Previous Chapter Full Page Full Page Next Chapter

Ρωμαίους (Romans) 3 :: Morphological Greek New Testament (MGNT)

Rom 3:1τί οὖν τὸ περισσὸν τοῦ Ἰουδαίου τίς ὠφέλεια τῆς περιτομῆς
Rom 3:2πολὺ κατὰ πάντα τρόπον πρῶτον μὲν γὰρ ὅτι ἐπιστεύθησαν τὰ λόγια τοῦ θεοῦ
Rom 3:3τί γὰρ εἰ ἠπίστησάν τινες μὴ ἀπιστία αὐτῶν τὴν πίστιν τοῦ θεοῦ καταργήσει
Rom 3:4μὴ γένοιτο γινέσθω δὲ θεὸς ἀληθής πᾶς δὲ ἄνθρωπος ψεύστης καθὼς γέγραπται ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου καὶ νικήσεις ἐν τῷ κρίνεσθαί σε
Rom 3:5εἰ δὲ ἀδικία ἡμῶν θεοῦ δικαιοσύνην συνίστησιν τί ἐροῦμεν μὴ ἄδικος θεὸς ἐπιφέρων τὴν ὀργήν κατὰ ἄνθρωπον λέγω
Rom 3:6μὴ γένοιτο ἐπεὶ πῶς κρινεῖ θεὸς τὸν κόσμον
Rom 3:7εἰ δὲ ἀλήθεια τοῦ θεοῦ ἐν τῷ ἐμῷ ψεύσματι ἐπερίσσευσεν εἰς τὴν δόξαν αὐτοῦ τί ἔτι κἀγὼ ὡς ἁμαρτωλὸς κρίνομαι
Rom 3:8καὶ μὴ καθὼς βλασφημούμεθα καὶ καθώς φασίν τινες ἡμᾶς λέγειν ὅτι ποιήσωμεν τὰ κακὰ ἵνα ἔλθῃ τὰ ἀγαθά ὧν τὸ κρίμα ἔνδικόν ἐστιν
Rom 3:9τί οὖν προεχόμεθα οὐ πάντως προῃτιασάμεθα γὰρ Ἰουδαίους τε καὶ Ἕλληνας πάντας ὑφ᾽ ἁμαρτίαν εἶναι
Rom 3:10καθὼς γέγραπται ὅτι οὐκ ἔστιν δίκαιος οὐδὲ εἷς
Rom 3:11οὐκ ἔστιν συνίων οὐκ ἔστιν ἐκζητῶν τὸν θεόν
Rom 3:12πάντες ἐξέκλιναν ἅμα ἠχρεώθησαν οὐκ ἔστιν ποιῶν χρηστότητα οὐκ ἔστιν ἕως ἑνός
Rom 3:13τάφος ἀνεῳγμένος λάρυγξ αὐτῶν ταῖς γλώσσαις αὐτῶν ἐδολιοῦσαν ἰὸς ἀσπίδων ὑπὸ τὰ χείλη αὐτῶν
Rom 3:14ὧν τὸ στόμα ἀρᾶς καὶ πικρίας γέμει
Rom 3:15ὀξεῖς οἱ πόδες αὐτῶν ἐκχέαι αἷμα
Rom 3:16σύντριμμα καὶ ταλαιπωρία ἐν ταῖς ὁδοῖς αὐτῶν
Rom 3:17καὶ ὁδὸν εἰρήνης οὐκ ἔγνωσαν
Rom 3:18οὐκ ἔστιν φόβος θεοῦ ἀπέναντι τῶν ὀφθαλμῶν αὐτῶν
Rom 3:19οἴδαμεν δὲ ὅτι ὅσα νόμος λέγει τοῖς ἐν τῷ νόμῳ λαλεῖ ἵνα πᾶν στόμα φραγῇ καὶ ὑπόδικος γένηται πᾶς κόσμος τῷ θεῷ
Rom 3:20διότι ἐξ ἔργων νόμου οὐ δικαιωθήσεται πᾶσα σὰρξ ἐνώπιον αὐτοῦ διὰ γὰρ νόμου ἐπίγνωσις ἁμαρτίας
Rom 3:21νυνὶ δὲ χωρὶς νόμου δικαιοσύνη θεοῦ πεφανέρωται μαρτυρουμένη ὑπὸ τοῦ νόμου καὶ τῶν προφητῶν
Rom 3:22δικαιοσύνη δὲ θεοῦ διὰ πίστεως Ἰησοῦ Χριστοῦ εἰς πάντας τοὺς πιστεύοντας οὐ γάρ ἐστιν διαστολή
Rom 3:23πάντες γὰρ ἥμαρτον καὶ ὑστεροῦνται τῆς δόξης τοῦ θεοῦ
Rom 3:24δικαιούμενοι δωρεὰν τῇ αὐτοῦ χάριτι διὰ τῆς ἀπολυτρώσεως τῆς ἐν Χριστῷ Ἰησοῦ
Rom 3:25ὃν προέθετο θεὸς ἱλαστήριον διὰ τῆς πίστεως ἐν τῷ αὐτοῦ αἵματι εἰς ἔνδειξιν τῆς δικαιοσύνης αὐτοῦ διὰ τὴν πάρεσιν τῶν προγεγονότων ἁμαρτημάτων (MGNT 3:26) ἐν τῇ ἀνοχῇ τοῦ θεοῦ
Rom 3:26πρὸς τὴν ἔνδειξιν τῆς δικαιοσύνης αὐτοῦ ἐν τῷ νῦν καιρῷ εἰς τὸ εἶναι αὐτὸν δίκαιον καὶ δικαιοῦντα τὸν ἐκ πίστεως Ἰησοῦ
Rom 3:27ποῦ οὖν καύχησις ἐξεκλείσθη διὰ ποίου νόμου τῶν ἔργων οὐχί ἀλλὰ διὰ νόμου πίστεως
Rom 3:28λογιζόμεθα γὰρ δικαιοῦσθαι πίστει ἄνθρωπον χωρὶς ἔργων νόμου
Rom 3:29 Ἰουδαίων θεὸς μόνον οὐχὶ καὶ ἐθνῶν ναὶ καὶ ἐθνῶν
Rom 3:30εἴπερ εἷς θεός ὃς δικαιώσει περιτομὴν ἐκ πίστεως καὶ ἀκροβυστίαν διὰ τῆς πίστεως
Rom 3:31νόμον οὖν καταργοῦμεν διὰ τῆς πίστεως μὴ γένοιτο ἀλλὰ νόμον ἱστάνομεν
MGNT Footnotes
Some portions of the New Testament have small, consistent differences in verse numbering between the Greek and English texts.
Translation Copyright Logo

This Greek text is very similar to the Nestle-Aland 27th edition text. Our thanks to the MorphGNT SBLGNT project.

The SBLGNT text itself is subject to the SBLGNT EULA and the morphological parsing and lemmatization is made available under a CC-BY-SA License.

Romans Chapter 3 — Additional Translations: