Previous Chapter Full Page Full Page Next Chapter

Ρωμαίους (Romans) 11 :: Morphological Greek New Testament (MGNT)

Rom 11:1λέγω οὖν μὴ ἀπώσατο θεὸς τὸν λαὸν αὐτοῦ μὴ γένοιτο καὶ γὰρ ἐγὼ Ἰσραηλίτης εἰμί ἐκ σπέρματος Ἀβραάμ φυλῆς Βενιαμίν
Rom 11:2οὐκ ἀπώσατο θεὸς τὸν λαὸν αὐτοῦ ὃν προέγνω οὐκ οἴδατε ἐν Ἠλίᾳ τί λέγει γραφή ὡς ἐντυγχάνει τῷ θεῷ κατὰ τοῦ Ἰσραήλ
Rom 11:3κύριε τοὺς προφήτας σου ἀπέκτειναν τὰ θυσιαστήριά σου κατέσκαψαν κἀγὼ ὑπελείφθην μόνος καὶ ζητοῦσιν τὴν ψυχήν μου
Rom 11:4ἀλλὰ τί λέγει αὐτῷ χρηματισμός κατέλιπον ἐμαυτῷ ἑπτακισχιλίους ἄνδρας οἵτινες οὐκ ἔκαμψαν γόνυ τῇ Βάαλ
Rom 11:5οὕτως οὖν καὶ ἐν τῷ νῦν καιρῷ λεῖμμα κατ᾽ ἐκλογὴν χάριτος γέγονεν
Rom 11:6εἰ δὲ χάριτι οὐκέτι ἐξ ἔργων ἐπεὶ χάρις οὐκέτι γίνεται χάρις
Rom 11:7τί οὖν ἐπιζητεῖ Ἰσραήλ τοῦτο οὐκ ἐπέτυχεν δὲ ἐκλογὴ ἐπέτυχεν οἱ δὲ λοιποὶ ἐπωρώθησαν
Rom 11:8καθὼς γέγραπται ἔδωκεν αὐτοῖς θεὸς πνεῦμα κατανύξεως ὀφθαλμοὺς τοῦ μὴ βλέπειν καὶ ὦτα τοῦ μὴ ἀκούειν ἕως τῆς σήμερον ἡμέρας
Rom 11:9καὶ Δαυὶδ λέγει γενηθήτω τράπεζα αὐτῶν εἰς παγίδα καὶ εἰς θήραν καὶ εἰς σκάνδαλον καὶ εἰς ἀνταπόδομα αὐτοῖς
Rom 11:10σκοτισθήτωσαν οἱ ὀφθαλμοὶ αὐτῶν τοῦ μὴ βλέπειν καὶ τὸν νῶτον αὐτῶν διὰ παντὸς σύγκαμψον
Rom 11:11λέγω οὖν μὴ ἔπταισαν ἵνα πέσωσιν μὴ γένοιτο ἀλλὰ τῷ αὐτῶν παραπτώματι σωτηρία τοῖς ἔθνεσιν εἰς τὸ παραζηλῶσαι αὐτούς
Rom 11:12εἰ δὲ τὸ παράπτωμα αὐτῶν πλοῦτος κόσμου καὶ τὸ ἥττημα αὐτῶν πλοῦτος ἐθνῶν πόσῳ μᾶλλον τὸ πλήρωμα αὐτῶν
Rom 11:13ὑμῖν δὲ λέγω τοῖς ἔθνεσιν ἐφ᾽ ὅσον μὲν οὖν εἰμι ἐγὼ ἐθνῶν ἀπόστολος τὴν διακονίαν μου δοξάζω
Rom 11:14εἴ πως παραζηλώσω μου τὴν σάρκα καὶ σώσω τινὰς ἐξ αὐτῶν
Rom 11:15εἰ γὰρ ἀποβολὴ αὐτῶν καταλλαγὴ κόσμου τίς πρόσλημψις εἰ μὴ ζωὴ ἐκ νεκρῶν
Rom 11:16εἰ δὲ ἀπαρχὴ ἁγία καὶ τὸ φύραμα καὶ εἰ ῥίζα ἁγία καὶ οἱ κλάδοι
Rom 11:17εἰ δέ τινες τῶν κλάδων ἐξεκλάσθησαν σὺ δὲ ἀγριέλαιος ὢν ἐνεκεντρίσθης ἐν αὐτοῖς καὶ συγκοινωνὸς τῆς ῥίζης τῆς πιότητος τῆς ἐλαίας ἐγένου
Rom 11:18μὴ κατακαυχῶ τῶν κλάδων εἰ δὲ κατακαυχᾶσαι οὐ σὺ τὴν ῥίζαν βαστάζεις ἀλλὰ ῥίζα σέ
Rom 11:19ἐρεῖς οὖν ἐξεκλάσθησαν κλάδοι ἵνα ἐγὼ ἐγκεντρισθῶ
Rom 11:20καλῶς τῇ ἀπιστίᾳ ἐξεκλάσθησαν σὺ δὲ τῇ πίστει ἕστηκας μὴ ὑψηλὰ φρόνει ἀλλὰ φοβοῦ
Rom 11:21εἰ γὰρ θεὸς τῶν κατὰ φύσιν κλάδων οὐκ ἐφείσατο οὐδὲ σοῦ φείσεται
Rom 11:22ἴδε οὖν χρηστότητα καὶ ἀποτομίαν θεοῦ ἐπὶ μὲν τοὺς πεσόντας ἀποτομία ἐπὶ δὲ σὲ χρηστότης θεοῦ ἐὰν ἐπιμένῃς τῇ χρηστότητι ἐπεὶ καὶ σὺ ἐκκοπήσῃ
Rom 11:23κἀκεῖνοι δέ ἐὰν μὴ ἐπιμένωσιν τῇ ἀπιστίᾳ ἐγκεντρισθήσονται δυνατὸς γάρ ἐστιν θεὸς πάλιν ἐγκεντρίσαι αὐτούς
Rom 11:24εἰ γὰρ σὺ ἐκ τῆς κατὰ φύσιν ἐξεκόπης ἀγριελαίου καὶ παρὰ φύσιν ἐνεκεντρίσθης εἰς καλλιέλαιον πόσῳ μᾶλλον οὗτοι οἱ κατὰ φύσιν ἐγκεντρισθήσονται τῇ ἰδίᾳ ἐλαίᾳ
Rom 11:25οὐ γὰρ θέλω ὑμᾶς ἀγνοεῖν ἀδελφοί τὸ μυστήριον τοῦτο ἵνα μὴ ἦτε παρ᾽ ἑαυτοῖς φρόνιμοι ὅτι πώρωσις ἀπὸ μέρους τῷ Ἰσραὴλ γέγονεν ἄχρις οὗ τὸ πλήρωμα τῶν ἐθνῶν εἰσέλθῃ
Rom 11:26καὶ οὕτως πᾶς Ἰσραὴλ σωθήσεται καθὼς γέγραπται ἥξει ἐκ Σιὼν ῥυόμενος ἀποστρέψει ἀσεβείας ἀπὸ Ἰακώβ
Rom 11:27καὶ αὕτη αὐτοῖς παρ᾽ ἐμοῦ διαθήκη ὅταν ἀφέλωμαι τὰς ἁμαρτίας αὐτῶν
Rom 11:28κατὰ μὲν τὸ εὐαγγέλιον ἐχθροὶ δι᾽ ὑμᾶς κατὰ δὲ τὴν ἐκλογὴν ἀγαπητοὶ διὰ τοὺς πατέρας
Rom 11:29ἀμεταμέλητα γὰρ τὰ χαρίσματα καὶ κλῆσις τοῦ θεοῦ
Rom 11:30ὥσπερ γὰρ ὑμεῖς ποτε ἠπειθήσατε τῷ θεῷ νῦν δὲ ἠλεήθητε τῇ τούτων ἀπειθείᾳ
Rom 11:31οὕτως καὶ οὗτοι νῦν ἠπείθησαν τῷ ὑμετέρῳ ἐλέει ἵνα καὶ αὐτοὶ νῦν ἐλεηθῶσιν
Rom 11:32συνέκλεισεν γὰρ θεὸς τοὺς πάντας εἰς ἀπείθειαν ἵνα τοὺς πάντας ἐλεήσῃ
Rom 11:33 βάθος πλούτου καὶ σοφίας καὶ γνώσεως θεοῦ ὡς ἀνεξεραύνητα τὰ κρίματα αὐτοῦ καὶ ἀνεξιχνίαστοι αἱ ὁδοὶ αὐτοῦ
Rom 11:34τίς γὰρ ἔγνω νοῦν κυρίου τίς σύμβουλος αὐτοῦ ἐγένετο
Rom 11:35 τίς προέδωκεν αὐτῷ καὶ ἀνταποδοθήσεται αὐτῷ
Rom 11:36ὅτι ἐξ αὐτοῦ καὶ δι᾽ αὐτοῦ καὶ εἰς αὐτὸν τὰ πάντα αὐτῷ δόξα εἰς τοὺς αἰῶνας ἀμήν
Translation Copyright Logo

This Greek text is very similar to the Nestle-Aland 27th edition text. Our thanks to the MorphGNT SBLGNT project.

The SBLGNT text itself is subject to the SBLGNT EULA and the morphological parsing and lemmatization is made available under a CC-BY-SA License.

Romans Chapter 11 — Additional Translations: