Previous Chapter Full Page Full Page Next Chapter

Ρωμαίους (Romans) 14 :: Morphological Greek New Testament (MGNT)

Rom 14:1τὸν δὲ ἀσθενοῦντα τῇ πίστει προσλαμβάνεσθε μὴ εἰς διακρίσεις διαλογισμῶν
Rom 14:2ὃς μὲν πιστεύει φαγεῖν πάντα δὲ ἀσθενῶν λάχανα ἐσθίει
Rom 14:3 ἐσθίων τὸν μὴ ἐσθίοντα μὴ ἐξουθενείτω δὲ μὴ ἐσθίων τὸν ἐσθίοντα μὴ κρινέτω θεὸς γὰρ αὐτὸν προσελάβετο
Rom 14:4σὺ τίς εἶ κρίνων ἀλλότριον οἰκέτην τῷ ἰδίῳ κυρίῳ στήκει πίπτει σταθήσεται δέ δυνατεῖ γὰρ κύριος στῆσαι αὐτόν
Rom 14:5ὃς μὲν γὰρ κρίνει ἡμέραν παρ᾽ ἡμέραν ὃς δὲ κρίνει πᾶσαν ἡμέραν ἕκαστος ἐν τῷ ἰδίῳ νοῒ πληροφορείσθω
Rom 14:6 φρονῶν τὴν ἡμέραν κυρίῳ φρονεῖ καὶ ἐσθίων κυρίῳ ἐσθίει εὐχαριστεῖ γὰρ τῷ θεῷ καὶ μὴ ἐσθίων κυρίῳ οὐκ ἐσθίει καὶ εὐχαριστεῖ τῷ θεῷ
Rom 14:7οὐδεὶς γὰρ ἡμῶν ἑαυτῷ ζῇ καὶ οὐδεὶς ἑαυτῷ ἀποθνῄσκει
Rom 14:8ἐάν τε γὰρ ζῶμεν τῷ κυρίῳ ζῶμεν ἐάν τε ἀποθνῄσκωμεν τῷ κυρίῳ ἀποθνῄσκομεν ἐάν τε οὖν ζῶμεν ἐάν τε ἀποθνῄσκωμεν τοῦ κυρίου ἐσμέν
Rom 14:9εἰς τοῦτο γὰρ Χριστὸς ἀπέθανεν καὶ ἔζησεν ἵνα καὶ νεκρῶν καὶ ζώντων κυριεύσῃ
Rom 14:10σὺ δὲ τί κρίνεις τὸν ἀδελφόν σου καὶ σὺ τί ἐξουθενεῖς τὸν ἀδελφόν σου πάντες γὰρ παραστησόμεθα τῷ βήματι τοῦ θεοῦ
Rom 14:11γέγραπται γάρ ζῶ ἐγώ λέγει κύριος ὅτι ἐμοὶ κάμψει πᾶν γόνυ καὶ πᾶσα γλῶσσα ἐξομολογήσεται τῷ θεῷ
Rom 14:12ἄρα οὖν ἕκαστος ἡμῶν περὶ ἑαυτοῦ λόγον δώσει τῷ θεῷ
Rom 14:13μηκέτι οὖν ἀλλήλους κρίνωμεν ἀλλὰ τοῦτο κρίνατε μᾶλλον τὸ μὴ τιθέναι πρόσκομμα τῷ ἀδελφῷ σκάνδαλον
Rom 14:14οἶδα καὶ πέπεισμαι ἐν κυρίῳ Ἰησοῦ ὅτι οὐδὲν κοινὸν δι᾽ ἑαυτοῦ εἰ μὴ τῷ λογιζομένῳ τι κοινὸν εἶναι ἐκείνῳ κοινόν
Rom 14:15εἰ γὰρ διὰ βρῶμα ἀδελφός σου λυπεῖται οὐκέτι κατὰ ἀγάπην περιπατεῖς μὴ τῷ βρώματί σου ἐκεῖνον ἀπόλλυε ὑπὲρ οὗ Χριστὸς ἀπέθανεν
Rom 14:16μὴ βλασφημείσθω οὖν ὑμῶν τὸ ἀγαθόν
Rom 14:17οὐ γάρ ἐστιν βασιλεία τοῦ θεοῦ βρῶσις καὶ πόσις ἀλλὰ δικαιοσύνη καὶ εἰρήνη καὶ χαρὰ ἐν πνεύματι ἁγίῳ
Rom 14:18 γὰρ ἐν τούτῳ δουλεύων τῷ Χριστῷ εὐάρεστος τῷ θεῷ καὶ δόκιμος τοῖς ἀνθρώποις
Rom 14:19ἄρα οὖν τὰ τῆς εἰρήνης διώκωμεν καὶ τὰ τῆς οἰκοδομῆς τῆς εἰς ἀλλήλους
Rom 14:20μὴ ἕνεκεν βρώματος κατάλυε τὸ ἔργον τοῦ θεοῦ πάντα μὲν καθαρά ἀλλὰ κακὸν τῷ ἀνθρώπῳ τῷ διὰ προσκόμματος ἐσθίοντι
Rom 14:21καλὸν τὸ μὴ φαγεῖν κρέα μηδὲ πιεῖν οἶνον μηδὲ ἐν ἀδελφός σου προσκόπτει
Rom 14:22σὺ πίστιν ἣν ἔχεις κατὰ σεαυτὸν ἔχε ἐνώπιον τοῦ θεοῦ μακάριος μὴ κρίνων ἑαυτὸν ἐν δοκιμάζει
Rom 14:23 δὲ διακρινόμενος ἐὰν φάγῃ κατακέκριται ὅτι οὐκ ἐκ πίστεως πᾶν δὲ οὐκ ἐκ πίστεως ἁμαρτία ἐστίν
Translation Copyright Logo

This Greek text is very similar to the Nestle-Aland 27th edition text. Our thanks to the MorphGNT SBLGNT project.

The SBLGNT text itself is subject to the SBLGNT EULA and the morphological parsing and lemmatization is made available under a CC-BY-SA License.

Romans Chapter 14 — Additional Translations: