Previous Chapter Full Page Full Page Next Chapter

Ρωμαίους (Romans) 4 :: Morphological Greek New Testament (MGNT)

Rom 4:1τί οὖν ἐροῦμεν εὑρηκέναι Ἀβραὰμ τὸν προπάτορα ἡμῶν κατὰ σάρκα
Rom 4:2εἰ γὰρ Ἀβραὰμ ἐξ ἔργων ἐδικαιώθη ἔχει καύχημα ἀλλ᾽ οὐ πρὸς θεόν
Rom 4:3τί γὰρ γραφὴ λέγει ἐπίστευσεν δὲ Ἀβραὰμ τῷ θεῷ καὶ ἐλογίσθη αὐτῷ εἰς δικαιοσύνην
Rom 4:4τῷ δὲ ἐργαζομένῳ μισθὸς οὐ λογίζεται κατὰ χάριν ἀλλὰ κατὰ ὀφείλημα
Rom 4:5τῷ δὲ μὴ ἐργαζομένῳ πιστεύοντι δὲ ἐπὶ τὸν δικαιοῦντα τὸν ἀσεβῆ λογίζεται πίστις αὐτοῦ εἰς δικαιοσύνην
Rom 4:6καθάπερ καὶ Δαυὶδ λέγει τὸν μακαρισμὸν τοῦ ἀνθρώπου θεὸς λογίζεται δικαιοσύνην χωρὶς ἔργων
Rom 4:7μακάριοι ὧν ἀφέθησαν αἱ ἀνομίαι καὶ ὧν ἐπεκαλύφθησαν αἱ ἁμαρτίαι
Rom 4:8μακάριος ἀνὴρ οὗ οὐ μὴ λογίσηται κύριος ἁμαρτίαν
Rom 4:9 μακαρισμὸς οὖν οὗτος ἐπὶ τὴν περιτομὴν καὶ ἐπὶ τὴν ἀκροβυστίαν λέγομεν γάρ ἐλογίσθη τῷ Ἀβραὰμ πίστις εἰς δικαιοσύνην
Rom 4:10πῶς οὖν ἐλογίσθη ἐν περιτομῇ ὄντι ἐν ἀκροβυστίᾳ οὐκ ἐν περιτομῇ ἀλλ᾽ ἐν ἀκροβυστίᾳ
Rom 4:11καὶ σημεῖον ἔλαβεν περιτομῆς σφραγῖδα τῆς δικαιοσύνης τῆς πίστεως τῆς ἐν τῇ ἀκροβυστίᾳ εἰς τὸ εἶναι αὐτὸν πατέρα πάντων τῶν πιστευόντων δι᾽ ἀκροβυστίας εἰς τὸ λογισθῆναι καὶ αὐτοῖς τὴν δικαιοσύνην
Rom 4:12καὶ πατέρα περιτομῆς τοῖς οὐκ ἐκ περιτομῆς μόνον ἀλλὰ καὶ τοῖς στοιχοῦσιν τοῖς ἴχνεσιν τῆς ἐν ἀκροβυστίᾳ πίστεως τοῦ πατρὸς ἡμῶν Ἀβραάμ
Rom 4:13οὐ γὰρ διὰ νόμου ἐπαγγελία τῷ Ἀβραὰμ τῷ σπέρματι αὐτοῦ τὸ κληρονόμον αὐτὸν εἶναι κόσμου ἀλλὰ διὰ δικαιοσύνης πίστεως
Rom 4:14εἰ γὰρ οἱ ἐκ νόμου κληρονόμοι κεκένωται πίστις καὶ κατήργηται ἐπαγγελία
Rom 4:15 γὰρ νόμος ὀργὴν κατεργάζεται οὗ δὲ οὐκ ἔστιν νόμος οὐδὲ παράβασις
Rom 4:16διὰ τοῦτο ἐκ πίστεως ἵνα κατὰ χάριν εἰς τὸ εἶναι βεβαίαν τὴν ἐπαγγελίαν παντὶ τῷ σπέρματι οὐ τῷ ἐκ τοῦ νόμου μόνον ἀλλὰ καὶ τῷ ἐκ πίστεως Ἀβραάμ ὅς ἐστιν πατὴρ πάντων ἡμῶν
Rom 4:17καθὼς γέγραπται ὅτι πατέρα πολλῶν ἐθνῶν τέθεικά σε κατέναντι οὗ ἐπίστευσεν θεοῦ τοῦ ζῳοποιοῦντος τοὺς νεκροὺς καὶ καλοῦντος τὰ μὴ ὄντα ὡς ὄντα
Rom 4:18ὃς παρ᾽ ἐλπίδα ἐπ᾽ ἐλπίδι ἐπίστευσεν εἰς τὸ γενέσθαι αὐτὸν πατέρα πολλῶν ἐθνῶν κατὰ τὸ εἰρημένον οὕτως ἔσται τὸ σπέρμα σου
Rom 4:19καὶ μὴ ἀσθενήσας τῇ πίστει κατενόησεν τὸ ἑαυτοῦ σῶμα ἤδη νενεκρωμένον ἑκατονταετής που ὑπάρχων καὶ τὴν νέκρωσιν τῆς μήτρας Σάρρας
Rom 4:20εἰς δὲ τὴν ἐπαγγελίαν τοῦ θεοῦ οὐ διεκρίθη τῇ ἀπιστίᾳ ἀλλ᾽ ἐνεδυναμώθη τῇ πίστει δοὺς δόξαν τῷ θεῷ
Rom 4:21καὶ πληροφορηθεὶς ὅτι ἐπήγγελται δυνατός ἐστιν καὶ ποιῆσαι
Rom 4:22διὸ καὶ ἐλογίσθη αὐτῷ εἰς δικαιοσύνην
Rom 4:23οὐκ ἐγράφη δὲ δι᾽ αὐτὸν μόνον ὅτι ἐλογίσθη αὐτῷ
Rom 4:24ἀλλὰ καὶ δι᾽ ἡμᾶς οἷς μέλλει λογίζεσθαι τοῖς πιστεύουσιν ἐπὶ τὸν ἐγείραντα Ἰησοῦν τὸν κύριον ἡμῶν ἐκ νεκρῶν
Rom 4:25ὃς παρεδόθη διὰ τὰ παραπτώματα ἡμῶν καὶ ἠγέρθη διὰ τὴν δικαίωσιν ἡμῶν
Translation Copyright Logo

This Greek text is very similar to the Nestle-Aland 27th edition text. Our thanks to the MorphGNT SBLGNT project.

The SBLGNT text itself is subject to the SBLGNT EULA and the morphological parsing and lemmatization is made available under a CC-BY-SA License.

Romans Chapter 4 — Additional Translations: