Previous Chapter Full Page Full Page Next Chapter

Ρωμαίους (Romans) 9 :: Morphological Greek New Testament (MGNT)

Rom 9:1ἀλήθειαν λέγω ἐν Χριστῷ οὐ ψεύδομαι συμμαρτυρούσης μοι τῆς συνειδήσεώς μου ἐν πνεύματι ἁγίῳ
Rom 9:2ὅτι λύπη μοί ἐστιν μεγάλη καὶ ἀδιάλειπτος ὀδύνη τῇ καρδίᾳ μου
Rom 9:3ηὐχόμην γὰρ ἀνάθεμα εἶναι αὐτὸς ἐγὼ ἀπὸ τοῦ Χριστοῦ ὑπὲρ τῶν ἀδελφῶν μου τῶν συγγενῶν μου κατὰ σάρκα
Rom 9:4οἵτινές εἰσιν Ἰσραηλῖται ὧν υἱοθεσία καὶ δόξα καὶ αἱ διαθῆκαι καὶ νομοθεσία καὶ λατρεία καὶ αἱ ἐπαγγελίαι
Rom 9:5ὧν οἱ πατέρες καὶ ἐξ ὧν Χριστὸς τὸ κατὰ σάρκα ὢν ἐπὶ πάντων θεὸς εὐλογητὸς εἰς τοὺς αἰῶνας ἀμήν
Rom 9:6οὐχ οἷον δὲ ὅτι ἐκπέπτωκεν λόγος τοῦ θεοῦ οὐ γὰρ πάντες οἱ ἐξ Ἰσραήλ οὗτοι Ἰσραήλ
Rom 9:7οὐδ᾽ ὅτι εἰσὶν σπέρμα Ἀβραάμ πάντες τέκνα ἀλλ᾽ ἐν Ἰσαὰκ κληθήσεταί σοι σπέρμα
Rom 9:8τοῦτ᾽ ἔστιν οὐ τὰ τέκνα τῆς σαρκὸς ταῦτα τέκνα τοῦ θεοῦ ἀλλὰ τὰ τέκνα τῆς ἐπαγγελίας λογίζεται εἰς σπέρμα
Rom 9:9ἐπαγγελίας γὰρ λόγος οὗτος κατὰ τὸν καιρὸν τοῦτον ἐλεύσομαι καὶ ἔσται τῇ Σάρρᾳ υἱός
Rom 9:10οὐ μόνον δέ ἀλλὰ καὶ Ῥεβέκκα ἐξ ἑνὸς κοίτην ἔχουσα Ἰσαὰκ τοῦ πατρὸς ἡμῶν
Rom 9:11μήπω γὰρ γεννηθέντων μηδὲ πραξάντων τι ἀγαθὸν φαῦλον ἵνα κατ᾽ ἐκλογὴν πρόθεσις τοῦ θεοῦ μένῃ (MGNT 9:12) οὐκ ἐξ ἔργων ἀλλ᾽ ἐκ τοῦ καλοῦντος
Rom 9:12ἐρρέθη αὐτῇ ὅτι μείζων δουλεύσει τῷ ἐλάσσονι
Rom 9:13καθὼς γέγραπται τὸν Ἰακὼβ ἠγάπησα τὸν δὲ Ἠσαῦ ἐμίσησα
Rom 9:14τί οὖν ἐροῦμεν μὴ ἀδικία παρὰ τῷ θεῷ μὴ γένοιτο
Rom 9:15τῷ Μωϋσεῖ γὰρ λέγει ἐλεήσω ὃν ἂν ἐλεῶ καὶ οἰκτιρήσω ὃν ἂν οἰκτίρω
Rom 9:16ἄρα οὖν οὐ τοῦ θέλοντος οὐδὲ τοῦ τρέχοντος ἀλλὰ τοῦ ἐλεῶντος θεοῦ
Rom 9:17λέγει γὰρ γραφὴ τῷ Φαραὼ ὅτι εἰς αὐτὸ τοῦτο ἐξήγειρά σε ὅπως ἐνδείξωμαι ἐν σοὶ τὴν δύναμίν μου καὶ ὅπως διαγγελῇ τὸ ὄνομά μου ἐν πάσῃ τῇ γῇ
Rom 9:18ἄρα οὖν ὃν θέλει ἐλεεῖ ὃν δὲ θέλει σκληρύνει
Rom 9:19ἐρεῖς μοι οὖν τί οὖν ἔτι μέμφεται τῷ γὰρ βουλήματι αὐτοῦ τίς ἀνθέστηκεν
Rom 9:20 ἄνθρωπε μενοῦνγε σὺ τίς εἶ ἀνταποκρινόμενος τῷ θεῷ μὴ ἐρεῖ τὸ πλάσμα τῷ πλάσαντι τί με ἐποίησας οὕτως
Rom 9:21 οὐκ ἔχει ἐξουσίαν κεραμεὺς τοῦ πηλοῦ ἐκ τοῦ αὐτοῦ φυράματος ποιῆσαι μὲν εἰς τιμὴν σκεῦος δὲ εἰς ἀτιμίαν
Rom 9:22εἰ δὲ θέλων θεὸς ἐνδείξασθαι τὴν ὀργὴν καὶ γνωρίσαι τὸ δυνατὸν αὐτοῦ ἤνεγκεν ἐν πολλῇ μακροθυμίᾳ σκεύη ὀργῆς κατηρτισμένα εἰς ἀπώλειαν
Rom 9:23καὶ ἵνα γνωρίσῃ τὸν πλοῦτον τῆς δόξης αὐτοῦ ἐπὶ σκεύη ἐλέους προητοίμασεν εἰς δόξαν
Rom 9:24οὓς καὶ ἐκάλεσεν ἡμᾶς οὐ μόνον ἐξ Ἰουδαίων ἀλλὰ καὶ ἐξ ἐθνῶν
Rom 9:25ὡς καὶ ἐν τῷ Ὡσηὲ λέγει καλέσω τὸν οὐ λαόν μου λαόν μου καὶ τὴν οὐκ ἠγαπημένην ἠγαπημένην
Rom 9:26καὶ ἔσται ἐν τῷ τόπῳ οὗ ἐρρέθη αὐτοῖς οὐ λαός μου ὑμεῖς ἐκεῖ κληθήσονται υἱοὶ θεοῦ ζῶντος
Rom 9:27Ἠσαΐας δὲ κράζει ὑπὲρ τοῦ Ἰσραήλ ἐὰν ἀριθμὸς τῶν υἱῶν Ἰσραὴλ ὡς ἄμμος τῆς θαλάσσης τὸ ὑπόλειμμα σωθήσεται
Rom 9:28λόγον γὰρ συντελῶν καὶ συντέμνων ποιήσει κύριος ἐπὶ τῆς γῆς
Rom 9:29καὶ καθὼς προείρηκεν Ἠσαΐας εἰ μὴ κύριος Σαβαὼθ ἐγκατέλιπεν ἡμῖν σπέρμα ὡς Σόδομα ἂν ἐγενήθημεν καὶ ὡς Γόμορρα ἂν ὡμοιώθημεν
Rom 9:30τί οὖν ἐροῦμεν ὅτι ἔθνη τὰ μὴ διώκοντα δικαιοσύνην κατέλαβεν δικαιοσύνην δικαιοσύνην δὲ τὴν ἐκ πίστεως
Rom 9:31Ἰσραὴλ δὲ διώκων νόμον δικαιοσύνης εἰς νόμον οὐκ ἔφθασεν
Rom 9:32διὰ τί ὅτι οὐκ ἐκ πίστεως ἀλλ᾽ ὡς ἐξ ἔργων προσέκοψαν τῷ λίθῳ τοῦ προσκόμματος
Rom 9:33καθὼς γέγραπται ἰδοὺ τίθημι ἐν Σιὼν λίθον προσκόμματος καὶ πέτραν σκανδάλου καὶ πιστεύων ἐπ᾽ αὐτῷ οὐ καταισχυνθήσεται
MGNT Footnotes
Some portions of the New Testament have small, consistent differences in verse numbering between the Greek and English texts.
Translation Copyright Logo

This Greek text is very similar to the Nestle-Aland 27th edition text. Our thanks to the MorphGNT SBLGNT project.

The SBLGNT text itself is subject to the SBLGNT EULA and the morphological parsing and lemmatization is made available under a CC-BY-SA License.

Romans Chapter 9 — Additional Translations: