Previous Chapter Full Page Full Page Next Chapter

Τίτο (Titus) 2 :: Morphological Greek New Testament (MGNT)

Tit 2:1σὺ δὲ λάλει πρέπει τῇ ὑγιαινούσῃ διδασκαλίᾳ
Tit 2:2πρεσβύτας νηφαλίους εἶναι σεμνούς σώφρονας ὑγιαίνοντας τῇ πίστει τῇ ἀγάπῃ τῇ ὑπομονῇ
Tit 2:3πρεσβύτιδας ὡσαύτως ἐν καταστήματι ἱεροπρεπεῖς μὴ διαβόλους μὴ οἴνῳ πολλῷ δεδουλωμένας καλοδιδασκάλους
Tit 2:4ἵνα σωφρονίζωσιν τὰς νέας φιλάνδρους εἶναι φιλοτέκνους
Tit 2:5σώφρονας ἁγνάς οἰκουργούς ἀγαθάς ὑποτασσομένας τοῖς ἰδίοις ἀνδράσιν ἵνα μὴ λόγος τοῦ θεοῦ βλασφημῆται
Tit 2:6τοὺς νεωτέρους ὡσαύτως παρακάλει σωφρονεῖν
Tit 2:7περὶ πάντα σεαυτὸν παρεχόμενος τύπον καλῶν ἔργων ἐν τῇ διδασκαλίᾳ ἀφθορίαν σεμνότητα
Tit 2:8λόγον ὑγιῆ ἀκατάγνωστον ἵνα ἐξ ἐναντίας ἐντραπῇ μηδὲν ἔχων λέγειν περὶ ἡμῶν φαῦλον
Tit 2:9δούλους ἰδίοις δεσπόταις ὑποτάσσεσθαι ἐν πᾶσιν εὐαρέστους εἶναι μὴ ἀντιλέγοντας
Tit 2:10μὴ νοσφιζομένους ἀλλὰ πᾶσαν πίστιν ἐνδεικνυμένους ἀγαθήν ἵνα τὴν διδασκαλίαν τὴν τοῦ σωτῆρος ἡμῶν θεοῦ κοσμῶσιν ἐν πᾶσιν
Tit 2:11ἐπεφάνη γὰρ χάρις τοῦ θεοῦ σωτήριος πᾶσιν ἀνθρώποις
Tit 2:12παιδεύουσα ἡμᾶς ἵνα ἀρνησάμενοι τὴν ἀσέβειαν καὶ τὰς κοσμικὰς ἐπιθυμίας σωφρόνως καὶ δικαίως καὶ εὐσεβῶς ζήσωμεν ἐν τῷ νῦν αἰῶνι
Tit 2:13προσδεχόμενοι τὴν μακαρίαν ἐλπίδα καὶ ἐπιφάνειαν τῆς δόξης τοῦ μεγάλου θεοῦ καὶ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ
Tit 2:14ὃς ἔδωκεν ἑαυτὸν ὑπὲρ ἡμῶν ἵνα λυτρώσηται ἡμᾶς ἀπὸ πάσης ἀνομίας καὶ καθαρίσῃ ἑαυτῷ λαὸν περιούσιον ζηλωτὴν καλῶν ἔργων
Tit 2:15ταῦτα λάλει καὶ παρακάλει καὶ ἔλεγχε μετὰ πάσης ἐπιταγῆς μηδείς σου περιφρονείτω
Translation Copyright Logo

This Greek text is very similar to the Nestle-Aland 27th edition text. Our thanks to the MorphGNT SBLGNT project.

The SBLGNT text itself is subject to the SBLGNT EULA and the morphological parsing and lemmatization is made available under a CC-BY-SA License.

Titus Chapter 2 — Additional Translations: