς ἐκ τοῦ θεοῦ ἐσμεν· γινώσκων τὸν θεὸν ἀκούει ἡμῶν ὃς οὐκ ἔστιν ἐκ τοῦ θεοῦ οὐκ ἀκούει ἡμῶν ἐκ τούτου γινώσκομεν τὸ πνεῦμα τῆς ἀληθείας καὶ τὸ πνεῦμα τῆς πλάνης
(cf. Jhn 3:16 )
1Jo 4:7Ἀγαπητοί ἀγαπῶμεν ἀλλήλους ὅτι ἀγάπη ἐκ τοῦ θεοῦ ἐστιν καὶ πᾶς ἀγαπῶν ἐκ τοῦ θεοῦ γεγέννηται καὶ γινώσκει τὸν θεόν
1Jo 4:8 μὴ ἀγαπῶν οὐκ ἔγνω τὸν θεόν ὅτι θεὸς ἀγάπη ἐστίν
1Jo 4:9ἐν τούτῳ ἐφανερώθη ἀγάπη τοῦ θεοῦ ἐν ἡμῖν ὅτι τὸν υἱὸν αὐτοῦ τὸν μονογενῆ ἀπέσταλκεν θεὸς εἰς τὸν κόσμον ἵνα ζήσωμεν δι᾽ αὐτοῦ
1Jo 4:10ἐν τούτῳ ἐστὶν ἀγάπη οὐχ ὅτι ἡμεῖς ἠγαπήσαμεν τὸν θεόν ἀλλ᾽ ὅτι αὐτὸς ἠγάπησεν ἡμᾶς καὶ ἀπέστειλεν τὸν υἱὸν αὐτοῦ ἱλασμὸν περὶ τῶν ἁμαρτιῶν ἡμῶν
1Jo 4:11Ἀγαπητοί εἰ οὕτως θεὸς ἠγάπησεν ἡμᾶς καὶ ἡμεῖς ὀφείλομεν ἀλλήλους ἀγαπᾶν
1Jo 4:12θεὸν οὐδεὶς πώποτε τεθέαται ἐὰν ἀγαπῶμεν ἀλλήλους θεὸς ἐν ἡμῖν μένει καὶ ἀγάπη αὐτοῦ τετελειωμένη ἐστιν ἐν ἡμῖν
1Jo 4:13Ἐν τούτῳ γινώσκομεν ὅτι ἐν αὐτῷ μένομεν καὶ αὐτὸς ἐν ἡμῖν ὅτι ἐκ τοῦ πνεύματος αὐτοῦ δέδωκεν ἡμῖν
1Jo 4:14καὶ ἡμεῖς τεθεάμεθα καὶ μαρτυροῦμεν ὅτι πατὴρ ἀπέσταλκεν τὸν υἱὸν σωτῆρα τοῦ κόσμου
1Jo 4:15ὃς ἂν ὁμολογήσῃ ὅτι Ἰησοῦς ἐστιν υἱὸς τοῦ θεοῦ θεὸς ἐν αὐτῷ μένει καὶ αὐτὸς ἐν τῷ θεῷ
1Jo 4:16καὶ ἡμεῖς ἐγνώκαμεν καὶ πεπιστεύκαμεν τὴν ἀγάπην ἣν ἔχει θεὸς ἐν ἡμῖν θεὸς ἀγάπη ἐστίν καὶ μένων ἐν τῇ ἀγάπῃ ἐν τῷ θεῷ μένει καὶ θεὸς ἐν αὐτῷ
1Jo 4:17ἐν τούτῳ τετελείωται ἀγάπη μεθ᾽ ἡμῶν ἵνα παρρησίαν ἔχωμεν ἐν τῇ ἡμέρᾳ τῆς κρίσεως ὅτι καθὼς ἐκεῖνός ἐστιν καὶ ἡμεῖς ἐσμεν ἐν τῷ κόσμῳ τούτῳ
1Jo 4:18φόβος οὐκ ἔστιν ἐν τῇ ἀγάπῃ ἀλλ᾽ τελεία ἀγάπη ἔξω βάλλει τὸν φόβον ὅτι φόβος κόλασιν ἔχει δὲ φοβούμενος οὐ τετελείωται ἐν τῇ ἀγάπῃ
1Jo 4:19ἡμεῖς ἀγαπῶμεν αὐτὸν, ὅτι αὐτὸς πρῶτος ἠγάπησεν ἡμᾶς
1Jo 4:20ἐάν τις εἴπῃ ὅτι Ἀγαπῶ τὸν θεόν καὶ τὸν ἀδελφὸν αὐτοῦ μισῇ ψεύστης ἐστίν· γὰρ μὴ ἀγαπῶν τὸν ἀδελφὸν αὐτοῦ ὃν ἑώρακεν τὸν θεὸν ὃν οὐχ ἑώρακεν πῶς δύναται ἀγαπᾶν
1Jo 4:21καὶ ταύτην τὴν ἐντολὴν ἔχομεν ἀπ᾽ αὐτοῦ ἵνα ἀγαπῶν τὸν θεὸν ἀγαπᾷ καὶ τὸν ἀδελφὸν αὐτοῦ
Translation Copyright Logo

The Textus Receptus (latin, "Received Text") is the Greek text originally compiled by Erasmus around 1516. Though the earliest work was prepared by Desiderius Erasmus, his work was later revised by Robert Estienne (or, Stephanus) and further revised by Theodore Beza. The text produced by each is substantially the same, aside from some minor variations. The Blue Letter Bible utilizes Stephanus' edition from 1550.

1 John Chapter 4 — Additional Translations: