Previous Chapter Full Page Full Page Next Chapter

Α΄ Κορινθίους (1 Corinthians) 6 :: Textus Receptus (TR)

1Co 6:1Τολμᾷ τις ὑμῶν πρᾶγμα ἔχων πρὸς τὸν ἕτερον κρίνεσθαι ἐπὶ τῶν ἀδίκων καὶ οὐχὶ ἐπὶ τῶν ἁγίων;
1Co 6:2οὐκ οἴδατε ὅτι οἱ ἅγιοι τὸν κόσμον κρινοῦσιν; καὶ εἰ ἐν ὑμῖν κρίνεται κόσμος ἀνάξιοί ἐστε κριτηρίων ἐλαχίστων;
1Co 6:3οὐκ οἴδατε ὅτι ἀγγέλους κρινοῦμεν μήτι γε βιωτικά;
1Co 6:4βιωτικὰ μὲν οὖν κριτήρια ἐὰν ἔχητε τοὺς ἐξουθενημένους ἐν τῇ ἐκκλησίᾳ τούτους καθίζετε
1Co 6:5πρὸς ἐντροπὴν ὑμῖν λέγω οὕτως οὐκ ἐστὶν ἐν ὑμῖν σοφὸς οὐδὲ εἷς, ὃς δυνήσεται διακρῖναι ἀνὰ μέσον τοῦ ἀδελφοῦ αὐτοῦ;
1Co 6:6ἀλλὰ ἀδελφὸς μετὰ ἀδελφοῦ κρίνεται καὶ τοῦτο ἐπὶ ἀπίστων
1Co 6:7ἤδη μὲν οὖν ὅλως ἥττημα ἐν ὑμῖν ἐστιν ὅτι κρίματα ἔχετε μεθ᾽ ἑαυτῶν δια τί οὐχὶ μᾶλλον ἀδικεῖσθε; δια τί οὐχὶ μᾶλλον ἀποστερεῖσθε;
1Co 6:8ἀλλὰ ὑμεῖς ἀδικεῖτε καὶ ἀποστερεῖτε καὶ ταῦτα ἀδελφούς
1Co 6:9 οὐκ οἴδατε ὅτι ἄδικοι βασιλείαν θεοῦ οὐ κληρονομήσουσιν; μὴ πλανᾶσθε· οὔτε πόρνοι οὔτε εἰδωλολάτραι οὔτε μοιχοὶ οὔτε μαλακοὶ οὔτε ἀρσενοκοῖται
1Co 6:10οὔτε κλέπται οὔτε πλεονέκται οὔτε μέθυσοι οὐ λοίδοροι οὐχ ἅρπαγες βασιλείαν θεοῦ οὐ κληρονομήσουσιν
1Co 6:11καὶ ταῦτά τινες ἦτε· ἀλλὰ ἀπελούσασθε ἀλλὰ ἡγιάσθητε ἀλλ᾽ ἐδικαιώθητε ἐν τῷ ὀνόματι τοῦ κυρίου Ἰησοῦ καὶ ἐν τῷ πνεύματι τοῦ θεοῦ ἡμῶν
1Co 6:12Πάντα μοι ἔξεστιν ἀλλ᾽ οὐ πάντα συμφέρει πάντα μοι ἔξεστιν ἀλλ᾽ οὐκ ἐγὼ ἐξουσιασθήσομαι ὑπό τινος
1Co 6:13τὰ βρώματα τῇ κοιλίᾳ καὶ κοιλία τοῖς βρώμασιν δὲ θεὸς καὶ ταύτην καὶ ταῦτα καταργήσει τὸ δὲ σῶμα οὐ τῇ πορνείᾳ ἀλλὰ τῷ κυρίῳ καὶ κύριος τῷ σώματι·
1Co 6:14 δὲ θεὸς καὶ τὸν κύριον ἤγειρεν καὶ ἡμᾶς ἐξεγερεῖ διὰ τῆς δυνάμεως αὐτοῦ
1Co 6:15οὐκ οἴδατε ὅτι τὰ σώματα ὑμῶν μέλη Χριστοῦ ἐστιν ἄρας οὖν τὰ μέλη τοῦ Χριστοῦ ποιήσω πόρνης μέλη; μὴ γένοιτο
1Co 6:16 οὐκ οἴδατε ὅτι κολλώμενος τῇ πόρνῃ ἓν σῶμά ἐστιν; Ἔσονται γάρ φησίν οἱ δύο εἰς σάρκα μίαν
1Co 6:17 δὲ κολλώμενος τῷ κυρίῳ ἓν πνεῦμά ἐστιν
1Co 6:18φεύγετε τὴν πορνείαν· πᾶν ἁμάρτημα ἐὰν ποιήσῃ ἄνθρωπος ἐκτὸς τοῦ σώματός ἐστιν· δὲ πορνεύων εἰς τὸ ἴδιον σῶμα ἁμαρτάνει
1Co 6:19 οὐκ οἴδατε ὅτι τὸ σῶμα ὑμῶν ναὸς τοῦ ἐν ὑμῖν ἁγίου πνεύματός ἐστιν οὗ ἔχετε ἀπὸ θεοῦ καὶ οὐκ ἐστὲ ἑαυτῶν;
1Co 6:20ἠγοράσθητε γὰρ τιμῆς· δοξάσατε δὴ τὸν θεὸν ἐν τῷ σώματι ὑμῶν καὶ ἐν τῷ πνεύματι ὑμῶν, ἅτινά ἐστιν τοῦ Θεοῦ
Translation Copyright Logo

The Textus Receptus (latin, "Received Text") is the Greek text originally compiled by Erasmus around 1516. Though the earliest work was prepared by Desiderius Erasmus, his work was later revised by Robert Estienne (or, Stephanus) and further revised by Theodore Beza. The text produced by each is substantially the same, aside from some minor variations. The Blue Letter Bible utilizes Stephanus' edition from 1550.

1 Corinthians Chapter 6 — Additional Translations: