Previous Chapter Full Page Full Page Next Chapter

Ματθαίος (Matthew) 20 :: Morphological Greek New Testament (MGNT)

Mat 20:1ὁμοία γάρ ἐστιν βασιλεία τῶν οὐρανῶν ἀνθρώπῳ οἰκοδεσπότῃ ὅστις ἐξῆλθεν ἅμα πρωῒ μισθώσασθαι ἐργάτας εἰς τὸν ἀμπελῶνα αὐτοῦ
Mat 20:2συμφωνήσας δὲ μετὰ τῶν ἐργατῶν ἐκ δηναρίου τὴν ἡμέραν ἀπέστειλεν αὐτοὺς εἰς τὸν ἀμπελῶνα αὐτοῦ
Mat 20:3καὶ ἐξελθὼν περὶ τρίτην ὥραν εἶδεν ἄλλους ἑστῶτας ἐν τῇ ἀγορᾷ ἀργούς
Mat 20:4καὶ ἐκείνοις εἶπεν ὑπάγετε καὶ ὑμεῖς εἰς τὸν ἀμπελῶνα καὶ ἐὰν δίκαιον δώσω ὑμῖν (MGNT 20:5) οἱ δὲ ἀπῆλθον
Mat 20:5πάλιν δὲ ἐξελθὼν περὶ ἕκτην καὶ ἐνάτην ὥραν ἐποίησεν ὡσαύτως
Mat 20:6περὶ δὲ τὴν ἑνδεκάτην ἐξελθὼν εὗρεν ἄλλους ἑστῶτας καὶ λέγει αὐτοῖς τί ὧδε ἑστήκατε ὅλην τὴν ἡμέραν ἀργοί
Mat 20:7λέγουσιν αὐτῷ ὅτι οὐδεὶς ἡμᾶς ἐμισθώσατο λέγει αὐτοῖς ὑπάγετε καὶ ὑμεῖς εἰς τὸν ἀμπελῶνα
Mat 20:8ὀψίας δὲ γενομένης λέγει κύριος τοῦ ἀμπελῶνος τῷ ἐπιτρόπῳ αὐτοῦ κάλεσον τοὺς ἐργάτας καὶ ἀπόδος αὐτοῖς τὸν μισθὸν ἀρξάμενος ἀπὸ τῶν ἐσχάτων ἕως τῶν πρώτων
Mat 20:9καὶ ἐλθόντες οἱ περὶ τὴν ἑνδεκάτην ὥραν ἔλαβον ἀνὰ δηνάριον
Mat 20:10καὶ ἐλθόντες οἱ πρῶτοι ἐνόμισαν ὅτι πλεῖον λήμψονται καὶ ἔλαβον τὸ ἀνὰ δηνάριον καὶ αὐτοί
Mat 20:11λαβόντες δὲ ἐγόγγυζον κατὰ τοῦ οἰκοδεσπότου
Mat 20:12λέγοντες οὗτοι οἱ ἔσχατοι μίαν ὥραν ἐποίησαν καὶ ἴσους ἡμῖν αὐτοὺς ἐποίησας τοῖς βαστάσασι τὸ βάρος τῆς ἡμέρας καὶ τὸν καύσωνα
Mat 20:13 δὲ ἀποκριθεὶς ἑνὶ αὐτῶν εἶπεν ἑταῖρε οὐκ ἀδικῶ σε οὐχὶ δηναρίου συνεφώνησάς μοι
Mat 20:14ἆρον τὸ σὸν καὶ ὕπαγε θέλω δὲ τούτῳ τῷ ἐσχάτῳ δοῦναι ὡς καὶ σοί
Mat 20:15 οὐκ ἔξεστίν μοι θέλω ποιῆσαι ἐν τοῖς ἐμοῖς ὀφθαλμός σου πονηρός ἐστιν ὅτι ἐγὼ ἀγαθός εἰμι
Mat 20:16οὕτως ἔσονται οἱ ἔσχατοι πρῶτοι καὶ οἱ πρῶτοι ἔσχατοι
Mat 20:17καὶ ἀναβαίνων Ἰησοῦς εἰς Ἱεροσόλυμα παρέλαβεν τοὺς δώδεκα μαθητὰς κατ᾽ ἰδίαν καὶ ἐν τῇ ὁδῷ εἶπεν αὐτοῖς
Mat 20:18ἰδοὺ ἀναβαίνομεν εἰς Ἱεροσόλυμα καὶ υἱὸς τοῦ ἀνθρώπου παραδοθήσεται τοῖς ἀρχιερεῦσιν καὶ γραμματεῦσιν καὶ κατακρινοῦσιν αὐτὸν θανάτῳ
Mat 20:19καὶ παραδώσουσιν αὐτὸν τοῖς ἔθνεσιν εἰς τὸ ἐμπαῖξαι καὶ μαστιγῶσαι καὶ σταυρῶσαι καὶ τῇ τρίτῃ ἡμέρᾳ ἐγερθήσεται
Mat 20:20τότε προσῆλθεν αὐτῷ μήτηρ τῶν υἱῶν Ζεβεδαίου μετὰ τῶν υἱῶν αὐτῆς προσκυνοῦσα καὶ αἰτοῦσά τι ἀπ᾽ αὐτοῦ
Mat 20:21 δὲ εἶπεν αὐτῇ τί θέλεις λέγει αὐτῷ εἰπὲ ἵνα καθίσωσιν οὗτοι οἱ δύο υἱοί μου εἷς ἐκ δεξιῶν σου καὶ εἷς ἐξ εὐωνύμων σου ἐν τῇ βασιλείᾳ σου
Mat 20:22ἀποκριθεὶς δὲ Ἰησοῦς εἶπεν οὐκ οἴδατε τί αἰτεῖσθε δύνασθε πιεῖν τὸ ποτήριον ἐγὼ μέλλω πίνειν λέγουσιν αὐτῷ δυνάμεθα
Mat 20:23λέγει αὐτοῖς τὸ μὲν ποτήριόν μου πίεσθε τὸ δὲ καθίσαι ἐκ δεξιῶν μου καὶ ἐξ εὐωνύμων οὐκ ἔστιν ἐμὸν τοῦτο δοῦναι ἀλλ᾽ οἷς ἡτοίμασται ὑπὸ τοῦ πατρός μου
Mat 20:24καὶ ἀκούσαντες οἱ δέκα ἠγανάκτησαν περὶ τῶν δύο ἀδελφῶν
Mat 20:25 δὲ Ἰησοῦς προσκαλεσάμενος αὐτοὺς εἶπεν οἴδατε ὅτι οἱ ἄρχοντες τῶν ἐθνῶν κατακυριεύουσιν αὐτῶν καὶ οἱ μεγάλοι κατεξουσιάζουσιν αὐτῶν
Mat 20:26οὐχ οὕτως ἔσται ἐν ὑμῖν ἀλλ᾽ ὃς ἐὰν θέλῃ ἐν ὑμῖν μέγας γενέσθαι ἔσται ὑμῶν διάκονος
Mat 20:27καὶ ὃς ἂν θέλῃ ἐν ὑμῖν εἶναι πρῶτος ἔσται ὑμῶν δοῦλος
Mat 20:28ὥσπερ υἱὸς τοῦ ἀνθρώπου οὐκ ἦλθεν διακονηθῆναι ἀλλὰ διακονῆσαι καὶ δοῦναι τὴν ψυχὴν αὐτοῦ λύτρον ἀντὶ πολλῶν
Mat 20:29καὶ ἐκπορευομένων αὐτῶν ἀπὸ Ἰεριχὼ ἠκολούθησεν αὐτῷ ὄχλος πολύς
Mat 20:30καὶ ἰδοὺ δύο τυφλοὶ καθήμενοι παρὰ τὴν ὁδόν ἀκούσαντες ὅτι Ἰησοῦς παράγει ἔκραξαν λέγοντες ἐλέησον ἡμᾶς κύριε υἱὸς Δαυίδ
Mat 20:31 δὲ ὄχλος ἐπετίμησεν αὐτοῖς ἵνα σιωπήσωσιν οἱ δὲ μεῖζον ἔκραξαν λέγοντες ἐλέησον ἡμᾶς κύριε υἱὸς Δαυίδ
Mat 20:32καὶ στὰς Ἰησοῦς ἐφώνησεν αὐτοὺς καὶ εἶπεν τί θέλετε ποιήσω ὑμῖν
Mat 20:33λέγουσιν αὐτῷ κύριε ἵνα ἀνοιγῶσιν οἱ ὀφθαλμοὶ ἡμῶν
Mat 20:34σπλαγχνισθεὶς δὲ Ἰησοῦς ἥψατο τῶν ὀμμάτων αὐτῶν καὶ εὐθέως ἀνέβλεψαν καὶ ἠκολούθησαν αὐτῷ
MGNT Footnotes
Some portions of the New Testament have small, consistent differences in verse numbering between the Greek and English texts.
Translation Copyright Logo

This Greek text is very similar to the Nestle-Aland 27th edition text. Our thanks to the MorphGNT SBLGNT project.

The SBLGNT text itself is subject to the SBLGNT EULA and the morphological parsing and lemmatization is made available under a CC-BY-SA License.

Matthew Chapter 20 — Additional Translations: