Previous Chapter Full Page Full Page Next Chapter

Α΄ Κορινθίους (1 Corinthians) 11 :: Textus Receptus (TR)

1Co 11:1μιμηταί μου γίνεσθε καθὼς κἀγὼ Χριστοῦ
1Co 11:2Ἐπαινῶ δὲ ὑμᾶς ἀδελφοί ὅτι πάντα μου μέμνησθε καὶ καθὼς παρέδωκα ὑμῖν τὰς παραδόσεις κατέχετε
1Co 11:3θέλω δὲ ὑμᾶς εἰδέναι ὅτι παντὸς ἀνδρὸς κεφαλὴ Χριστός ἐστιν κεφαλὴ δὲ γυναικὸς ἀνήρ κεφαλὴ δὲ Χριστοῦ θεός
1Co 11:4πᾶς ἀνὴρ προσευχόμενος προφητεύων κατὰ κεφαλῆς ἔχων καταισχύνει τὴν κεφαλὴν αὐτοῦ
1Co 11:5πᾶσα δὲ γυνὴ προσευχομένη προφητεύουσα ἀκατακαλύπτῳ τῇ κεφαλῇ καταισχύνει τὴν κεφαλὴν ἑαυτῆς· ἓν γάρ ἐστιν καὶ τὸ αὐτὸ τῇ ἐξυρημένῃ
1Co 11:6εἰ γὰρ οὐ κατακαλύπτεται γυνή καὶ κειράσθω· εἰ δὲ αἰσχρὸν γυναικὶ τὸ κείρασθαι ξυρᾶσθαι κατακαλυπτέσθω
1Co 11:7ἀνὴρ μὲν γὰρ οὐκ ὀφείλει κατακαλύπτεσθαι τὴν κεφαλήν εἰκὼν καὶ δόξα θεοῦ ὑπάρχων· γυνὴ δὲ δόξα ἀνδρός ἐστιν
1Co 11:8οὐ γάρ ἐστιν ἀνὴρ ἐκ γυναικός ἀλλὰ γυνὴ ἐξ ἀνδρός·
1Co 11:9καὶ γὰρ οὐκ ἐκτίσθη ἀνὴρ διὰ τὴν γυναῖκα ἀλλὰ γυνὴ διὰ τὸν ἄνδρα
1Co 11:10διὰ τοῦτο ὀφείλει γυνὴ ἐξουσίαν ἔχειν ἐπὶ τῆς κεφαλῆς διὰ τοὺς ἀγγέλους
1Co 11:11πλὴν οὔτε ἀνὴρ χωρὶς γυναικὸς οὔτε γυνὴ χωρὶς ἀνδρὸς ἐν κυρίῳ·
1Co 11:12ὥσπερ γὰρ γυνὴ ἐκ τοῦ ἀνδρός οὕτως καὶ ἀνὴρ διὰ τῆς γυναικός· τὰ δὲ πάντα ἐκ τοῦ θεοῦ
1Co 11:13ἐν ὑμῖν αὐτοῖς κρίνατε· πρέπον ἐστὶν γυναῖκα ἀκατακάλυπτον τῷ θεῷ προσεύχεσθαι
1Co 11:14 οὐδὲ αὐτὴ φύσις διδάσκει ὑμᾶς ὅτι ἀνὴρ μὲν ἐὰν κομᾷ ἀτιμία αὐτῷ ἐστιν
1Co 11:15γυνὴ δὲ ἐὰν κομᾷ δόξα αὐτῇ ἐστιν ὅτι κόμη ἀντὶ περιβολαίου δέδοται αὐτῇ
1Co 11:16Εἰ δέ τις δοκεῖ φιλόνεικος εἶναι ἡμεῖς τοιαύτην συνήθειαν οὐκ ἔχομεν οὐδὲ αἱ ἐκκλησίαι τοῦ θεοῦ
1Co 11:17Τοῦτο δὲ παραγγέλλων οὐκ ἐπαινῶ ὅτι οὐκ εἰς τὸ κρεῖττον ἀλλ᾽ εἰς τὸ ἧττον συνέρχεσθε
1Co 11:18πρῶτον μὲν γὰρ συνερχομένων ὑμῶν ἐν τῇ ἐκκλησίᾳ ἀκούω σχίσματα ἐν ὑμῖν ὑπάρχειν καὶ μέρος τι πιστεύω
1Co 11:19δεῖ γὰρ καὶ αἱρέσεις ἐν ὑμῖν εἶναι ἵνα οἱ δόκιμοι φανεροὶ γένωνται ἐν ὑμῖν
1Co 11:20Συνερχομένων οὖν ὑμῶν ἐπὶ τὸ αὐτὸ οὐκ ἔστιν κυριακὸν δεῖπνον φαγεῖν·
1Co 11:21ἕκαστος γὰρ τὸ ἴδιον δεῖπνον προλαμβάνει ἐν τῷ φαγεῖν καὶ ὃς μὲν πεινᾷ ὃς δὲ μεθύει
1Co 11:22μὴ γὰρ οἰκίας οὐκ ἔχετε εἰς τὸ ἐσθίειν καὶ πίνειν τῆς ἐκκλησίας τοῦ θεοῦ καταφρονεῖτε καὶ καταισχύνετε τοὺς μὴ ἔχοντας τί ὑμῖν εἴπω ἐπαινέσω ὑμᾶς ἐν τούτῳ οὐκ ἐπαινῶ
1Co 11:23Ἐγὼ γὰρ παρέλαβον ἀπὸ τοῦ κυρίου καὶ παρέδωκα ὑμῖν ὅτι κύριος Ἰησοῦς ἐν τῇ νυκτὶ παρεδίδοτο ἔλαβεν ἄρτον
1Co 11:24καὶ εὐχαριστήσας ἔκλασεν καὶ εἶπεν Λάβετε, φάγετε, Τοῦτό μου ἐστὶν τὸ σῶμα τὸ ὑπὲρ ὑμῶν κλώμενον· τοῦτο ποιεῖτε εἰς τὴν ἐμὴν ἀνάμνησιν
1Co 11:25ὡσαύτως καὶ τὸ ποτήριον μετὰ τὸ δειπνῆσαι λέγων, Τοῦτο τὸ ποτήριον καινὴ διαθήκη ἐστὶν ἐν τῷ ἐμῷ αἵματι· τοῦτο ποιεῖτε ὁσάκις ἂν πίνητε εἰς τὴν ἐμὴν ἀνάμνησιν
1Co 11:26ὁσάκις γὰρ ἂν ἐσθίητε τὸν ἄρτον τοῦτον καὶ τὸ ποτήριον τοῦτο πίνητε τὸν θάνατον τοῦ κυρίου καταγγέλλετε ἄχρις οὗ ἂν ἔλθῃ
1Co 11:27Ὥστε ὃς ἂν ἐσθίῃ τὸν ἄρτον τοῦτον πίνῃ τὸ ποτήριον τοῦ κυρίου ἀναξίως ἔνοχος ἔσται τοῦ σώματος καὶ αἵματος τοῦ κυρίου
1Co 11:28δοκιμαζέτω δὲ ἄνθρωπος ἑαυτόν καὶ οὕτως ἐκ τοῦ ἄρτου ἐσθιέτω καὶ ἐκ τοῦ ποτηρίου πινέτω·
1Co 11:29 γὰρ ἐσθίων καὶ πίνων ἀναξίως, κρίμα ἑαυτῷ ἐσθίει καὶ πίνει μὴ διακρίνων τὸ σῶμα τοῦ κυρίου
1Co 11:30διὰ τοῦτο ἐν ὑμῖν πολλοὶ ἀσθενεῖς καὶ ἄρρωστοι καὶ κοιμῶνται ἱκανοί
1Co 11:31εἰ γὰρ ἑαυτοὺς διεκρίνομεν οὐκ ἂν ἐκρινόμεθα·
1Co 11:32κρινόμενοι δὲ ὑπὸ κυρίου παιδευόμεθα ἵνα μὴ σὺν τῷ κόσμῳ κατακριθῶμεν
1Co 11:33ὥστε ἀδελφοί μου συνερχόμενοι εἰς τὸ φαγεῖν ἀλλήλους ἐκδέχεσθε
1Co 11:34εἰ δέ τις πεινᾷ ἐν οἴκῳ ἐσθιέτω ἵνα μὴ εἰς κρίμα συνέρχησθε. Τὰ δὲ λοιπὰ ὡς ἂν ἔλθω διατάξομαι
Translation Copyright Logo

The Textus Receptus (latin, "Received Text") is the Greek text originally compiled by Erasmus around 1516. Though the earliest work was prepared by Desiderius Erasmus, his work was later revised by Robert Estienne (or, Stephanus) and further revised by Theodore Beza. The text produced by each is substantially the same, aside from some minor variations. The Blue Letter Bible utilizes Stephanus' edition from 1550.

1 Corinthians Chapter 11 — Additional Translations: