Previous Chapter Full Page Full Page Next Chapter

Αποκάλυψη (Revelation) 7 :: Morphological Greek New Testament (MGNT)

Rev 7:1μετὰ τοῦτο εἶδον τέσσαρας ἀγγέλους ἑστῶτας ἐπὶ τὰς τέσσαρας γωνίας τῆς γῆς κρατοῦντας τοὺς τέσσαρας ἀνέμους τῆς γῆς ἵνα μὴ πνέῃ ἄνεμος ἐπὶ τῆς γῆς μήτε ἐπὶ τῆς θαλάσσης μήτε ἐπὶ πᾶν δένδρον
Rev 7:2καὶ εἶδον ἄλλον ἄγγελον ἀναβαίνοντα ἀπὸ ἀνατολῆς ἡλίου ἔχοντα σφραγῖδα θεοῦ ζῶντος καὶ ἔκραξεν φωνῇ μεγάλῃ τοῖς τέσσαρσιν ἀγγέλοις οἷς ἐδόθη αὐτοῖς ἀδικῆσαι τὴν γῆν καὶ τὴν θάλασσαν
Rev 7:3λέγων μὴ ἀδικήσητε τὴν γῆν μήτε τὴν θάλασσαν μήτε τὰ δένδρα ἄχρι σφραγίσωμεν τοὺς δούλους τοῦ θεοῦ ἡμῶν ἐπὶ τῶν μετώπων αὐτῶν
Rev 7:4καὶ ἤκουσα τὸν ἀριθμὸν τῶν ἐσφραγισμένων ἑκατὸν τεσσεράκοντα τέσσαρες χιλιάδες ἐσφραγισμένοι ἐκ πάσης φυλῆς υἱῶν Ἰσραήλ
Rev 7:5ἐκ φυλῆς Ἰούδα δώδεκα χιλιάδες ἐσφραγισμένοι ἐκ φυλῆς Ῥουβὴν δώδεκα χιλιάδες ἐκ φυλῆς Γὰδ δώδεκα χιλιάδες
Rev 7:6ἐκ φυλῆς Ἀσὴρ δώδεκα χιλιάδες ἐκ φυλῆς Νεφθαλὶμ δώδεκα χιλιάδες ἐκ φυλῆς Μανασσῆ δώδεκα χιλιάδες
Rev 7:7ἐκ φυλῆς Συμεὼν δώδεκα χιλιάδες ἐκ φυλῆς Λευὶ δώδεκα χιλιάδες ἐκ φυλῆς Ἰσσαχὰρ δώδεκα χιλιάδες
Rev 7:8ἐκ φυλῆς Ζαβουλὼν δώδεκα χιλιάδες ἐκ φυλῆς Ἰωσὴφ δώδεκα χιλιάδες ἐκ φυλῆς Βενιαμὶν δώδεκα χιλιάδες ἐσφραγισμένοι
Rev 7:9μετὰ ταῦτα εἶδον καὶ ἰδοὺ ὄχλος πολύς ὃν ἀριθμῆσαι αὐτὸν οὐδεὶς ἐδύνατο ἐκ παντὸς ἔθνους καὶ φυλῶν καὶ λαῶν καὶ γλωσσῶν ἑστῶτες ἐνώπιον τοῦ θρόνου καὶ ἐνώπιον τοῦ ἀρνίου περιβεβλημένους στολὰς λευκάς καὶ φοίνικες ἐν ταῖς χερσὶν αὐτῶν
Rev 7:10καὶ κράζουσιν φωνῇ μεγάλῃ λέγοντες σωτηρία τῷ θεῷ ἡμῶν τῷ καθημένῳ ἐπὶ τῷ θρόνῳ καὶ τῷ ἀρνίῳ
Rev 7:11καὶ πάντες οἱ ἄγγελοι εἱστήκεισαν κύκλῳ τοῦ θρόνου καὶ τῶν πρεσβυτέρων καὶ τῶν τεσσάρων ζῴων καὶ ἔπεσαν ἐνώπιον τοῦ θρόνου ἐπὶ τὰ πρόσωπα αὐτῶν καὶ προσεκύνησαν τῷ θεῷ
Rev 7:12λέγοντες ἀμήν εὐλογία καὶ δόξα καὶ σοφία καὶ εὐχαριστία καὶ τιμὴ καὶ δύναμις καὶ ἰσχὺς τῷ θεῷ ἡμῶν εἰς τοὺς αἰῶνας τῶν αἰώνων ἀμήν
Rev 7:13καὶ ἀπεκρίθη εἷς ἐκ τῶν πρεσβυτέρων λέγων μοι οὗτοι οἱ περιβεβλημένοι τὰς στολὰς τὰς λευκὰς τίνες εἰσὶν καὶ πόθεν ἦλθον
Rev 7:14καὶ εἴρηκα αὐτῷ κύριέ μου σὺ οἶδας καὶ εἶπέν μοι οὗτοί εἰσιν οἱ ἐρχόμενοι ἐκ τῆς θλίψεως τῆς μεγάλης καὶ ἔπλυναν τὰς στολὰς αὐτῶν καὶ ἐλεύκαναν αὐτὰς ἐν τῷ αἵματι τοῦ ἀρνίου
Rev 7:15διὰ τοῦτό εἰσιν ἐνώπιον τοῦ θρόνου τοῦ θεοῦ καὶ λατρεύουσιν αὐτῷ ἡμέρας καὶ νυκτὸς ἐν τῷ ναῷ αὐτοῦ καὶ καθήμενος ἐπὶ τοῦ θρόνου σκηνώσει ἐπ᾽ αὐτούς
Rev 7:16οὐ πεινάσουσιν ἔτι οὐδὲ διψήσουσιν ἔτι οὐδὲ μὴ πέσῃ ἐπ᾽ αὐτοὺς ἥλιος οὐδὲ πᾶν καῦμα
Rev 7:17ὅτι τὸ ἀρνίον τὸ ἀνὰ μέσον τοῦ θρόνου ποιμανεῖ αὐτούς καὶ ὁδηγήσει αὐτοὺς ἐπὶ ζωῆς πηγὰς ὑδάτων καὶ ἐξαλείψει θεὸς πᾶν δάκρυον ἐκ τῶν ὀφθαλμῶν αὐτῶν
Translation Copyright Logo

This Greek text is very similar to the Nestle-Aland 27th edition text. Our thanks to the MorphGNT SBLGNT project.

The SBLGNT text itself is subject to the SBLGNT EULA and the morphological parsing and lemmatization is made available under a CC-BY-SA License.

Revelation Chapter 7 — Additional Translations: