Previous Chapter Full Page Full Page Next Chapter

Αποκάλυψη (Revelation) 6 :: Morphological Greek New Testament (MGNT)

Rev 6:1καὶ εἶδον ὅτε ἤνοιξεν τὸ ἀρνίον μίαν ἐκ τῶν ἑπτὰ σφραγίδων καὶ ἤκουσα ἑνὸς ἐκ τῶν τεσσάρων ζῴων λέγοντος ὡς φωνὴ βροντῆς ἔρχου
Rev 6:2καὶ εἶδον καὶ ἰδοὺ ἵππος λευκός καὶ καθήμενος ἐπ᾽ αὐτὸν ἔχων τόξον καὶ ἐδόθη αὐτῷ στέφανος καὶ ἐξῆλθεν νικῶν καὶ ἵνα νικήσῃ
Rev 6:3καὶ ὅτε ἤνοιξεν τὴν σφραγῖδα τὴν δευτέραν ἤκουσα τοῦ δευτέρου ζῴου λέγοντος ἔρχου
Rev 6:4καὶ ἐξῆλθεν ἄλλος ἵππος πυρρός καὶ τῷ καθημένῳ ἐπ᾽ αὐτὸν ἐδόθη αὐτῷ λαβεῖν τὴν εἰρήνην ἐκ τῆς γῆς καὶ ἵνα ἀλλήλους σφάξουσιν καὶ ἐδόθη αὐτῷ μάχαιρα μεγάλη
Rev 6:5καὶ ὅτε ἤνοιξεν τὴν σφραγῖδα τὴν τρίτην ἤκουσα τοῦ τρίτου ζῴου λέγοντος ἔρχου καὶ εἶδον καὶ ἰδοὺ ἵππος μέλας καὶ καθήμενος ἐπ᾽ αὐτὸν ἔχων ζυγὸν ἐν τῇ χειρὶ αὐτοῦ
Rev 6:6καὶ ἤκουσα ὡς φωνὴν ἐν μέσῳ τῶν τεσσάρων ζῴων λέγουσαν χοῖνιξ σίτου δηναρίου καὶ τρεῖς χοίνικες κριθῶν δηναρίου καὶ τὸ ἔλαιον καὶ τὸν οἶνον μὴ ἀδικήσῃς
Rev 6:7καὶ ὅτε ἤνοιξεν τὴν σφραγῖδα τὴν τετάρτην ἤκουσα φωνὴν τοῦ τετάρτου ζῴου λέγοντος ἔρχου
Rev 6:8καὶ εἶδον καὶ ἰδοὺ ἵππος χλωρός καὶ καθήμενος ἐπάνω αὐτοῦ ὄνομα αὐτῷ θάνατος καὶ ᾅδης ἠκολούθει μετ᾽ αὐτοῦ καὶ ἐδόθη αὐτοῖς ἐξουσία ἐπὶ τὸ τέταρτον τῆς γῆς ἀποκτεῖναι ἐν ῥομφαίᾳ καὶ ἐν λιμῷ καὶ ἐν θανάτῳ καὶ ὑπὸ τῶν θηρίων τῆς γῆς
Rev 6:9καὶ ὅτε ἤνοιξεν τὴν πέμπτην σφραγῖδα εἶδον ὑποκάτω τοῦ θυσιαστηρίου τὰς ψυχὰς τῶν ἐσφαγμένων διὰ τὸν λόγον τοῦ θεοῦ καὶ διὰ τὴν μαρτυρίαν ἣν εἶχον
Rev 6:10καὶ ἔκραξαν φωνῇ μεγάλῃ λέγοντες ἕως πότε δεσπότης ἅγιος καὶ ἀληθινός οὐ κρίνεις καὶ ἐκδικεῖς τὸ αἷμα ἡμῶν ἐκ τῶν κατοικούντων ἐπὶ τῆς γῆς
Rev 6:11καὶ ἐδόθη αὐτοῖς ἑκάστῳ στολὴ λευκή καὶ ἐρρέθη αὐτοῖς ἵνα ἀναπαύσονται ἔτι χρόνον μικρόν ἕως πληρωθῶσιν καὶ οἱ σύνδουλοι αὐτῶν καὶ οἱ ἀδελφοὶ αὐτῶν οἱ μέλλοντες ἀποκτέννεσθαι ὡς καὶ αὐτοί
Rev 6:12καὶ εἶδον ὅτε ἤνοιξεν τὴν σφραγῖδα τὴν ἕκτην καὶ σεισμὸς μέγας ἐγένετο καὶ ἥλιος ἐγένετο μέλας ὡς σάκκος τρίχινος καὶ σελήνη ὅλη ἐγένετο ὡς αἷμα
Rev 6:13καὶ οἱ ἀστέρες τοῦ οὐρανοῦ ἔπεσαν εἰς τὴν γῆν ὡς συκῆ βάλλει τοὺς ὀλύνθους αὐτῆς ὑπὸ ἀνέμου μεγάλου σειομένη
Rev 6:14καὶ οὐρανὸς ἀπεχωρίσθη ὡς βιβλίον ἑλισσόμενον καὶ πᾶν ὄρος καὶ νῆσος ἐκ τῶν τόπων αὐτῶν ἐκινήθησαν
Rev 6:15καὶ οἱ βασιλεῖς τῆς γῆς καὶ οἱ μεγιστᾶνες καὶ οἱ χιλίαρχοι καὶ οἱ πλούσιοι καὶ οἱ ἰσχυροὶ καὶ πᾶς δοῦλος καὶ ἐλεύθερος ἔκρυψαν ἑαυτοὺς εἰς τὰ σπήλαια καὶ εἰς τὰς πέτρας τῶν ὀρέων
Rev 6:16καὶ λέγουσιν τοῖς ὄρεσιν καὶ ταῖς πέτραις πέσετε ἐφ᾽ ἡμᾶς καὶ κρύψατε ἡμᾶς ἀπὸ προσώπου τοῦ καθημένου ἐπὶ τοῦ θρόνου καὶ ἀπὸ τῆς ὀργῆς τοῦ ἀρνίου
Rev 6:17ὅτι ἦλθεν ἡμέρα μεγάλη τῆς ὀργῆς αὐτῶν καὶ τίς δύναται σταθῆναι
Translation Copyright Logo

This Greek text is very similar to the Nestle-Aland 27th edition text. Our thanks to the MorphGNT SBLGNT project.

The SBLGNT text itself is subject to the SBLGNT EULA and the morphological parsing and lemmatization is made available under a CC-BY-SA License.

Revelation Chapter 6 — Additional Translations: