Previous Chapter Full Page Full Page Next Chapter

Ματθαίος (Matthew) 22 :: Morphological Greek New Testament (MGNT)

Mat 22:1καὶ ἀποκριθεὶς Ἰησοῦς πάλιν εἶπεν ἐν παραβολαῖς αὐτοῖς λέγων
Mat 22:2ὡμοιώθη βασιλεία τῶν οὐρανῶν ἀνθρώπῳ βασιλεῖ ὅστις ἐποίησεν γάμους τῷ υἱῷ αὐτοῦ
Mat 22:3καὶ ἀπέστειλεν τοὺς δούλους αὐτοῦ καλέσαι τοὺς κεκλημένους εἰς τοὺς γάμους καὶ οὐκ ἤθελον ἐλθεῖν
Mat 22:4πάλιν ἀπέστειλεν ἄλλους δούλους λέγων εἴπατε τοῖς κεκλημένοις ἰδοὺ τὸ ἄριστόν μου ἡτοίμακα οἱ ταῦροί μου καὶ τὰ σιτιστὰ τεθυμένα καὶ πάντα ἕτοιμα δεῦτε εἰς τοὺς γάμους
Mat 22:5οἱ δὲ ἀμελήσαντες ἀπῆλθον ὃς μὲν εἰς τὸν ἴδιον ἀγρόν ὃς δὲ ἐπὶ τὴν ἐμπορίαν αὐτοῦ
Mat 22:6οἱ δὲ λοιποὶ κρατήσαντες τοὺς δούλους αὐτοῦ ὕβρισαν καὶ ἀπέκτειναν
Mat 22:7 δὲ βασιλεὺς ὠργίσθη καὶ πέμψας τὰ στρατεύματα αὐτοῦ ἀπώλεσεν τοὺς φονεῖς ἐκείνους καὶ τὴν πόλιν αὐτῶν ἐνέπρησεν
Mat 22:8τότε λέγει τοῖς δούλοις αὐτοῦ μὲν γάμος ἕτοιμός ἐστιν οἱ δὲ κεκλημένοι οὐκ ἦσαν ἄξιοι
Mat 22:9πορεύεσθε οὖν ἐπὶ τὰς διεξόδους τῶν ὁδῶν καὶ ὅσους ἐὰν εὕρητε καλέσατε εἰς τοὺς γάμους
Mat 22:10καὶ ἐξελθόντες οἱ δοῦλοι ἐκεῖνοι εἰς τὰς ὁδοὺς συνήγαγον πάντας οὓς εὗρον πονηρούς τε καὶ ἀγαθούς καὶ ἐπλήσθη γάμος ἀνακειμένων
Mat 22:11εἰσελθὼν δὲ βασιλεὺς θεάσασθαι τοὺς ἀνακειμένους εἶδεν ἐκεῖ ἄνθρωπον οὐκ ἐνδεδυμένον ἔνδυμα γάμου
Mat 22:12καὶ λέγει αὐτῷ ἑταῖρε πῶς εἰσῆλθες ὧδε μὴ ἔχων ἔνδυμα γάμου δὲ ἐφιμώθη
Mat 22:13τότε βασιλεὺς εἶπεν τοῖς διακόνοις δήσαντες αὐτοῦ πόδας καὶ χεῖρας ἐκβάλετε αὐτὸν εἰς τὸ σκότος τὸ ἐξώτερον ἐκεῖ ἔσται κλαυθμὸς καὶ βρυγμὸς τῶν ὀδόντων
Mat 22:14πολλοὶ γάρ εἰσιν κλητοὶ ὀλίγοι δὲ ἐκλεκτοί
Mat 22:15τότε πορευθέντες οἱ Φαρισαῖοι συμβούλιον ἔλαβον ὅπως αὐτὸν παγιδεύσωσιν ἐν λόγῳ
Mat 22:16καὶ ἀποστέλλουσιν αὐτῷ τοὺς μαθητὰς αὐτῶν μετὰ τῶν Ἡρῳδιανῶν λέγοντες διδάσκαλε οἴδαμεν ὅτι ἀληθὴς εἶ καὶ τὴν ὁδὸν τοῦ θεοῦ ἐν ἀληθείᾳ διδάσκεις καὶ οὐ μέλει σοι περὶ οὐδενός οὐ γὰρ βλέπεις εἰς πρόσωπον ἀνθρώπων
Mat 22:17εἰπὲ οὖν ἡμῖν τί σοι δοκεῖ ἔξεστιν δοῦναι κῆνσον Καίσαρι οὔ
Mat 22:18γνοὺς δὲ Ἰησοῦς τὴν πονηρίαν αὐτῶν εἶπεν τί με πειράζετε ὑποκριταί
Mat 22:19ἐπιδείξατέ μοι τὸ νόμισμα τοῦ κήνσου οἱ δὲ προσήνεγκαν αὐτῷ δηνάριον
Mat 22:20καὶ λέγει αὐτοῖς τίνος εἰκὼν αὕτη καὶ ἐπιγραφή
Mat 22:21λέγουσιν αὐτῷ Καίσαρος τότε λέγει αὐτοῖς ἀπόδοτε οὖν τὰ Καίσαρος Καίσαρι καὶ τὰ τοῦ θεοῦ τῷ θεῷ
Mat 22:22καὶ ἀκούσαντες ἐθαύμασαν καὶ ἀφέντες αὐτὸν ἀπῆλθαν
Mat 22:23ἐν ἐκείνῃ τῇ ἡμέρᾳ προσῆλθον αὐτῷ Σαδδουκαῖοι λέγοντες μὴ εἶναι ἀνάστασιν καὶ ἐπηρώτησαν αὐτὸν
Mat 22:24λέγοντες διδάσκαλε Μωϋσῆς εἶπεν ἐάν τις ἀποθάνῃ μὴ ἔχων τέκνα ἐπιγαμβρεύσει ἀδελφὸς αὐτοῦ τὴν γυναῖκα αὐτοῦ καὶ ἀναστήσει σπέρμα τῷ ἀδελφῷ αὐτοῦ
Mat 22:25ἦσαν δὲ παρ᾽ ἡμῖν ἑπτὰ ἀδελφοί καὶ πρῶτος γήμας ἐτελεύτησεν καὶ μὴ ἔχων σπέρμα ἀφῆκεν τὴν γυναῖκα αὐτοῦ τῷ ἀδελφῷ αὐτοῦ
Mat 22:26ὁμοίως καὶ δεύτερος καὶ τρίτος ἕως τῶν ἑπτά
Mat 22:27ὕστερον δὲ πάντων ἀπέθανεν γυνή
Mat 22:28ἐν τῇ ἀναστάσει οὖν τίνος τῶν ἑπτὰ ἔσται γυνή πάντες γὰρ ἔσχον αὐτήν
Mat 22:29ἀποκριθεὶς δὲ Ἰησοῦς εἶπεν αὐτοῖς πλανᾶσθε μὴ εἰδότες τὰς γραφὰς μηδὲ τὴν δύναμιν τοῦ θεοῦ
Mat 22:30ἐν γὰρ τῇ ἀναστάσει οὔτε γαμοῦσιν οὔτε γαμίζονται ἀλλ᾽ ὡς ἄγγελοι ἐν τῷ οὐρανῷ εἰσιν
Mat 22:31περὶ δὲ τῆς ἀναστάσεως τῶν νεκρῶν οὐκ ἀνέγνωτε τὸ ῥηθὲν ὑμῖν ὑπὸ τοῦ θεοῦ λέγοντος
Mat 22:32ἐγώ εἰμι θεὸς Ἀβραὰμ καὶ θεὸς Ἰσαὰκ καὶ θεὸς Ἰακώβ οὐκ ἔστιν θεὸς νεκρῶν ἀλλὰ ζώντων
Mat 22:33καὶ ἀκούσαντες οἱ ὄχλοι ἐξεπλήσσοντο ἐπὶ τῇ διδαχῇ αὐτοῦ
Mat 22:34οἱ δὲ Φαρισαῖοι ἀκούσαντες ὅτι ἐφίμωσεν τοὺς Σαδδουκαίους συνήχθησαν ἐπὶ τὸ αὐτό
Mat 22:35καὶ ἐπηρώτησεν εἷς ἐξ αὐτῶν νομικὸς πειράζων αὐτόν
Mat 22:36διδάσκαλε ποία ἐντολὴ μεγάλη ἐν τῷ νόμῳ
Mat 22:37 δὲ ἔφη αὐτῷ ἀγαπήσεις κύριον τὸν θεόν σου ἐν ὅλῃ τῇ καρδίᾳ σου καὶ ἐν ὅλῃ τῇ ψυχῇ σου καὶ ἐν ὅλῃ τῇ διανοίᾳ σου
Mat 22:38αὕτη ἐστὶν μεγάλη καὶ πρώτη ἐντολή
Mat 22:39δευτέρα δὲ ὁμοία αὐτῇ ἀγαπήσεις τὸν πλησίον σου ὡς σεαυτόν
Mat 22:40ἐν ταύταις ταῖς δυσὶν ἐντολαῖς ὅλος νόμος κρέμαται καὶ οἱ προφῆται
Mat 22:41συνηγμένων δὲ τῶν Φαρισαίων ἐπηρώτησεν αὐτοὺς Ἰησοῦς
Mat 22:42λέγων τί ὑμῖν δοκεῖ περὶ τοῦ Χριστοῦ τίνος υἱός ἐστιν λέγουσιν αὐτῷ τοῦ Δαυίδ
Mat 22:43λέγει αὐτοῖς πῶς οὖν Δαυὶδ ἐν πνεύματι καλεῖ αὐτὸν κύριον λέγων
Mat 22:44εἶπεν κύριος τῷ κυρίῳ μου κάθου ἐκ δεξιῶν μου ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποκάτω τῶν ποδῶν σου
Mat 22:45εἰ οὖν Δαυὶδ καλεῖ αὐτὸν κύριον πῶς υἱὸς αὐτοῦ ἐστιν
Mat 22:46καὶ οὐδεὶς ἐδύνατο ἀποκριθῆναι αὐτῷ λόγον οὐδὲ ἐτόλμησέν τις ἀπ᾽ ἐκείνης τῆς ἡμέρας ἐπερωτῆσαι αὐτὸν οὐκέτι
Translation Copyright Logo

This Greek text is very similar to the Nestle-Aland 27th edition text. Our thanks to the MorphGNT SBLGNT project.

The SBLGNT text itself is subject to the SBLGNT EULA and the morphological parsing and lemmatization is made available under a CC-BY-SA License.

Matthew Chapter 22 — Additional Translations: