Previous Chapter Full Page Full Page Next Chapter

Ρωμαίους (Romans) 10 :: Morphological Greek New Testament (MGNT)

Rom 10:1ἀδελφοί μὲν εὐδοκία τῆς ἐμῆς καρδίας καὶ δέησις πρὸς τὸν θεὸν ὑπὲρ αὐτῶν εἰς σωτηρίαν
Rom 10:2μαρτυρῶ γὰρ αὐτοῖς ὅτι ζῆλον θεοῦ ἔχουσιν ἀλλ᾽ οὐ κατ᾽ ἐπίγνωσιν
Rom 10:3ἀγνοοῦντες γὰρ τὴν τοῦ θεοῦ δικαιοσύνην καὶ τὴν ἰδίαν δικαιοσύνην ζητοῦντες στῆσαι τῇ δικαιοσύνῃ τοῦ θεοῦ οὐχ ὑπετάγησαν
Rom 10:4τέλος γὰρ νόμου Χριστὸς εἰς δικαιοσύνην παντὶ τῷ πιστεύοντι
Rom 10:5Μωϋσῆς γὰρ γράφει τὴν δικαιοσύνην τὴν ἐκ τοῦ νόμου ὅτι ποιήσας αὐτὰ ἄνθρωπος ζήσεται ἐν αὐτοῖς
Rom 10:6 δὲ ἐκ πίστεως δικαιοσύνη οὕτως λέγει μὴ εἴπῃς ἐν τῇ καρδίᾳ σου τίς ἀναβήσεται εἰς τὸν οὐρανόν τοῦτ᾽ ἔστιν Χριστὸν καταγαγεῖν
Rom 10:7 τίς καταβήσεται εἰς τὴν ἄβυσσον τοῦτ᾽ ἔστιν Χριστὸν ἐκ νεκρῶν ἀναγαγεῖν
Rom 10:8ἀλλὰ τί λέγει ἐγγύς σου τὸ ῥῆμά ἐστιν ἐν τῷ στόματί σου καὶ ἐν τῇ καρδίᾳ σου τοῦτ᾽ ἔστιν τὸ ῥῆμα τῆς πίστεως κηρύσσομεν
Rom 10:9ὅτι ἐὰν ὁμολογήσῃς ἐν τῷ στόματί σου κύριον Ἰησοῦν καὶ πιστεύσῃς ἐν τῇ καρδίᾳ σου ὅτι θεὸς αὐτὸν ἤγειρεν ἐκ νεκρῶν σωθήσῃ
Rom 10:10καρδίᾳ γὰρ πιστεύεται εἰς δικαιοσύνην στόματι δὲ ὁμολογεῖται εἰς σωτηρίαν
Rom 10:11λέγει γὰρ γραφή πᾶς πιστεύων ἐπ᾽ αὐτῷ οὐ καταισχυνθήσεται
Rom 10:12οὐ γάρ ἐστιν διαστολὴ Ἰουδαίου τε καὶ Ἕλληνος γὰρ αὐτὸς κύριος πάντων πλουτῶν εἰς πάντας τοὺς ἐπικαλουμένους αὐτόν
Rom 10:13πᾶς γὰρ ὃς ἂν ἐπικαλέσηται τὸ ὄνομα κυρίου σωθήσεται
Rom 10:14πῶς οὖν ἐπικαλέσωνται εἰς ὃν οὐκ ἐπίστευσαν πῶς δὲ πιστεύσωσιν οὗ οὐκ ἤκουσαν πῶς δὲ ἀκούσωσιν χωρὶς κηρύσσοντος
Rom 10:15πῶς δὲ κηρύξωσιν ἐὰν μὴ ἀποσταλῶσιν καθὼς γέγραπται ὡς ὡραῖοι οἱ πόδες τῶν εὐαγγελιζομένων τὰ ἀγαθά
Rom 10:16ἀλλ᾽ οὐ πάντες ὑπήκουσαν τῷ εὐαγγελίῳ Ἠσαΐας γὰρ λέγει κύριε τίς ἐπίστευσεν τῇ ἀκοῇ ἡμῶν
Rom 10:17ἄρα πίστις ἐξ ἀκοῆς δὲ ἀκοὴ διὰ ῥήματος Χριστοῦ
Rom 10:18ἀλλὰ λέγω μὴ οὐκ ἤκουσαν μενοῦνγε εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν φθόγγος αὐτῶν καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ῥήματα αὐτῶν
Rom 10:19ἀλλὰ λέγω μὴ Ἰσραὴλ οὐκ ἔγνω πρῶτος Μωϋσῆς λέγει ἐγὼ παραζηλώσω ὑμᾶς ἐπ᾽ οὐκ ἔθνει ἐπ᾽ ἔθνει ἀσυνέτῳ παροργιῶ ὑμᾶς
Rom 10:20Ἠσαΐας δὲ ἀποτολμᾷ καὶ λέγει εὑρέθην ἐν τοῖς ἐμὲ μὴ ζητοῦσιν ἐμφανὴς ἐγενόμην τοῖς ἐμὲ μὴ ἐπερωτῶσιν
Rom 10:21πρὸς δὲ τὸν Ἰσραὴλ λέγει ὅλην τὴν ἡμέραν ἐξεπέτασα τὰς χεῖράς μου πρὸς λαὸν ἀπειθοῦντα καὶ ἀντιλέγοντα
Translation Copyright Logo

This Greek text is very similar to the Nestle-Aland 27th edition text. Our thanks to the MorphGNT SBLGNT project.

The SBLGNT text itself is subject to the SBLGNT EULA and the morphological parsing and lemmatization is made available under a CC-BY-SA License.

Romans Chapter 10 — Additional Translations: