Previous Chapter Full Page Full Page Next Chapter

Ρωμαίους (Romans) 16 :: Morphological Greek New Testament (MGNT)

Rom 16:1συνίστημι δὲ ὑμῖν Φοίβην τὴν ἀδελφὴν ἡμῶν οὖσαν καὶ διάκονον τῆς ἐκκλησίας τῆς ἐν Κεγχρεαῖς
Rom 16:2ἵνα αὐτὴν προσδέξησθε ἐν κυρίῳ ἀξίως τῶν ἁγίων καὶ παραστῆτε αὐτῇ ἐν ἂν ὑμῶν χρῄζῃ πράγματι καὶ γὰρ αὐτὴ προστάτις πολλῶν ἐγενήθη καὶ ἐμοῦ αὐτοῦ
Rom 16:3ἀσπάσασθε Πρίσκαν καὶ Ἀκύλαν τοὺς συνεργούς μου ἐν Χριστῷ Ἰησοῦ
Rom 16:4οἵτινες ὑπὲρ τῆς ψυχῆς μου τὸν ἑαυτῶν τράχηλον ὑπέθηκαν οἷς οὐκ ἐγὼ μόνος εὐχαριστῶ ἀλλὰ καὶ πᾶσαι αἱ ἐκκλησίαι τῶν ἐθνῶν
Rom 16:5καὶ τὴν κατ᾽ οἶκον αὐτῶν ἐκκλησίαν ἀσπάσασθε Ἐπαίνετον τὸν ἀγαπητόν μου ὅς ἐστιν ἀπαρχὴ τῆς Ἀσίας εἰς Χριστόν
Rom 16:6ἀσπάσασθε Μαρίαν ἥτις πολλὰ ἐκοπίασεν εἰς ὑμᾶς
Rom 16:7ἀσπάσασθε Ἀνδρόνικον καὶ Ἰουνιᾶν τοὺς συγγενεῖς μου καὶ συναιχμαλώτους μου οἵτινές εἰσιν ἐπίσημοι ἐν τοῖς ἀποστόλοις οἳ καὶ πρὸ ἐμοῦ γέγοναν ἐν Χριστῷ
Rom 16:8ἀσπάσασθε Ἀμπλιᾶτον τὸν ἀγαπητόν μου ἐν κυρίῳ
Rom 16:9ἀσπάσασθε Οὐρβανὸν τὸν συνεργὸν ἡμῶν ἐν Χριστῷ καὶ Στάχυν τὸν ἀγαπητόν μου
Rom 16:10ἀσπάσασθε Ἀπελλῆν τὸν δόκιμον ἐν Χριστῷ ἀσπάσασθε τοὺς ἐκ τῶν Ἀριστοβούλου
Rom 16:11ἀσπάσασθε Ἡρῳδίωνα τὸν συγγενῆ μου ἀσπάσασθε τοὺς ἐκ τῶν Ναρκίσσου τοὺς ὄντας ἐν κυρίῳ
Rom 16:12ἀσπάσασθε Τρύφαιναν καὶ Τρυφῶσαν τὰς κοπιώσας ἐν κυρίῳ ἀσπάσασθε Περσίδα τὴν ἀγαπητήν ἥτις πολλὰ ἐκοπίασεν ἐν κυρίῳ
Rom 16:13ἀσπάσασθε Ῥοῦφον τὸν ἐκλεκτὸν ἐν κυρίῳ καὶ τὴν μητέρα αὐτοῦ καὶ ἐμοῦ
Rom 16:14ἀσπάσασθε Ἀσύγκριτον Φλέγοντα Ἑρμῆν Πατροβᾶν Ἑρμᾶν καὶ τοὺς σὺν αὐτοῖς ἀδελφούς
Rom 16:15ἀσπάσασθε Φιλόλογον καὶ Ἰουλίαν Νηρέα καὶ τὴν ἀδελφὴν αὐτοῦ καὶ Ὀλυμπᾶν καὶ τοὺς σὺν αὐτοῖς πάντας ἁγίους
Rom 16:16ἀσπάσασθε ἀλλήλους ἐν φιλήματι ἁγίῳ ἀσπάζονται ὑμᾶς αἱ ἐκκλησίαι πᾶσαι τοῦ Χριστοῦ
Rom 16:17παρακαλῶ δὲ ὑμᾶς ἀδελφοί σκοπεῖν τοὺς τὰς διχοστασίας καὶ τὰ σκάνδαλα παρὰ τὴν διδαχὴν ἣν ὑμεῖς ἐμάθετε ποιοῦντας καὶ ἐκκλίνετε ἀπ᾽ αὐτῶν
Rom 16:18οἱ γὰρ τοιοῦτοι τῷ κυρίῳ ἡμῶν Χριστῷ οὐ δουλεύουσιν ἀλλὰ τῇ ἑαυτῶν κοιλίᾳ καὶ διὰ τῆς χρηστολογίας καὶ εὐλογίας ἐξαπατῶσιν τὰς καρδίας τῶν ἀκάκων
Rom 16:19 γὰρ ὑμῶν ὑπακοὴ εἰς πάντας ἀφίκετο ἐφ᾽ ὑμῖν οὖν χαίρω θέλω δὲ ὑμᾶς σοφοὺς εἶναι εἰς τὸ ἀγαθόν ἀκεραίους δὲ εἰς τὸ κακόν
Rom 16:20 δὲ θεὸς τῆς εἰρήνης συντρίψει τὸν Σατανᾶν ὑπὸ τοὺς πόδας ὑμῶν ἐν τάχει χάρις τοῦ κυρίου ἡμῶν Ἰησοῦ μεθ᾽ ὑμῶν
Rom 16:21ἀσπάζεται ὑμᾶς Τιμόθεος συνεργός μου καὶ Λούκιος καὶ Ἰάσων καὶ Σωσίπατρος οἱ συγγενεῖς μου
Rom 16:22ἀσπάζομαι ὑμᾶς ἐγὼ Τέρτιος γράψας τὴν ἐπιστολὴν ἐν κυρίῳ
Rom 16:23ἀσπάζεται ὑμᾶς Γάϊος ξένος μου καὶ ὅλης τῆς ἐκκλησίας ἀσπάζεται ὑμᾶς Ἔραστος οἰκονόμος τῆς πόλεως καὶ Κούαρτος ἀδελφός
Rom 16:25τῷ δὲ δυναμένῳ ὑμᾶς στηρίξαι κατὰ τὸ εὐαγγέλιόν μου καὶ τὸ κήρυγμα Ἰησοῦ Χριστοῦ κατὰ ἀποκάλυψιν μυστηρίου χρόνοις αἰωνίοις σεσιγημένου
Rom 16:26φανερωθέντος δὲ νῦν διά τε γραφῶν προφητικῶν κατ᾽ ἐπιταγὴν τοῦ αἰωνίου θεοῦ εἰς ὑπακοὴν πίστεως εἰς πάντα τὰ ἔθνη γνωρισθέντος
Rom 16:27μόνῳ σοφῷ θεῷ διὰ Ἰησοῦ Χριστοῦ δόξα εἰς τοὺς αἰῶνας ἀμήν
BLB Footnotes
This verse is omitted from the Morphological Greek New Testament.  
Translation Copyright Logo

This Greek text is very similar to the Nestle-Aland 27th edition text. Our thanks to the MorphGNT SBLGNT project.

The SBLGNT text itself is subject to the SBLGNT EULA and the morphological parsing and lemmatization is made available under a CC-BY-SA License.

Romans Chapter 16 — Additional Translations: