Previous Chapter Full Page Full Page Next Chapter

Αποκάλυψη (Revelation) 20 :: Morphological Greek New Testament (MGNT)

Rev 20:1καὶ εἶδον ἄγγελον καταβαίνοντα ἐκ τοῦ οὐρανοῦ ἔχοντα τὴν κλεῖν τῆς ἀβύσσου καὶ ἅλυσιν μεγάλην ἐπὶ τὴν χεῖρα αὐτοῦ
Rev 20:2καὶ ἐκράτησεν τὸν δράκοντα ὄφις ἀρχαῖος ὅς ἐστιν Διάβολος καὶ Σατανᾶς καὶ ἔδησεν αὐτὸν χίλια ἔτη
Rev 20:3καὶ ἔβαλεν αὐτὸν εἰς τὴν ἄβυσσον καὶ ἔκλεισεν καὶ ἐσφράγισεν ἐπάνω αὐτοῦ ἵνα μὴ πλανήσῃ ἔτι τὰ ἔθνη ἄχρι τελεσθῇ τὰ χίλια ἔτη μετὰ ταῦτα δεῖ λυθῆναι αὐτὸν μικρὸν χρόνον
Rev 20:4καὶ εἶδον θρόνους καὶ ἐκάθισαν ἐπ᾽ αὐτούς καὶ κρίμα ἐδόθη αὐτοῖς καὶ τὰς ψυχὰς τῶν πεπελεκισμένων διὰ τὴν μαρτυρίαν Ἰησοῦ καὶ διὰ τὸν λόγον τοῦ θεοῦ καὶ οἵτινες οὐ προσεκύνησαν τὸ θηρίον οὐδὲ τὴν εἰκόνα αὐτοῦ καὶ οὐκ ἔλαβον τὸ χάραγμα ἐπὶ τὸ μέτωπον καὶ ἐπὶ τὴν χεῖρα αὐτῶν καὶ ἔζησαν καὶ ἐβασίλευσαν μετὰ τοῦ Χριστοῦ χίλια ἔτη
Rev 20:5οἱ λοιποὶ τῶν νεκρῶν οὐκ ἔζησαν ἄχρι τελεσθῇ τὰ χίλια ἔτη αὕτη ἀνάστασις πρώτη
Rev 20:6μακάριος καὶ ἅγιος ἔχων μέρος ἐν τῇ ἀναστάσει τῇ πρώτῃ ἐπὶ τούτων δεύτερος θάνατος οὐκ ἔχει ἐξουσίαν ἀλλ᾽ ἔσονται ἱερεῖς τοῦ θεοῦ καὶ τοῦ Χριστοῦ καὶ βασιλεύσουσιν μετ᾽ αὐτοῦ τὰ χίλια ἔτη
(cf. Eze 38; 39 )
Rev 20:7καὶ ὅταν τελεσθῇ τὰ χίλια ἔτη λυθήσεται Σατανᾶς ἐκ τῆς φυλακῆς αὐτοῦ
Rev 20:8καὶ ἐξελεύσεται πλανῆσαι τὰ ἔθνη τὰ ἐν ταῖς τέσσαρσιν γωνίαις τῆς γῆς τὸν Γὼγ καὶ Μαγώγ συναγαγεῖν αὐτοὺς εἰς τὸν πόλεμον ὧν ἀριθμὸς αὐτῶν ὡς ἄμμος τῆς θαλάσσης
Rev 20:9καὶ ἀνέβησαν ἐπὶ τὸ πλάτος τῆς γῆς καὶ ἐκύκλευσαν τὴν παρεμβολὴν τῶν ἁγίων καὶ τὴν πόλιν τὴν ἠγαπημένην καὶ κατέβη πῦρ ἐκ τοῦ οὐρανοῦ καὶ κατέφαγεν αὐτούς
Rev 20:10καὶ διάβολος πλανῶν αὐτοὺς ἐβλήθη εἰς τὴν λίμνην τοῦ πυρὸς καὶ θείου ὅπου καὶ τὸ θηρίον καὶ ψευδοπροφήτης καὶ βασανισθήσονται ἡμέρας καὶ νυκτὸς εἰς τοὺς αἰῶνας τῶν αἰώνων
Rev 20:11καὶ εἶδον θρόνον μέγαν λευκὸν καὶ τὸν καθήμενον ἐπ᾽ αὐτόν οὗ ἀπὸ τοῦ προσώπου ἔφυγεν γῆ καὶ οὐρανός καὶ τόπος οὐχ εὑρέθη αὐτοῖς
Rev 20:12καὶ εἶδον τοὺς νεκρούς τοὺς μεγάλους καὶ τοὺς μικρούς ἑστῶτας ἐνώπιον τοῦ θρόνου καὶ βιβλία ἠνοίχθησαν καὶ ἄλλο βιβλίον ἠνοίχθη ἐστιν τῆς ζωῆς καὶ ἐκρίθησαν οἱ νεκροὶ ἐκ τῶν γεγραμμένων ἐν τοῖς βιβλίοις κατὰ τὰ ἔργα αὐτῶν
Rev 20:13καὶ ἔδωκεν θάλασσα τοὺς νεκροὺς τοὺς ἐν αὐτῇ καὶ θάνατος καὶ ᾅδης ἔδωκαν τοὺς νεκροὺς τοὺς ἐν αὐτοῖς καὶ ἐκρίθησαν ἕκαστος κατὰ τὰ ἔργα αὐτῶν
Rev 20:14καὶ θάνατος καὶ ᾅδης ἐβλήθησαν εἰς τὴν λίμνην τοῦ πυρός οὗτος θάνατος δεύτερός ἐστιν λίμνη τοῦ πυρός
Rev 20:15καὶ εἴ τις οὐχ εὑρέθη ἐν τῇ βίβλῳ τῆς ζωῆς γεγραμμένος ἐβλήθη εἰς τὴν λίμνην τοῦ πυρός
Translation Copyright Logo

This Greek text is very similar to the Nestle-Aland 27th edition text. Our thanks to the MorphGNT SBLGNT project.

The SBLGNT text itself is subject to the SBLGNT EULA and the morphological parsing and lemmatization is made available under a CC-BY-SA License.

Revelation Chapter 20 — Additional Translations: