Previous Chapter Full Page Full Page Next Chapter

Ματθαίος (Matthew) 21 :: Morphological Greek New Testament (MGNT)

Mat 21:1καὶ ὅτε ἤγγισαν εἰς Ἱεροσόλυμα καὶ ἦλθον εἰς Βηθφαγὴ εἰς τὸ ὄρος τῶν ἐλαιῶν τότε Ἰησοῦς ἀπέστειλεν δύο μαθητὰς
Mat 21:2λέγων αὐτοῖς πορεύεσθε εἰς τὴν κώμην τὴν κατέναντι ὑμῶν καὶ εὐθέως εὑρήσετε ὄνον δεδεμένην καὶ πῶλον μετ᾽ αὐτῆς λύσαντες ἀγάγετέ μοι
Mat 21:3καὶ ἐάν τις ὑμῖν εἴπῃ τι ἐρεῖτε ὅτι κύριος αὐτῶν χρείαν ἔχει εὐθὺς δὲ ἀποστελεῖ αὐτούς
Mat 21:4τοῦτο δὲ γέγονεν ἵνα πληρωθῇ τὸ ῥηθὲν διὰ τοῦ προφήτου λέγοντος
Mat 21:5εἴπατε τῇ θυγατρὶ Σιών ἰδοὺ βασιλεύς σου ἔρχεταί σοι πραῢς καὶ ἐπιβεβηκὼς ἐπὶ ὄνον καὶ ἐπὶ πῶλον υἱὸν ὑποζυγίου
Mat 21:6πορευθέντες δὲ οἱ μαθηταὶ καὶ ποιήσαντες καθὼς συνέταξεν αὐτοῖς Ἰησοῦς
Mat 21:7ἤγαγον τὴν ὄνον καὶ τὸν πῶλον καὶ ἐπέθηκαν ἐπ᾽ αὐτῶν τὰ ἱμάτια καὶ ἐπεκάθισεν ἐπάνω αὐτῶν
Mat 21:8 δὲ πλεῖστος ὄχλος ἔστρωσαν ἑαυτῶν τὰ ἱμάτια ἐν τῇ ὁδῷ ἄλλοι δὲ ἔκοπτον κλάδους ἀπὸ τῶν δένδρων καὶ ἐστρώννυον ἐν τῇ ὁδῷ
Mat 21:9οἱ δὲ ὄχλοι οἱ προάγοντες αὐτὸν καὶ οἱ ἀκολουθοῦντες ἔκραζον λέγοντες ὡσαννὰ τῷ υἱῷ Δαυίδ εὐλογημένος ἐρχόμενος ἐν ὀνόματι κυρίου ὡσαννὰ ἐν τοῖς ὑψίστοις
Mat 21:10καὶ εἰσελθόντος αὐτοῦ εἰς Ἱεροσόλυμα ἐσείσθη πᾶσα πόλις λέγουσα τίς ἐστιν οὗτος
Mat 21:11οἱ δὲ ὄχλοι ἔλεγον οὗτός ἐστιν προφήτης Ἰησοῦς ἀπὸ Ναζαρὲθ τῆς Γαλιλαίας
Mat 21:12καὶ εἰσῆλθεν Ἰησοῦς εἰς τὸ ἱερόν καὶ ἐξέβαλεν πάντας τοὺς πωλοῦντας καὶ ἀγοράζοντας ἐν τῷ ἱερῷ καὶ τὰς τραπέζας τῶν κολλυβιστῶν κατέστρεψεν καὶ τὰς καθέδρας τῶν πωλούντων τὰς περιστεράς
Mat 21:13καὶ λέγει αὐτοῖς γέγραπται οἶκός μου οἶκος προσευχῆς κληθήσεται ὑμεῖς δὲ αὐτὸν ποιεῖτε σπήλαιον λῃστῶν
Mat 21:14καὶ προσῆλθον αὐτῷ τυφλοὶ καὶ χωλοὶ ἐν τῷ ἱερῷ καὶ ἐθεράπευσεν αὐτούς
Mat 21:15ἰδόντες δὲ οἱ ἀρχιερεῖς καὶ οἱ γραμματεῖς τὰ θαυμάσια ἐποίησεν καὶ τοὺς παῖδας τοὺς κράζοντας ἐν τῷ ἱερῷ καὶ λέγοντας ὡσαννὰ τῷ υἱῷ Δαυίδ ἠγανάκτησαν
Mat 21:16καὶ εἶπαν αὐτῷ ἀκούεις τί οὗτοι λέγουσιν δὲ Ἰησοῦς λέγει αὐτοῖς ναί οὐδέποτε ἀνέγνωτε ὅτι ἐκ στόματος νηπίων καὶ θηλαζόντων κατηρτίσω αἶνον
Mat 21:17καὶ καταλιπὼν αὐτοὺς ἐξῆλθεν ἔξω τῆς πόλεως εἰς Βηθανίαν καὶ ηὐλίσθη ἐκεῖ
Mat 21:18πρωῒ δὲ ἐπανάγων εἰς τὴν πόλιν ἐπείνασεν
Mat 21:19καὶ ἰδὼν συκῆν μίαν ἐπὶ τῆς ὁδοῦ ἦλθεν ἐπ᾽ αὐτήν καὶ οὐδὲν εὗρεν ἐν αὐτῇ εἰ μὴ φύλλα μόνον καὶ λέγει αὐτῇ μηκέτι ἐκ σοῦ καρπὸς γένηται εἰς τὸν αἰῶνα καὶ ἐξηράνθη παραχρῆμα συκῆ
Mat 21:20καὶ ἰδόντες οἱ μαθηταὶ ἐθαύμασαν λέγοντες πῶς παραχρῆμα ἐξηράνθη συκῆ
Mat 21:21ἀποκριθεὶς δὲ Ἰησοῦς εἶπεν αὐτοῖς ἀμὴν λέγω ὑμῖν ἐὰν ἔχητε πίστιν καὶ μὴ διακριθῆτε οὐ μόνον τὸ τῆς συκῆς ποιήσετε ἀλλὰ κἂν τῷ ὄρει τούτῳ εἴπητε ἄρθητι καὶ βλήθητι εἰς τὴν θάλασσαν γενήσεται
Mat 21:22καὶ πάντα ὅσα ἂν αἰτήσητε ἐν τῇ προσευχῇ πιστεύοντες λήμψεσθε
Mat 21:23καὶ ἐλθόντος αὐτοῦ εἰς τὸ ἱερὸν προσῆλθον αὐτῷ διδάσκοντι οἱ ἀρχιερεῖς καὶ οἱ πρεσβύτεροι τοῦ λαοῦ λέγοντες ἐν ποίᾳ ἐξουσίᾳ ταῦτα ποιεῖς καὶ τίς σοι ἔδωκεν τὴν ἐξουσίαν ταύτην
Mat 21:24ἀποκριθεὶς δὲ Ἰησοῦς εἶπεν αὐτοῖς ἐρωτήσω ὑμᾶς κἀγὼ λόγον ἕνα ὃν ἐὰν εἴπητέ μοι κἀγὼ ὑμῖν ἐρῶ ἐν ποίᾳ ἐξουσίᾳ ταῦτα ποιῶ
Mat 21:25τὸ βάπτισμα τὸ Ἰωάννου πόθεν ἦν ἐξ οὐρανοῦ ἐξ ἀνθρώπων οἱ δὲ διελογίζοντο ἐν ἑαυτοῖς λέγοντες ἐὰν εἴπωμεν ἐξ οὐρανοῦ ἐρεῖ ἡμῖν διὰ τί οὖν οὐκ ἐπιστεύσατε αὐτῷ
Mat 21:26ἐὰν δὲ εἴπωμεν ἐξ ἀνθρώπων φοβούμεθα τὸν ὄχλον πάντες γὰρ ὡς προφήτην ἔχουσιν τὸν Ἰωάννην
Mat 21:27καὶ ἀποκριθέντες τῷ Ἰησοῦ εἶπαν οὐκ οἴδαμεν ἔφη αὐτοῖς καὶ αὐτός οὐδὲ ἐγὼ λέγω ὑμῖν ἐν ποίᾳ ἐξουσίᾳ ταῦτα ποιῶ
Mat 21:28τί δὲ ὑμῖν δοκεῖ ἄνθρωπος εἶχεν τέκνα δύο καὶ προσελθὼν τῷ πρώτῳ εἶπεν τέκνον ὕπαγε σήμερον ἐργάζου ἐν τῷ ἀμπελῶνι
Mat 21:29 δὲ ἀποκριθεὶς εἶπεν οὐ θέλω ὕστερον δὲ μεταμεληθεὶς ἀπῆλθεν
Mat 21:30προσελθὼν δὲ τῷ δευτέρῳ εἶπεν ὡσαύτως δὲ ἀποκριθεὶς εἶπεν ἐγώ κύριε καὶ οὐκ ἀπῆλθεν
Mat 21:31τίς ἐκ τῶν δύο ἐποίησεν τὸ θέλημα τοῦ πατρός λέγουσιν πρῶτος λέγει αὐτοῖς Ἰησοῦς ἀμὴν λέγω ὑμῖν ὅτι οἱ τελῶναι καὶ αἱ πόρναι προάγουσιν ὑμᾶς εἰς τὴν βασιλείαν τοῦ θεοῦ
Mat 21:32ἦλθεν γὰρ Ἰωάννης πρὸς ὑμᾶς ἐν ὁδῷ δικαιοσύνης καὶ οὐκ ἐπιστεύσατε αὐτῷ οἱ δὲ τελῶναι καὶ αἱ πόρναι ἐπίστευσαν αὐτῷ ὑμεῖς δὲ ἰδόντες οὐδὲ μετεμελήθητε ὕστερον τοῦ πιστεῦσαι αὐτῷ
Mat 21:33ἄλλην παραβολὴν ἀκούσατε ἄνθρωπος ἦν οἰκοδεσπότης ὅστις ἐφύτευσεν ἀμπελῶνα καὶ φραγμὸν αὐτῷ περιέθηκεν καὶ ὤρυξεν ἐν αὐτῷ ληνὸν καὶ ᾠκοδόμησεν πύργον καὶ ἐξέδετο αὐτὸν γεωργοῖς καὶ ἀπεδήμησεν
Mat 21:34ὅτε δὲ ἤγγισεν καιρὸς τῶν καρπῶν ἀπέστειλεν τοὺς δούλους αὐτοῦ πρὸς τοὺς γεωργοὺς λαβεῖν τοὺς καρποὺς αὐτοῦ
Mat 21:35καὶ λαβόντες οἱ γεωργοὶ τοὺς δούλους αὐτοῦ ὃν μὲν ἔδειραν ὃν δὲ ἀπέκτειναν ὃν δὲ ἐλιθοβόλησαν
Mat 21:36πάλιν ἀπέστειλεν ἄλλους δούλους πλείονας τῶν πρώτων καὶ ἐποίησαν αὐτοῖς ὡσαύτως
Mat 21:37ὕστερον δὲ ἀπέστειλεν πρὸς αὐτοὺς τὸν υἱὸν αὐτοῦ λέγων ἐντραπήσονται τὸν υἱόν μου
Mat 21:38οἱ δὲ γεωργοὶ ἰδόντες τὸν υἱὸν εἶπον ἐν ἑαυτοῖς οὗτός ἐστιν κληρονόμος δεῦτε ἀποκτείνωμεν αὐτὸν καὶ σχῶμεν τὴν κληρονομίαν αὐτοῦ
Mat 21:39καὶ λαβόντες αὐτὸν ἐξέβαλον ἔξω τοῦ ἀμπελῶνος καὶ ἀπέκτειναν
Mat 21:40ὅταν οὖν ἔλθῃ κύριος τοῦ ἀμπελῶνος τί ποιήσει τοῖς γεωργοῖς ἐκείνοις
Mat 21:41λέγουσιν αὐτῷ κακοὺς κακῶς ἀπολέσει αὐτούς καὶ τὸν ἀμπελῶνα ἐκδώσεται ἄλλοις γεωργοῖς οἵτινες ἀποδώσουσιν αὐτῷ τοὺς καρποὺς ἐν τοῖς καιροῖς αὐτῶν
Mat 21:42λέγει αὐτοῖς Ἰησοῦς οὐδέποτε ἀνέγνωτε ἐν ταῖς γραφαῖς λίθον ὃν ἀπεδοκίμασαν οἱ οἰκοδομοῦντες οὗτος ἐγενήθη εἰς κεφαλὴν γωνίας παρὰ κυρίου ἐγένετο αὕτη καὶ ἔστιν θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν
Mat 21:43διὰ τοῦτο λέγω ὑμῖν ὅτι ἀρθήσεται ἀφ᾽ ὑμῶν βασιλεία τοῦ θεοῦ καὶ δοθήσεται ἔθνει ποιοῦντι τοὺς καρποὺς αὐτῆς
Mat 21:44καὶ πεσὼν ἐπὶ τὸν λίθον τοῦτον συνθλασθήσεται ἐφ᾽ ὃν δ᾽ ἂν πέσῃ λικμήσει αὐτόν
Mat 21:45καὶ ἀκούσαντες οἱ ἀρχιερεῖς καὶ οἱ Φαρισαῖοι τὰς παραβολὰς αὐτοῦ ἔγνωσαν ὅτι περὶ αὐτῶν λέγει
Mat 21:46καὶ ζητοῦντες αὐτὸν κρατῆσαι ἐφοβήθησαν τοὺς ὄχλους ἐπεὶ εἰς προφήτην αὐτὸν εἶχον
Translation Copyright Logo

This Greek text is very similar to the Nestle-Aland 27th edition text. Our thanks to the MorphGNT SBLGNT project.

The SBLGNT text itself is subject to the SBLGNT EULA and the morphological parsing and lemmatization is made available under a CC-BY-SA License.