Previous Chapter Full Page Full Page Next Chapter

Αποκάλυψη (Revelation) 22 :: Morphological Greek New Testament (MGNT)

Rev 22:1καὶ ἔδειξέν μοι ποταμὸν ὕδατος ζωῆς λαμπρὸν ὡς κρύσταλλον ἐκπορευόμενον ἐκ τοῦ θρόνου τοῦ θεοῦ καὶ τοῦ ἀρνίου
Rev 22:2ἐν μέσῳ τῆς πλατείας αὐτῆς καὶ τοῦ ποταμοῦ ἐντεῦθεν καὶ ἐκεῖθεν ξύλον ζωῆς ποιοῦν καρποὺς δώδεκα κατὰ μῆνα ἕκαστον ἀποδιδοῦν τὸν καρπὸν αὐτοῦ καὶ τὰ φύλλα τοῦ ξύλου εἰς θεραπείαν τῶν ἐθνῶν
Rev 22:3καὶ πᾶν κατάθεμα οὐκ ἔσται ἔτι καὶ θρόνος τοῦ θεοῦ καὶ τοῦ ἀρνίου ἐν αὐτῇ ἔσται καὶ οἱ δοῦλοι αὐτοῦ λατρεύσουσιν αὐτῷ
Rev 22:4καὶ ὄψονται τὸ πρόσωπον αὐτοῦ καὶ τὸ ὄνομα αὐτοῦ ἐπὶ τῶν μετώπων αὐτῶν
Rev 22:5καὶ νὺξ οὐκ ἔσται ἔτι καὶ οὐκ ἔχουσιν χρείαν φωτὸς λύχνου καὶ φωτὸς ἡλίου ὅτι κύριος θεὸς φωτίσει ἐπ᾽ αὐτούς καὶ βασιλεύσουσιν εἰς τοὺς αἰῶνας τῶν αἰώνων
Rev 22:6καὶ εἶπέν μοι οὗτοι οἱ λόγοι πιστοὶ καὶ ἀληθινοί καὶ κύριος θεὸς τῶν πνευμάτων τῶν προφητῶν ἀπέστειλεν τὸν ἄγγελον αὐτοῦ δεῖξαι τοῖς δούλοις αὐτοῦ δεῖ γενέσθαι ἐν τάχει
Rev 22:7καὶ ἰδοὺ ἔρχομαι ταχύ μακάριος τηρῶν τοὺς λόγους τῆς προφητείας τοῦ βιβλίου τούτου
Rev 22:8κἀγὼ Ἰωάννης ἀκούων καὶ βλέπων ταῦτα καὶ ὅτε ἤκουσα καὶ ἔβλεψα ἔπεσα προσκυνῆσαι ἔμπροσθεν τῶν ποδῶν τοῦ ἀγγέλου τοῦ δεικνύοντός μοι ταῦτα
Rev 22:9καὶ λέγει μοι ὅρα μή σύνδουλός σού εἰμι καὶ τῶν ἀδελφῶν σου τῶν προφητῶν καὶ τῶν τηρούντων τοὺς λόγους τοῦ βιβλίου τούτου τῷ θεῷ προσκύνησον
Rev 22:10καὶ λέγει μοι μὴ σφραγίσῃς τοὺς λόγους τῆς προφητείας τοῦ βιβλίου τούτου καιρὸς γὰρ ἐγγύς ἐστιν
Rev 22:11 ἀδικῶν ἀδικησάτω ἔτι καὶ ῥυπαρὸς ῥυπανθήτω ἔτι καὶ δίκαιος δικαιοσύνην ποιησάτω ἔτι καὶ ἅγιος ἁγιασθήτω ἔτι
Rev 22:12ἰδοὺ ἔρχομαι ταχύ καὶ μισθός μου μετ᾽ ἐμοῦ ἀποδοῦναι ἑκάστῳ ὡς τὸ ἔργον ἐστὶν αὐτοῦ
Rev 22:13ἐγὼ τὸ Ἄλφα καὶ τὸ πρῶτος καὶ ἔσχατος ἀρχὴ καὶ τὸ τέλος
Rev 22:14μακάριοι οἱ πλύνοντες τὰς στολὰς αὐτῶν ἵνα ἔσται ἐξουσία αὐτῶν ἐπὶ τὸ ξύλον τῆς ζωῆς καὶ τοῖς πυλῶσιν εἰσέλθωσιν εἰς τὴν πόλιν
Rev 22:15ἔξω οἱ κύνες καὶ οἱ φάρμακοι καὶ οἱ πόρνοι καὶ οἱ φονεῖς καὶ οἱ εἰδωλολάτραι καὶ πᾶς φιλῶν καὶ ποιῶν ψεῦδος
Rev 22:16ἐγὼ Ἰησοῦς ἔπεμψα τὸν ἄγγελόν μου μαρτυρῆσαι ὑμῖν ταῦτα ἐπὶ ταῖς ἐκκλησίαις ἐγώ εἰμι ῥίζα καὶ τὸ γένος Δαυίδ ἀστὴρ λαμπρὸς πρωϊνός
Rev 22:17καὶ τὸ πνεῦμα καὶ νύμφη λέγουσιν ἔρχου καὶ ἀκούων εἰπάτω ἔρχου καὶ διψῶν ἐρχέσθω θέλων λαβέτω ὕδωρ ζωῆς δωρεάν
Rev 22:18μαρτυρῶ ἐγὼ παντὶ τῷ ἀκούοντι τοὺς λόγους τῆς προφητείας τοῦ βιβλίου τούτου ἐάν τις ἐπιθῇ ἐπ᾽ αὐτά ἐπιθήσει θεὸς ἐπ᾽ αὐτὸν τὰς πληγὰς τὰς γεγραμμένας ἐν τῷ βιβλίῳ τούτῳ
Rev 22:19καὶ ἐάν τις ἀφέλῃ ἀπὸ τῶν λόγων τοῦ βιβλίου τῆς προφητείας ταύτης ἀφελεῖ θεὸς τὸ μέρος αὐτοῦ ἀπὸ τοῦ ξύλου τῆς ζωῆς καὶ ἐκ τῆς πόλεως τῆς ἁγίας τῶν γεγραμμένων ἐν τῷ βιβλίῳ τούτῳ
Rev 22:20λέγει μαρτυρῶν ταῦτα ναί ἔρχομαι ταχύ ἀμήν ἔρχου κύριε Ἰησοῦ
Rev 22:21 χάρις τοῦ κυρίου Ἰησοῦ μετὰ πάντων
Translation Copyright Logo

This Greek text is very similar to the Nestle-Aland 27th edition text. Our thanks to the MorphGNT SBLGNT project.

The SBLGNT text itself is subject to the SBLGNT EULA and the morphological parsing and lemmatization is made available under a CC-BY-SA License.

Revelation Chapter 22 — Additional Translations: