Previous Chapter Full Page Full Page Next Chapter

Α΄ Κορινθίους (1 Corinthians) 10 :: Textus Receptus (TR)

1Co 10:1Οὐ θέλω δὲ ὑμᾶς ἀγνοεῖν ἀδελφοί ὅτι οἱ πατέρες ἡμῶν πάντες ὑπὸ τὴν νεφέλην ἦσαν καὶ πάντες διὰ τῆς θαλάσσης διῆλθον
1Co 10:2καὶ πάντες εἰς τὸν Μωσῆν ἐβαπτίσαντο ἐν τῇ νεφέλῃ καὶ ἐν τῇ θαλάσσῃ
1Co 10:3καὶ πάντες τὸ αὐτὸ βρῶμα πνευματικὸν ἔφαγον
1Co 10:4καὶ πάντες τὸ αὐτὸ πόμα πνευματικὸν ἔπιον ἔπινον γὰρ ἐκ πνευματικῆς ἀκολουθούσης πέτρας δὲ πέτρα ἦν Χριστός
1Co 10:5ἀλλ᾽ οὐκ ἐν τοῖς πλείοσιν αὐτῶν εὐδόκησεν θεός κατεστρώθησαν γὰρ ἐν τῇ ἐρήμῳ
1Co 10:6ταῦτα δὲ τύποι ἡμῶν ἐγενήθησαν εἰς τὸ μὴ εἶναι ἡμᾶς ἐπιθυμητὰς κακῶν καθὼς κἀκεῖνοι ἐπεθύμησαν
1Co 10:7μηδὲ εἰδωλολάτραι γίνεσθε καθώς τινες αὐτῶν ὥς γέγραπται Ἐκάθισεν λαὸς φαγεῖν καὶ πιεῖν καὶ ἀνέστησαν παίζειν
1Co 10:8μηδὲ πορνεύωμεν καθώς τινες αὐτῶν ἐπόρνευσαν καὶ ἔπεσον ἕν μιᾷ ἡμέρᾳ εἰκοσιτρεῖς χιλιάδες
1Co 10:9μηδὲ ἐκπειράζωμεν τὸν Χριστόν καθὼς καί τινες αὐτῶν ἐπείρασαν καὶ ὑπὸ τῶν ὄφεων ἀπώλοντο
1Co 10:10μηδὲ γογγύζετε καθὼς καί τινες αὐτῶν ἐγόγγυσαν καὶ ἀπώλοντο ὑπὸ τοῦ ὀλοθρευτοῦ
1Co 10:11ταῦτα δὲ πάντα τύποι συνέβαινον ἐκείνοις ἐγράφη δὲ πρὸς νουθεσίαν ἡμῶν εἰς οὓς τὰ τέλη τῶν αἰώνων κατήντησεν
1Co 10:12ὥστε δοκῶν ἑστάναι βλεπέτω μὴ πέσῃ
1Co 10:13πειρασμὸς ὑμᾶς οὐκ εἴληφεν εἰ μὴ ἀνθρώπινος· πιστὸς δὲ θεός ὃς οὐκ ἐάσει ὑμᾶς πειρασθῆναι ὑπὲρ δύνασθε ἀλλὰ ποιήσει σὺν τῷ πειρασμῷ καὶ τὴν ἔκβασιν τοῦ δύνασθαι ὑμᾶς ὑπενεγκεῖν
1Co 10:14Διόπερ ἀγαπητοί μου φεύγετε ἀπὸ τῆς εἰδωλολατρείας
1Co 10:15ὡς φρονίμοις λέγω· κρίνατε ὑμεῖς φημι
1Co 10:16τὸ ποτήριον τῆς εὐλογίας εὐλογοῦμεν οὐχὶ κοινωνία τοῦ αἵματος τοῦ Χριστοῦ ἐστιν τὸν ἄρτον ὃν κλῶμεν οὐχὶ κοινωνία τοῦ σώματος τοῦ Χριστοῦ ἐστιν
1Co 10:17ὅτι εἷς ἄρτος ἓν σῶμα οἱ πολλοί ἐσμεν οἱ γὰρ πάντες ἐκ τοῦ ἑνὸς ἄρτου μετέχομεν
1Co 10:18βλέπετε τὸν Ἰσραὴλ κατὰ σάρκα· οὐχὶ οἱ ἐσθίοντες τὰς θυσίας κοινωνοὶ τοῦ θυσιαστηρίου εἰσίν
1Co 10:19τί οὖν φημι ὅτι εἴδωλον τί ἐστιν ὅτι εἰδωλόθυτον τί ἐστιν;
1Co 10:20ἀλλ᾽ ὅτι θύει τά ἔθνη, δαιμονίοις θύει καὶ οὐ θεῷ οὐ θέλω δὲ ὑμᾶς κοινωνοὺς τῶν δαιμονίων γίνεσθαι
1Co 10:21οὐ δύνασθε ποτήριον κυρίου πίνειν καὶ ποτήριον δαιμονίων οὐ δύνασθε τραπέζης κυρίου μετέχειν καὶ τραπέζης δαιμονίων
1Co 10:22 παραζηλοῦμεν τὸν κύριον μὴ ἰσχυρότεροι αὐτοῦ ἐσμεν
(cf. Psa 24:1 )
1Co 10:23Πάντα μοι ἔξεστιν ἀλλ᾽ οὐ πάντα συμφέρει· πάντα μοί ἔξεστιν ἀλλ᾽ οὐ πάντα οἰκοδομεῖ
1Co 10:24μηδεὶς τὸ ἑαυτοῦ ζητείτω ἀλλὰ τὸ τοῦ ἑτέρου ἕκαστος
1Co 10:25Πᾶν τὸ ἐν μακέλλῳ πωλούμενον ἐσθίετε μηδὲν ἀνακρίνοντες διὰ τὴν συνείδησιν
1Co 10:26τοῦ γὰρ κυρίου γῆ καὶ τὸ πλήρωμα αὐτῆς
1Co 10:27εἰ δέ τις καλεῖ ὑμᾶς τῶν ἀπίστων καὶ θέλετε πορεύεσθαι πᾶν τὸ παρατιθέμενον ὑμῖν ἐσθίετε μηδὲν ἀνακρίνοντες διὰ τὴν συνείδησιν
1Co 10:28ἐὰν δέ τις ὑμῖν εἴπῃ Τοῦτο εἰδωλόθυτόν ἐστιν μὴ ἐσθίετε δι᾽ ἐκεῖνον τὸν μηνύσαντα καὶ τὴν συνείδησιν· τοῦ γὰρ κυρίου γῆ καὶ τὸ πλήρωμα αὐτῆς
1Co 10:29συνείδησιν δὲ λέγω οὐχὶ τὴν ἑαυτοῦ ἀλλὰ τὴν τοῦ ἑτέρου ἵνα τί γὰρ ἐλευθερία μου κρίνεται ὑπὸ ἄλλης συνειδήσεως
1Co 10:30εἰ δὲ ἐγὼ χάριτι μετέχω τί βλασφημοῦμαι ὑπὲρ οὗ ἐγὼ εὐχαριστῶ
1Co 10:31εἴτε οὖν ἐσθίετε εἴτε πίνετε εἴτε τι ποιεῖτε πάντα εἰς δόξαν θεοῦ ποιεῖτε
1Co 10:32ἀπρόσκοποι γίνεσθε καὶ Ἰουδαίοις καὶ Ἕλλησιν καὶ τῇ ἐκκλησίᾳ τοῦ θεοῦ
1Co 10:33καθὼς κἀγὼ πάντα πᾶσιν ἀρέσκω μὴ ζητῶν τὸ ἐμαυτοῦ σύμφερον, ἀλλὰ τὸ τῶν πολλῶν ἵνα σωθῶσιν
Translation Copyright Logo

The Textus Receptus (latin, "Received Text") is the Greek text originally compiled by Erasmus around 1516. Though the earliest work was prepared by Desiderius Erasmus, his work was later revised by Robert Estienne (or, Stephanus) and further revised by Theodore Beza. The text produced by each is substantially the same, aside from some minor variations. The Blue Letter Bible utilizes Stephanus' edition from 1550.

1 Corinthians Chapter 10 — Additional Translations: