Previous Chapter Full Page Full Page Next Chapter

Ματθαίος (Matthew) 11 :: Morphological Greek New Testament (MGNT)

Mat 11:1καὶ ἐγένετο ὅτε ἐτέλεσεν Ἰησοῦς διατάσσων τοῖς δώδεκα μαθηταῖς αὐτοῦ μετέβη ἐκεῖθεν τοῦ διδάσκειν καὶ κηρύσσειν ἐν ταῖς πόλεσιν αὐτῶν
Mat 11:2 δὲ Ἰωάννης ἀκούσας ἐν τῷ δεσμωτηρίῳ τὰ ἔργα τοῦ Χριστοῦ πέμψας διὰ τῶν μαθητῶν αὐτοῦ
Mat 11:3εἶπεν αὐτῷ σὺ εἶ ἐρχόμενος ἕτερον προσδοκῶμεν
Mat 11:4καὶ ἀποκριθεὶς Ἰησοῦς εἶπεν αὐτοῖς πορευθέντες ἀπαγγείλατε Ἰωάννῃ ἀκούετε καὶ βλέπετε
Mat 11:5τυφλοὶ ἀναβλέπουσιν καὶ χωλοὶ περιπατοῦσιν λεπροὶ καθαρίζονται καὶ κωφοὶ ἀκούουσιν καὶ νεκροὶ ἐγείρονται καὶ πτωχοὶ εὐαγγελίζονται
Mat 11:6καὶ μακάριός ἐστιν ὃς ἐὰν μὴ σκανδαλισθῇ ἐν ἐμοί
Mat 11:7τούτων δὲ πορευομένων ἤρξατο Ἰησοῦς λέγειν τοῖς ὄχλοις περὶ Ἰωάννου τί ἐξήλθατε εἰς τὴν ἔρημον θεάσασθαι κάλαμον ὑπὸ ἀνέμου σαλευόμενον
Mat 11:8ἀλλὰ τί ἐξήλθατε ἰδεῖν ἄνθρωπον ἐν μαλακοῖς ἠμφιεσμένον ἰδοὺ οἱ τὰ μαλακὰ φοροῦντες ἐν τοῖς οἴκοις τῶν βασιλέων εἰσίν
Mat 11:9ἀλλὰ τί ἐξήλθατε ἰδεῖν προφήτην ναί λέγω ὑμῖν καὶ περισσότερον προφήτου
Mat 11:10οὗτός ἐστιν περὶ οὗ γέγραπται ἰδοὺ ἐγὼ ἀποστέλλω τὸν ἄγγελόν μου πρὸ προσώπου σου ὃς κατασκευάσει τὴν ὁδόν σου ἔμπροσθέν σου
Mat 11:11ἀμὴν λέγω ὑμῖν οὐκ ἐγήγερται ἐν γεννητοῖς γυναικῶν μείζων Ἰωάννου τοῦ βαπτιστοῦ δὲ μικρότερος ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν μείζων αὐτοῦ ἐστιν
Mat 11:12ἀπὸ δὲ τῶν ἡμερῶν Ἰωάννου τοῦ βαπτιστοῦ ἕως ἄρτι βασιλεία τῶν οὐρανῶν βιάζεται καὶ βιασταὶ ἁρπάζουσιν αὐτήν
Mat 11:13πάντες γὰρ οἱ προφῆται καὶ νόμος ἕως Ἰωάννου ἐπροφήτευσαν
Mat 11:14καὶ εἰ θέλετε δέξασθαι αὐτός ἐστιν Ἠλίας μέλλων ἔρχεσθαι
Mat 11:15 ἔχων ὦτα ἀκουέτω
Mat 11:16τίνι δὲ ὁμοιώσω τὴν γενεὰν ταύτην ὁμοία ἐστὶν παιδίοις καθημένοις ἐν ταῖς ἀγοραῖς προσφωνοῦντα τοῖς ἑτέροις
Mat 11:17λέγουσιν ηὐλήσαμεν ὑμῖν καὶ οὐκ ὠρχήσασθε ἐθρηνήσαμεν καὶ οὐκ ἐκόψασθε
Mat 11:18ἦλθεν γὰρ Ἰωάννης μήτε ἐσθίων μήτε πίνων καὶ λέγουσιν δαιμόνιον ἔχει
Mat 11:19ἦλθεν υἱὸς τοῦ ἀνθρώπου ἐσθίων καὶ πίνων καὶ λέγουσιν ἰδοὺ ἄνθρωπος φάγος καὶ οἰνοπότης τελωνῶν φίλος καὶ ἁμαρτωλῶν καὶ ἐδικαιώθη σοφία ἀπὸ τῶν ἔργων αὐτῆς
Mat 11:20τότε ἤρξατο ὀνειδίζειν τὰς πόλεις ἐν αἷς ἐγένοντο αἱ πλεῖσται δυνάμεις αὐτοῦ ὅτι οὐ μετενόησαν
Mat 11:21οὐαί σοι Χοραζίν οὐαί σοι Βηθσαϊδά ὅτι εἰ ἐν Τύρῳ καὶ Σιδῶνι ἐγένοντο αἱ δυνάμεις αἱ γενόμεναι ἐν ὑμῖν πάλαι ἂν ἐν σάκκῳ καὶ σποδῷ μετενόησαν
Mat 11:22πλὴν λέγω ὑμῖν Τύρῳ καὶ Σιδῶνι ἀνεκτότερον ἔσται ἐν ἡμέρᾳ κρίσεως ὑμῖν
Mat 11:23καὶ σύ Καφαρναούμ μὴ ἕως οὐρανοῦ ὑψωθήσῃ ἕως ᾅδου καταβήσῃ ὅτι εἰ ἐν Σοδόμοις ἐγενήθησαν αἱ δυνάμεις αἱ γενόμεναι ἐν σοί ἔμεινεν ἂν μέχρι τῆς σήμερον
Mat 11:24πλὴν λέγω ὑμῖν ὅτι γῇ Σοδόμων ἀνεκτότερον ἔσται ἐν ἡμέρᾳ κρίσεως σοί
Mat 11:25ἐν ἐκείνῳ τῷ καιρῷ ἀποκριθεὶς Ἰησοῦς εἶπεν ἐξομολογοῦμαί σοι πάτερ κύριε τοῦ οὐρανοῦ καὶ τῆς γῆς ὅτι ἔκρυψας ταῦτα ἀπὸ σοφῶν καὶ συνετῶν καὶ ἀπεκάλυψας αὐτὰ νηπίοις
Mat 11:26ναί πατήρ ὅτι οὕτως εὐδοκία ἐγένετο ἔμπροσθέν σου
Mat 11:27πάντα μοι παρεδόθη ὑπὸ τοῦ πατρός μου καὶ οὐδεὶς ἐπιγινώσκει τὸν υἱὸν εἰ μὴ πατήρ οὐδὲ τὸν πατέρα τις ἐπιγινώσκει εἰ μὴ υἱὸς καὶ ἐὰν βούληται υἱὸς ἀποκαλύψαι
Mat 11:28δεῦτε πρός με πάντες οἱ κοπιῶντες καὶ πεφορτισμένοι κἀγὼ ἀναπαύσω ὑμᾶς
Mat 11:29ἄρατε τὸν ζυγόν μου ἐφ᾽ ὑμᾶς καὶ μάθετε ἀπ᾽ ἐμοῦ ὅτι πραΰς εἰμι καὶ ταπεινὸς τῇ καρδίᾳ καὶ εὑρήσετε ἀνάπαυσιν ταῖς ψυχαῖς ὑμῶν
Mat 11:30 γὰρ ζυγός μου χρηστὸς καὶ τὸ φορτίον μου ἐλαφρόν ἐστιν
Translation Copyright Logo

This Greek text is very similar to the Nestle-Aland 27th edition text. Our thanks to the MorphGNT SBLGNT project.

The SBLGNT text itself is subject to the SBLGNT EULA and the morphological parsing and lemmatization is made available under a CC-BY-SA License.

Matthew Chapter 11 — Additional Translations: