Previous Chapter Full Page Full Page Next Chapter

Αποκάλυψη (Revelation) 19 :: Morphological Greek New Testament (MGNT)

Rev 19:1μετὰ ταῦτα ἤκουσα ὡς φωνὴν μεγάλην ὄχλου πολλοῦ ἐν τῷ οὐρανῷ λεγόντων ἁλληλουϊά σωτηρία καὶ δόξα καὶ δύναμις τοῦ θεοῦ ἡμῶν
Rev 19:2ὅτι ἀληθιναὶ καὶ δίκαιαι αἱ κρίσεις αὐτοῦ ὅτι ἔκρινεν τὴν πόρνην τὴν μεγάλην ἥτις ἔφθειρεν τὴν γῆν ἐν τῇ πορνείᾳ αὐτῆς καὶ ἐξεδίκησεν τὸ αἷμα τῶν δούλων αὐτοῦ ἐκ χειρὸς αὐτῆς
Rev 19:3καὶ δεύτερον εἴρηκαν ἁλληλουϊά καὶ καπνὸς αὐτῆς ἀναβαίνει εἰς τοὺς αἰῶνας τῶν αἰώνων
Rev 19:4καὶ ἔπεσαν οἱ πρεσβύτεροι οἱ εἴκοσι τέσσαρες καὶ τὰ τέσσαρα ζῷα καὶ προσεκύνησαν τῷ θεῷ τῷ καθημένῳ ἐπὶ τῷ θρόνῳ λέγοντες ἀμήν ἁλληλουϊά
Rev 19:5καὶ φωνὴ ἀπὸ τοῦ θρόνου ἐξῆλθεν λέγουσα αἰνεῖτε τῷ θεῷ ἡμῶν πάντες οἱ δοῦλοι αὐτοῦ καὶ οἱ φοβούμενοι αὐτόν οἱ μικροὶ καὶ οἱ μεγάλοι
Rev 19:6καὶ ἤκουσα ὡς φωνὴν ὄχλου πολλοῦ καὶ ὡς φωνὴν ὑδάτων πολλῶν καὶ ὡς φωνὴν βροντῶν ἰσχυρῶν λεγόντων ἁλληλουϊά ὅτι ἐβασίλευσεν κύριος θεὸς ἡμῶν παντοκράτωρ
Rev 19:7χαίρωμεν καὶ ἀγαλλιῶμεν καὶ δώσωμεν τὴν δόξαν αὐτῷ ὅτι ἦλθεν γάμος τοῦ ἀρνίου καὶ γυνὴ αὐτοῦ ἡτοίμασεν ἑαυτήν
Rev 19:8καὶ ἐδόθη αὐτῇ ἵνα περιβάληται βύσσινον λαμπρὸν καθαρόν τὸ γὰρ βύσσινον τὰ δικαιώματα τῶν ἁγίων ἐστίν
Rev 19:9καὶ λέγει μοι γράψον μακάριοι οἱ εἰς τὸ δεῖπνον τοῦ γάμου τοῦ ἀρνίου κεκλημένοι καὶ λέγει μοι οὗτοι οἱ λόγοι ἀληθινοὶ τοῦ θεοῦ εἰσιν
Rev 19:10καὶ ἔπεσα ἔμπροσθεν τῶν ποδῶν αὐτοῦ προσκυνῆσαι αὐτῷ καὶ λέγει μοι ὅρα μή σύνδουλός σού εἰμι καὶ τῶν ἀδελφῶν σου τῶν ἐχόντων τὴν μαρτυρίαν Ἰησοῦ τῷ θεῷ προσκύνησον γὰρ μαρτυρία Ἰησοῦ ἐστιν τὸ πνεῦμα τῆς προφητείας
Rev 19:11καὶ εἶδον τὸν οὐρανὸν ἠνεῳγμένον καὶ ἰδοὺ ἵππος λευκός καὶ καθήμενος ἐπ᾽ αὐτὸν καλούμενος πιστὸς καὶ ἀληθινός καὶ ἐν δικαιοσύνῃ κρίνει καὶ πολεμεῖ
Rev 19:12οἱ δὲ ὀφθαλμοὶ αὐτοῦ ὡς φλὸξ πυρός καὶ ἐπὶ τὴν κεφαλὴν αὐτοῦ διαδήματα πολλά ἔχων ὄνομα γεγραμμένον οὐδεὶς οἶδεν εἰ μὴ αὐτός
Rev 19:13καὶ περιβεβλημένος ἱμάτιον βεβαμμένον αἵματι καὶ κέκληται τὸ ὄνομα αὐτοῦ λόγος τοῦ θεοῦ
Rev 19:14καὶ τὰ στρατεύματα τὰ ἐν τῷ οὐρανῷ ἠκολούθει αὐτῷ ἐφ᾽ ἵπποις λευκοῖς ἐνδεδυμένοι βύσσινον λευκὸν καθαρόν
Rev 19:15καὶ ἐκ τοῦ στόματος αὐτοῦ ἐκπορεύεται ῥομφαία ὀξεῖα ἵνα ἐν αὐτῇ πατάξῃ τὰ ἔθνη καὶ αὐτὸς ποιμανεῖ αὐτοὺς ἐν ῥάβδῳ σιδηρᾷ καὶ αὐτὸς πατεῖ τὴν ληνὸν τοῦ οἴνου τοῦ θυμοῦ τῆς ὀργῆς τοῦ θεοῦ τοῦ παντοκράτορος
Rev 19:16καὶ ἔχει ἐπὶ τὸ ἱμάτιον καὶ ἐπὶ τὸν μηρὸν αὐτοῦ ὄνομα γεγραμμένον βασιλεὺς βασιλέων καὶ κύριος κυρίων
Rev 19:17καὶ εἶδον ἕνα ἄγγελον ἑστῶτα ἐν τῷ ἡλίῳ καὶ ἔκραξεν ἐν φωνῇ μεγάλῃ λέγων πᾶσιν τοῖς ὀρνέοις τοῖς πετομένοις ἐν μεσουρανήματι δεῦτε συνάχθητε εἰς τὸ δεῖπνον τὸ μέγα τοῦ θεοῦ
Rev 19:18ἵνα φάγητε σάρκας βασιλέων καὶ σάρκας χιλιάρχων καὶ σάρκας ἰσχυρῶν καὶ σάρκας ἵππων καὶ τῶν καθημένων ἐπ᾽ αὐτῶν καὶ σάρκας πάντων ἐλευθέρων τε καὶ δούλων καὶ μικρῶν καὶ μεγάλων
Rev 19:19καὶ εἶδον τὸ θηρίον καὶ τοὺς βασιλεῖς τῆς γῆς καὶ τὰ στρατεύματα αὐτῶν συνηγμένα ποιῆσαι τὸν πόλεμον μετὰ τοῦ καθημένου ἐπὶ τοῦ ἵππου καὶ μετὰ τοῦ στρατεύματος αὐτοῦ
Rev 19:20καὶ ἐπιάσθη τὸ θηρίον καὶ μετ᾽ αὐτοῦ ψευδοπροφήτης ποιήσας τὰ σημεῖα ἐνώπιον αὐτοῦ ἐν οἷς ἐπλάνησεν τοὺς λαβόντας τὸ χάραγμα τοῦ θηρίου καὶ τοὺς προσκυνοῦντας τῇ εἰκόνι αὐτοῦ ζῶντες ἐβλήθησαν οἱ δύο εἰς τὴν λίμνην τοῦ πυρὸς τῆς καιομένης ἐν θείῳ
Rev 19:21καὶ οἱ λοιποὶ ἀπεκτάνθησαν ἐν τῇ ῥομφαίᾳ τοῦ καθημένου ἐπὶ τοῦ ἵππου τῇ ἐξελθούσῃ ἐκ τοῦ στόματος αὐτοῦ καὶ πάντα τὰ ὄρνεα ἐχορτάσθησαν ἐκ τῶν σαρκῶν αὐτῶν
Translation Copyright Logo

This Greek text is very similar to the Nestle-Aland 27th edition text. Our thanks to the MorphGNT SBLGNT project.

The SBLGNT text itself is subject to the SBLGNT EULA and the morphological parsing and lemmatization is made available under a CC-BY-SA License.

Revelation Chapter 19 — Additional Translations: