Previous Chapter Full Page Full Page Next Chapter

Α΄ Κορινθίους (1 Corinthians) 4 :: Textus Receptus (TR)

1Co 4:1Οὕτως ἡμᾶς λογιζέσθω ἄνθρωπος ὡς ὑπηρέτας Χριστοῦ καὶ οἰκονόμους μυστηρίων θεοῦ
1Co 4:2 δὲ λοιπὸν ζητεῖται ἐν τοῖς οἰκονόμοις ἵνα πιστός τις εὑρεθῇ
1Co 4:3ἐμοὶ δὲ εἰς ἐλάχιστόν ἐστιν ἵνα ὑφ᾽ ὑμῶν ἀνακριθῶ ὑπὸ ἀνθρωπίνης ἡμέρας· ἀλλ᾽ οὐδὲ ἐμαυτὸν ἀνακρίνω
1Co 4:4οὐδὲν γὰρ ἐμαυτῷ σύνοιδα ἀλλ᾽ οὐκ ἐν τούτῳ δεδικαίωμαι δὲ ἀνακρίνων με κύριός ἐστιν
1Co 4:5ὥστε μὴ πρὸ καιροῦ τι κρίνετε ἕως ἂν ἔλθῃ κύριος ὃς καὶ φωτίσει τὰ κρυπτὰ τοῦ σκότους καὶ φανερώσει τὰς βουλὰς τῶν καρδιῶν· καὶ τότε ἔπαινος γενήσεται ἑκάστῳ ἀπὸ τοῦ θεοῦ
1Co 4:6Ταῦτα δέ ἀδελφοί μετεσχημάτισα εἰς ἐμαυτὸν καὶ Ἀπολλῶ δι᾽ ὑμᾶς ἵνα ἐν ἡμῖν μάθητε τὸ Μὴ ὑπὲρ γέγραπται φρονεῖν, ἵνα μὴ εἷς ὑπὲρ τοῦ ἑνὸς φυσιοῦσθε κατὰ τοῦ ἑτέρου
1Co 4:7τίς γάρ σε διακρίνει τί δὲ ἔχεις οὐκ ἔλαβες εἰ δὲ καὶ ἔλαβες τί καυχᾶσαι ὡς μὴ λαβών
1Co 4:8ἤδη κεκορεσμένοι ἐστέ ἤδη ἐπλουτήσατε χωρὶς ἡμῶν ἐβασιλεύσατε· καὶ ὄφελόν γε ἐβασιλεύσατε ἵνα καὶ ἡμεῖς ὑμῖν συμβασιλεύσωμεν
1Co 4:9δοκῶ γάρ ὅτι θεὸς ἡμᾶς τοὺς ἀποστόλους ἐσχάτους ἀπέδειξεν ὡς ἐπιθανατίους ὅτι θέατρον ἐγενήθημεν τῷ κόσμῳ καὶ ἀγγέλοις καὶ ἀνθρώποις
1Co 4:10ἡμεῖς μωροὶ διὰ Χριστόν ὑμεῖς δὲ φρόνιμοι ἐν Χριστῷ· ἡμεῖς ἀσθενεῖς ὑμεῖς δὲ ἰσχυροί· ὑμεῖς ἔνδοξοι ἡμεῖς δὲ ἄτιμοι
1Co 4:11ἄχρι τῆς ἄρτι ὥρας καὶ πεινῶμεν καὶ διψῶμεν καὶ γυμνητεύομεν, καὶ κολαφιζόμεθα καὶ ἀστατοῦμεν
1Co 4:12καὶ κοπιῶμεν ἐργαζόμενοι ταῖς ἰδίαις χερσίν· λοιδορούμενοι εὐλογοῦμεν διωκόμενοι ἀνεχόμεθα
1Co 4:13βλασφημούμενοι παρακαλοῦμεν· ὡς περικαθάρματα τοῦ κόσμου ἐγενήθημεν πάντων περίψημα ἕως ἄρτι
1Co 4:14Οὐκ ἐντρέπων ὑμᾶς γράφω ταῦτα ἀλλ᾽ ὡς τέκνα μου ἀγαπητὰ νουθετῶ
1Co 4:15ἐὰν γὰρ μυρίους παιδαγωγοὺς ἔχητε ἐν Χριστῷ ἀλλ᾽ οὐ πολλοὺς πατέρας· ἐν γὰρ Χριστῷ Ἰησοῦ διὰ τοῦ εὐαγγελίου ἐγὼ ὑμᾶς ἐγέννησα
1Co 4:16παρακαλῶ οὖν ὑμᾶς μιμηταί μου γίνεσθε
1Co 4:17διὰ τοῦτο ἔπεμψα ὑμῖν Τιμόθεον ὅς ἐστίν τέκνον μου ἀγαπητὸν καὶ πιστὸν ἐν κυρίῳ ὃς ὑμᾶς ἀναμνήσει τὰς ὁδούς μου τὰς ἐν Χριστῷ καθὼς πανταχοῦ ἐν πάσῃ ἐκκλησίᾳ διδάσκω
1Co 4:18ὡς μὴ ἐρχομένου δέ μου πρὸς ὑμᾶς ἐφυσιώθησάν τινες·
1Co 4:19ἐλεύσομαι δὲ ταχέως πρὸς ὑμᾶς ἐὰν κύριος θελήσῃ καὶ γνώσομαι οὐ τὸν λόγον τῶν πεφυσιωμένων ἀλλὰ τὴν δύναμιν·
1Co 4:20οὐ γὰρ ἐν λόγῳ βασιλεία τοῦ θεοῦ ἀλλ᾽ ἐν δυνάμει
1Co 4:21τί θέλετε ἐν ῥάβδῳ ἔλθω πρὸς ὑμᾶς ἐν ἀγάπῃ πνεύματί τε πρᾳότητος
Translation Copyright Logo

The Textus Receptus (latin, "Received Text") is the Greek text originally compiled by Erasmus around 1516. Though the earliest work was prepared by Desiderius Erasmus, his work was later revised by Robert Estienne (or, Stephanus) and further revised by Theodore Beza. The text produced by each is substantially the same, aside from some minor variations. The Blue Letter Bible utilizes Stephanus' edition from 1550.

1 Corinthians Chapter 4 — Additional Translations: