Previous Chapter Full Page Full Page Next Chapter

Α΄ Κορινθίους (1 Corinthians) 16 :: Textus Receptus (TR)

1Co 16:1Περὶ δὲ τῆς λογίας τῆς εἰς τοὺς ἁγίους ὥσπερ διέταξα ταῖς ἐκκλησίαις τῆς Γαλατίας οὕτως καὶ ὑμεῖς ποιήσατε
1Co 16:2κατὰ μίαν σαββάτων ἕκαστος ὑμῶν παρ᾽ ἑαυτῷ τιθέτω θησαυρίζων τι ἂν εὐοδῶται ἵνα μὴ ὅταν ἔλθω τότε λογίαι γίνωνται
1Co 16:3ὅταν δὲ παραγένωμαι οὓς ἐὰν δοκιμάσητε δι᾽ ἐπιστολῶν τούτους πέμψω ἀπενεγκεῖν τὴν χάριν ὑμῶν εἰς Ἰερουσαλήμ·
1Co 16:4ἐὰν δὲ ἄξιον τοῦ κἀμὲ πορεύεσθαι σὺν ἐμοὶ πορεύσονται
(cf. Act 19:21 )
1Co 16:5Ἐλεύσομαι δὲ πρὸς ὑμᾶς ὅταν Μακεδονίαν διέλθω· Μακεδονίαν γὰρ διέρχομαι
1Co 16:6πρὸς ὑμᾶς δὲ τυχὸν παραμενῶ καὶ παραχειμάσω ἵνα ὑμεῖς με προπέμψητε οὗ ἐὰν πορεύωμαι
1Co 16:7οὐ θέλω γὰρ ὑμᾶς ἄρτι ἐν παρόδῳ ἰδεῖν ἐλπίζω δὲ χρόνον τινὰ ἐπιμεῖναι πρὸς ὑμᾶς ἐὰν κύριος ἐπιτρέπῃ
1Co 16:8ἐπιμενῶ δὲ ἐν Ἐφέσῳ ἕως τῆς πεντηκοστῆς·
1Co 16:9θύρα γάρ μοι ἀνέῳγεν μεγάλη καὶ ἐνεργής καὶ ἀντικείμενοι πολλοί
1Co 16:10Ἐὰν δὲ ἔλθῃ Τιμόθεος βλέπετε ἵνα ἀφόβως γένηται πρὸς ὑμᾶς· τὸ γὰρ ἔργον κυρίου ἐργάζεται ὡς καὶ ἐγώ
1Co 16:11μή τις οὖν αὐτὸν ἐξουθενήσῃ προπέμψατε δὲ αὐτὸν ἐν εἰρήνῃ ἵνα ἔλθῃ πρός με· ἐκδέχομαι γὰρ αὐτὸν μετὰ τῶν ἀδελφῶν
1Co 16:12Περὶ δὲ Ἀπολλῶ τοῦ ἀδελφοῦ πολλὰ παρεκάλεσα αὐτὸν ἵνα ἔλθῃ πρὸς ὑμᾶς μετὰ τῶν ἀδελφῶν· καὶ πάντως οὐκ ἦν θέλημα ἵνα νῦν ἔλθῃ· ἐλεύσεται δὲ ὅταν εὐκαιρήσῃ
1Co 16:13Γρηγορεῖτε στήκετε ἐν τῇ πίστει ἀνδρίζεσθε κραταιοῦσθε
1Co 16:14πάντα ὑμῶν ἐν ἀγάπῃ γινέσθω
1Co 16:15Παρακαλῶ δὲ ὑμᾶς ἀδελφοί· οἴδατε τὴν οἰκίαν Στεφανᾶ ὅτι ἐστὶν ἀπαρχὴ τῆς Ἀχαΐας καὶ εἰς διακονίαν τοῖς ἁγίοις ἔταξαν ἑαυτούς·
1Co 16:16ἵνα καὶ ὑμεῖς ὑποτάσσησθε τοῖς τοιούτοις καὶ παντὶ τῷ συνεργοῦντι καὶ κοπιῶντι
1Co 16:17χαίρω δὲ ἐπὶ τῇ παρουσίᾳ Στεφανᾶ καὶ φουρτουνάτου καὶ Ἀχαϊκοῦ ὅτι τὸ ὑμῶν ὑστέρημα οὗτοι ἀνεπλήρωσαν·
1Co 16:18ἀνέπαυσαν γὰρ τὸ ἐμὸν πνεῦμα καὶ τὸ ὑμῶν ἐπιγινώσκετε οὖν τοὺς τοιούτους
1Co 16:19Ἀσπάζονται ὑμᾶς αἱ ἐκκλησίαι τῆς Ἀσίας Ἀσπάζονται ὑμᾶς ἐν κυρίῳ πολλὰ Ἀκύλας καὶ Πρίσκιλλα, σὺν τῇ κατ᾽ οἶκον αὐτῶν ἐκκλησίᾳ
1Co 16:20ἀσπάζονται ὑμᾶς οἱ ἀδελφοὶ πάντες Ἀσπάσασθε ἀλλήλους ἐν φιλήματι ἁγίῳ
1Co 16:21 ἀσπασμὸς τῇ ἐμῇ χειρὶ Παύλου
1Co 16:22εἴ τις οὐ φιλεῖ τὸν κύριον Ἰησοῦν Χριστόν, ἤτω ἀνάθεμα Μαρὰν ἀθα
1Co 16:23 χάρις τοῦ κυρίου Ἰησοῦ Χριστοῦ μεθ᾽ ὑμῶν
1Co 16:24 ἀγάπη μου μετὰ πάντων ὑμῶν ἐν Χριστῷ Ἰησοῦ ἀμήν πρός Κορινθίους πρώτη ἐγράφη ἀπό Φιλίππων διά Στεφανᾶ καί φουρτουνάτου καί Ἀχαϊκοῦ καί Τιμοθέου
Translation Copyright Logo

The Textus Receptus (latin, "Received Text") is the Greek text originally compiled by Erasmus around 1516. Though the earliest work was prepared by Desiderius Erasmus, his work was later revised by Robert Estienne (or, Stephanus) and further revised by Theodore Beza. The text produced by each is substantially the same, aside from some minor variations. The Blue Letter Bible utilizes Stephanus' edition from 1550.

1 Corinthians Chapter 16 — Additional Translations: