Previous Chapter Full Page Full Page Next Chapter

Α΄ Κορινθίους (1 Corinthians) 7 :: Textus Receptus (TR)

1Co 7:1Περὶ δὲ ὧν ἐγράψατε μοι, καλὸν ἀνθρώπῳ γυναικὸς μὴ ἅπτεσθαι·
1Co 7:2διὰ δὲ τὰς πορνείας ἕκαστος τὴν ἑαυτοῦ γυναῖκα ἐχέτω καὶ ἑκάστη τὸν ἴδιον ἄνδρα ἐχέτω
1Co 7:3τῇ γυναικὶ ἀνὴρ τὴν ὀφειλομένην εὔνοιαν ἀποδιδότω ὁμοίως δὲ καὶ γυνὴ τῷ ἀνδρί
1Co 7:4 γυνὴ τοῦ ἰδίου σώματος οὐκ ἐξουσιάζει ἀλλ᾽ ἀνήρ ὁμοίως δὲ καὶ ἀνὴρ τοῦ ἰδίου σώματος οὐκ ἐξουσιάζει ἀλλ᾽ γυνή
1Co 7:5μὴ ἀποστερεῖτε ἀλλήλους εἰ μὴ τι ἂν ἐκ συμφώνου πρὸς καιρὸν ἵνα σχολάζητε τῇ νηστείᾳ καὶ τῇ προσευχῇ καὶ πάλιν ἐπὶ τὸ αὐτὸ συνέρχησθε, ἵνα μὴ πειράζῃ ὑμᾶς Σατανᾶς διὰ τὴν ἀκρασίαν ὑμῶν
1Co 7:6τοῦτο δὲ λέγω κατὰ συγγνώμην οὐ κατ᾽ ἐπιταγήν
1Co 7:7θέλω γὰρ πάντας ἀνθρώπους εἶναι ὡς καὶ ἐμαυτόν· ἀλλ᾽ ἕκαστος ἴδιον χάρισμα ἔχει ἐκ θεοῦ ὅς μὲν οὕτως ὅς δὲ οὕτως
1Co 7:8Λέγω δὲ τοῖς ἀγάμοις καὶ ταῖς χήραις καλὸν αὐτοῖς ἐστιν ἐὰν μείνωσιν ὡς κἀγώ·
1Co 7:9εἰ δὲ οὐκ ἐγκρατεύονται γαμησάτωσαν κρεῖσσον γάρ ἐστιν γαμῆσαι πυροῦσθαι
1Co 7:10τοῖς δὲ γεγαμηκόσιν παραγγέλλω οὐκ ἐγὼ ἀλλ᾽ κύριος γυναῖκα ἀπὸ ἀνδρὸς μὴ χωρισθῆναι
1Co 7:11ἐὰν δὲ καὶ χωρισθῇ μενέτω ἄγαμος τῷ ἀνδρὶ καταλλαγήτω καὶ ἄνδρα γυναῖκα μὴ ἀφιέναι
1Co 7:12Τοῖς δὲ λοιποῖς ἐγὼ λέγω οὐχ κύριος· εἴ τις ἀδελφὸς γυναῖκα ἔχει ἄπιστον καὶ αὕτη συνευδοκεῖ οἰκεῖν μετ᾽ αὐτοῦ μὴ ἀφιέτω αὐτήν·
1Co 7:13καὶ γυνὴ ἥτις ἔχει ἄνδρα ἄπιστον καὶ αὑτὸς συνευδοκεῖ οἰκεῖν μετ᾽ αὐτῆς μὴ ἀφιέτω αὐτόν
1Co 7:14ἡγίασται γὰρ ἀνὴρ ἄπιστος ἐν τῇ γυναικί καὶ ἡγίασται γυνὴ ἄπιστος ἐν τῷ ἀνδρί· ἐπεὶ ἄρα τὰ τέκνα ὑμῶν ἀκάθαρτά ἐστιν νῦν δὲ ἅγιά ἐστιν
1Co 7:15εἰ δὲ ἄπιστος χωρίζεται χωριζέσθω· οὐ δεδούλωται ἀδελφὸς ἀδελφὴ ἐν τοῖς τοιούτοις· ἐν δὲ εἰρήνῃ κέκληκεν ἡμᾶς θεός
1Co 7:16τί γὰρ οἶδας γύναι εἰ τὸν ἄνδρα σώσεις τί οἶδας ἄνερ εἰ τὴν γυναῖκα σώσεις
1Co 7:17Εἰ μὴ ἑκάστῳ ὡς ἐμέρισεν θεός ἕκαστον ὡς κέκληκεν κύριος οὕτως περιπατείτω καὶ οὕτως ἐν ταῖς ἐκκλησίαις πάσαις διατάσσομαι
1Co 7:18περιτετμημένος τις ἐκλήθη μὴ ἐπισπάσθω· ἐν ἀκροβυστίᾳ τις ἐκλήθη μὴ περιτεμνέσθω
1Co 7:19 περιτομὴ οὐδέν ἐστιν καὶ ἀκροβυστία οὐδέν ἐστιν ἀλλὰ τήρησις ἐντολῶν θεοῦ
1Co 7:20ἕκαστος ἐν τῇ κλήσει ἐκλήθη ἐν ταύτῃ μενέτω
1Co 7:21δοῦλος ἐκλήθης μή σοι μελέτω· ἀλλ᾽ εἰ καὶ δύνασαι ἐλεύθερος γενέσθαι μᾶλλον χρῆσαι
1Co 7:22 γὰρ ἐν κυρίῳ κληθεὶς δοῦλος ἀπελεύθερος κυρίου ἐστίν ὁμοίως καί ἐλεύθερος κληθεὶς δοῦλός ἐστιν Χριστοῦ
1Co 7:23τιμῆς ἠγοράσθητε· μὴ γίνεσθε δοῦλοι ἀνθρώπων
1Co 7:24ἕκαστος ἐν ἐκλήθη ἀδελφοί ἐν τούτῳ μενέτω παρὰ τῷ θεῷ
1Co 7:25Περὶ δὲ τῶν παρθένων ἐπιταγὴν κυρίου οὐκ ἔχω γνώμην δὲ δίδωμι ὡς ἠλεημένος ὑπὸ κυρίου πιστὸς εἶναι
1Co 7:26Νομίζω οὖν τοῦτο καλὸν ὑπάρχειν διὰ τὴν ἐνεστῶσαν ἀνάγκην ὅτι καλὸν ἀνθρώπῳ τὸ οὕτως εἶναι
1Co 7:27δέδεσαι γυναικί μὴ ζήτει λύσιν· λέλυσαι ἀπὸ γυναικός μὴ ζήτει γυναῖκα
1Co 7:28ἐὰν δὲ καὶ γήμῃς, οὐχ ἥμαρτες· καὶ ἐὰν γήμῃ παρθένος οὐχ ἥμαρτεν θλῖψιν δὲ τῇ σαρκὶ ἕξουσιν οἱ τοιοῦτοι ἐγὼ δὲ ὑμῶν φείδομαι
1Co 7:29τοῦτο δέ φημι ἀδελφοί καιρὸς συνεσταλμένος τὸ λοιπόν ἐστιν ἵνα καὶ οἱ ἔχοντες γυναῖκας ὡς μὴ ἔχοντες ὦσιν
1Co 7:30καὶ οἱ κλαίοντες ὡς μὴ κλαίοντες καὶ οἱ χαίροντες ὡς μὴ χαίροντες καὶ οἱ ἀγοράζοντες ὡς μὴ κατέχοντες
1Co 7:31καὶ οἱ χρώμενοι τῳ κόσμῳ τούτῳ ὡς μὴ καταχρώμενοι· παράγει γὰρ τὸ σχῆμα τοῦ κόσμου τούτου
1Co 7:32θέλω δὲ ὑμᾶς ἀμερίμνους εἶναι ἄγαμος μεριμνᾷ τὰ τοῦ κυρίου πῶς ἀρέσει τῷ κυρίῳ·
1Co 7:33 δὲ γαμήσας μεριμνᾷ τὰ τοῦ κόσμου πῶς ἀρέσει τῇ γυναικί
1Co 7:34μεμέρισται γυνὴ καὶ παρθένος ἄγαμος μεριμνᾷ τὰ τοῦ κυρίου ἵνα ἁγία καὶ σώματι καὶ πνεύματι· δὲ γαμήσασα μεριμνᾷ τὰ τοῦ κόσμου πῶς ἀρέσει τῷ ἀνδρί
1Co 7:35τοῦτο δὲ πρὸς τὸ ὑμῶν αὐτῶν συμφέρον λέγω οὐχ ἵνα βρόχον ὑμῖν ἐπιβάλω ἀλλὰ πρὸς τὸ εὔσχημον καὶ εὐπρόσεδρον τῷ κυρίῳ ἀπερισπάστως
1Co 7:36Εἰ δέ τις ἀσχημονεῖν ἐπὶ τὴν παρθένον αὐτοῦ νομίζει ἐὰν ὑπέρακμος καὶ οὕτως ὀφείλει γίνεσθαι θέλει ποιείτω οὐχ ἁμαρτάνει γαμείτωσαν
1Co 7:37ὃς δὲ ἕστηκεν ἑδραῖος ἐν τῇ καρδίᾳ μὴ ἔχων ἀνάγκην ἐξουσίαν δὲ ἔχει περὶ τοῦ ἰδίου θελήματος καὶ τοῦτο κέκρικεν ἐν τῇ καρδίᾳ αὐτοῦ τοῦ τηρεῖν τὴν ἑαυτοῦ παρθένον καλῶς ποιεῖ·
1Co 7:38ὥστε καὶ ἐκγαμίζων καλῶς ποιεῖ δὲ μὴ ἑκγαμίζων κρεῖσσον ποιεῖ·
1Co 7:39Γυνὴ δέδεται νόμῳ ἐφ᾽ ὅσον χρόνον ζῇ ἀνὴρ αὐτῆς· ἐὰν δὲ κοιμηθῇ ἀνήρ αὐτῆς ἐλευθέρα ἐστὶν θέλει γαμηθῆναι μόνον ἐν κυρίῳ
1Co 7:40μακαριωτέρα δέ ἐστιν ἐὰν οὕτως μείνῃ κατὰ τὴν ἐμὴν γνώμην· δοκῶ δὲ κἀγὼ πνεῦμα θεοῦ ἔχειν
Translation Copyright Logo

The Textus Receptus (latin, "Received Text") is the Greek text originally compiled by Erasmus around 1516. Though the earliest work was prepared by Desiderius Erasmus, his work was later revised by Robert Estienne (or, Stephanus) and further revised by Theodore Beza. The text produced by each is substantially the same, aside from some minor variations. The Blue Letter Bible utilizes Stephanus' edition from 1550.

1 Corinthians Chapter 7 — Additional Translations: