Previous Chapter Full Page Full Page Next Chapter

Ματθαίος (Matthew) 17 :: Morphological Greek New Testament (MGNT)

Mat 17:1καὶ μεθ᾽ ἡμέρας ἓξ παραλαμβάνει Ἰησοῦς τὸν Πέτρον καὶ Ἰάκωβον καὶ Ἰωάννην τὸν ἀδελφὸν αὐτοῦ καὶ ἀναφέρει αὐτοὺς εἰς ὄρος ὑψηλὸν κατ᾽ ἰδίαν
Mat 17:2καὶ μετεμορφώθη ἔμπροσθεν αὐτῶν καὶ ἔλαμψεν τὸ πρόσωπον αὐτοῦ ὡς ἥλιος τὰ δὲ ἱμάτια αὐτοῦ ἐγένετο λευκὰ ὡς τὸ φῶς
Mat 17:3καὶ ἰδοὺ ὤφθη αὐτοῖς Μωϋσῆς καὶ Ἠλίας συλλαλοῦντες μετ᾽ αὐτοῦ
Mat 17:4ἀποκριθεὶς δὲ Πέτρος εἶπεν τῷ Ἰησοῦ κύριε καλόν ἐστιν ἡμᾶς ὧδε εἶναι εἰ θέλεις ποιήσω ὧδε τρεῖς σκηνάς σοὶ μίαν καὶ Μωϋσεῖ μίαν καὶ Ἠλίᾳ μίαν
Mat 17:5ἔτι αὐτοῦ λαλοῦντος ἰδοὺ νεφέλη φωτεινὴ ἐπεσκίασεν αὐτούς καὶ ἰδοὺ φωνὴ ἐκ τῆς νεφέλης λέγουσα οὗτός ἐστιν υἱός μου ἀγαπητός ἐν εὐδόκησα ἀκούετε αὐτοῦ
Mat 17:6καὶ ἀκούσαντες οἱ μαθηταὶ ἔπεσαν ἐπὶ πρόσωπον αὐτῶν καὶ ἐφοβήθησαν σφόδρα
Mat 17:7καὶ προσῆλθεν Ἰησοῦς καὶ ἁψάμενος αὐτῶν εἶπεν ἐγέρθητε καὶ μὴ φοβεῖσθε
Mat 17:8ἐπάραντες δὲ τοὺς ὀφθαλμοὺς αὐτῶν οὐδένα εἶδον εἰ μὴ αὐτὸν Ἰησοῦν μόνον
Mat 17:9καὶ καταβαινόντων αὐτῶν ἐκ τοῦ ὄρους ἐνετείλατο αὐτοῖς Ἰησοῦς λέγων μηδενὶ εἴπητε τὸ ὅραμα ἕως οὗ υἱὸς τοῦ ἀνθρώπου ἐκ νεκρῶν ἐγερθῇ
Mat 17:10καὶ ἐπηρώτησαν αὐτὸν οἱ μαθηταὶ λέγοντες τί οὖν οἱ γραμματεῖς λέγουσιν ὅτι Ἠλίαν δεῖ ἐλθεῖν πρῶτον
Mat 17:11 δὲ ἀποκριθεὶς εἶπεν Ἠλίας μὲν ἔρχεται καὶ ἀποκαταστήσει πάντα
Mat 17:12λέγω δὲ ὑμῖν ὅτι Ἠλίας ἤδη ἦλθεν καὶ οὐκ ἐπέγνωσαν αὐτὸν ἀλλὰ ἐποίησαν ἐν αὐτῷ ὅσα ἠθέλησαν οὕτως καὶ υἱὸς τοῦ ἀνθρώπου μέλλει πάσχειν ὑπ᾽ αὐτῶν
Mat 17:13τότε συνῆκαν οἱ μαθηταὶ ὅτι περὶ Ἰωάννου τοῦ βαπτιστοῦ εἶπεν αὐτοῖς
Mat 17:14καὶ ἐλθόντων πρὸς τὸν ὄχλον προσῆλθεν αὐτῷ ἄνθρωπος γονυπετῶν αὐτὸν (MGNT 17:15) καὶ λέγων
Mat 17:15κύριε ἐλέησόν μου τὸν υἱόν ὅτι σεληνιάζεται καὶ κακῶς πάσχει πολλάκις γὰρ πίπτει εἰς τὸ πῦρ καὶ πολλάκις εἰς τὸ ὕδωρ
Mat 17:16καὶ προσήνεγκα αὐτὸν τοῖς μαθηταῖς σου καὶ οὐκ ἠδυνήθησαν αὐτὸν θεραπεῦσαι
Mat 17:17ἀποκριθεὶς δὲ Ἰησοῦς εἶπεν γενεὰ ἄπιστος καὶ διεστραμμένη ἕως πότε μεθ᾽ ὑμῶν ἔσομαι ἕως πότε ἀνέξομαι ὑμῶν φέρετέ μοι αὐτὸν ὧδε
Mat 17:18καὶ ἐπετίμησεν αὐτῷ Ἰησοῦς καὶ ἐξῆλθεν ἀπ᾽ αὐτοῦ τὸ δαιμόνιον καὶ ἐθεραπεύθη παῖς ἀπὸ τῆς ὥρας ἐκείνης
Mat 17:19τότε προσελθόντες οἱ μαθηταὶ τῷ Ἰησοῦ κατ᾽ ἰδίαν εἶπον διὰ τί ἡμεῖς οὐκ ἠδυνήθημεν ἐκβαλεῖν αὐτό
Mat 17:20 δὲ λέγει αὐτοῖς διὰ τὴν ὀλιγοπιστίαν ὑμῶν ἀμὴν γὰρ λέγω ὑμῖν ἐὰν ἔχητε πίστιν ὡς κόκκον σινάπεως ἐρεῖτε τῷ ὄρει τούτῳ μετάβα ἔνθεν ἐκεῖ καὶ μεταβήσεται καὶ οὐδὲν ἀδυνατήσει ὑμῖν
Mat 17:22συστρεφομένων δὲ αὐτῶν ἐν τῇ Γαλιλαίᾳ εἶπεν αὐτοῖς Ἰησοῦς μέλλει υἱὸς τοῦ ἀνθρώπου παραδίδοσθαι εἰς χεῖρας ἀνθρώπων
Mat 17:23καὶ ἀποκτενοῦσιν αὐτόν καὶ τῇ τρίτῃ ἡμέρᾳ ἐγερθήσεται καὶ ἐλυπήθησαν σφόδρα
Mat 17:24ἐλθόντων δὲ αὐτῶν εἰς Καφαρναοὺμ προσῆλθον οἱ τὰ δίδραχμα λαμβάνοντες τῷ Πέτρῳ καὶ εἶπαν διδάσκαλος ὑμῶν οὐ τελεῖ τὰ δίδραχμα
Mat 17:25λέγει ναί καὶ ἐλθόντα εἰς τὴν οἰκίαν προέφθασεν αὐτὸν Ἰησοῦς λέγων τί σοι δοκεῖ Σίμων οἱ βασιλεῖς τῆς γῆς ἀπὸ τίνων λαμβάνουσιν τέλη κῆνσον ἀπὸ τῶν υἱῶν αὐτῶν ἀπὸ τῶν ἀλλοτρίων
Mat 17:26εἰπόντος δέ ἀπὸ τῶν ἀλλοτρίων ἔφη αὐτῷ Ἰησοῦς ἄρα γε ἐλεύθεροί εἰσιν οἱ υἱοί
Mat 17:27ἵνα δὲ μὴ σκανδαλίσωμεν αὐτούς πορευθεὶς εἰς θάλασσαν βάλε ἄγκιστρον καὶ τὸν ἀναβάντα πρῶτον ἰχθὺν ἆρον καὶ ἀνοίξας τὸ στόμα αὐτοῦ εὑρήσεις στατῆρα ἐκεῖνον λαβὼν δὸς αὐτοῖς ἀντὶ ἐμοῦ καὶ σοῦ
MGNT Footnotes
Some portions of the New Testament have small, consistent differences in verse numbering between the Greek and English texts.
BLB Footnotes
This verse is omitted from the Morphological Greek New Testament.  
Translation Copyright Logo

This Greek text is very similar to the Nestle-Aland 27th edition text. Our thanks to the MorphGNT SBLGNT project.

The SBLGNT text itself is subject to the SBLGNT EULA and the morphological parsing and lemmatization is made available under a CC-BY-SA License.

Matthew Chapter 17 — Additional Translations: