Previous Chapter Full Page Full Page Next Chapter

Μάρκος (Mark) 5 :: Morphological Greek New Testament (MGNT)

Mar 5:1καὶ ἦλθον εἰς τὸ πέραν τῆς θαλάσσης εἰς τὴν χώραν τῶν Γερασηνῶν
Mar 5:2καὶ ἐξελθόντος αὐτοῦ ἐκ τοῦ πλοίου εὐθὺς ὑπήντησεν αὐτῷ ἐκ τῶν μνημείων ἄνθρωπος ἐν πνεύματι ἀκαθάρτῳ
Mar 5:3ὃς τὴν κατοίκησιν εἶχεν ἐν τοῖς μνήμασιν καὶ οὐδὲ ἁλύσει οὐκέτι οὐδεὶς ἐδύνατο αὐτὸν δῆσαι
Mar 5:4διὰ τὸ αὐτὸν πολλάκις πέδαις καὶ ἁλύσεσιν δεδέσθαι καὶ διεσπάσθαι ὑπ᾽ αὐτοῦ τὰς ἁλύσεις καὶ τὰς πέδας συντετρῖφθαι καὶ οὐδεὶς ἴσχυεν αὐτὸν δαμάσαι
Mar 5:5καὶ διὰ παντὸς νυκτὸς καὶ ἡμέρας ἐν τοῖς μνήμασιν καὶ ἐν τοῖς ὄρεσιν ἦν κράζων καὶ κατακόπτων ἑαυτὸν λίθοις
Mar 5:6καὶ ἰδὼν τὸν Ἰησοῦν ἀπὸ μακρόθεν ἔδραμεν καὶ προσεκύνησεν αὐτῷ
Mar 5:7καὶ κράξας φωνῇ μεγάλῃ λέγει τί ἐμοὶ καὶ σοί Ἰησοῦ υἱὲ τοῦ θεοῦ τοῦ ὑψίστου ὁρκίζω σε τὸν θεόν μή με βασανίσῃς
Mar 5:8ἔλεγεν γὰρ αὐτῷ ἔξελθε τὸ πνεῦμα τὸ ἀκάθαρτον ἐκ τοῦ ἀνθρώπου
Mar 5:9καὶ ἐπηρώτα αὐτόν τί ὄνομά σοι καὶ λέγει αὐτῷ λεγιὼν ὄνομά μοι ὅτι πολλοί ἐσμεν
Mar 5:10καὶ παρεκάλει αὐτὸν πολλὰ ἵνα μὴ αὐτὰ ἀποστείλῃ ἔξω τῆς χώρας
Mar 5:11ἦν δὲ ἐκεῖ πρὸς τῷ ὄρει ἀγέλη χοίρων μεγάλη βοσκομένη
Mar 5:12καὶ παρεκάλεσαν αὐτὸν λέγοντες πέμψον ἡμᾶς εἰς τοὺς χοίρους ἵνα εἰς αὐτοὺς εἰσέλθωμεν
Mar 5:13καὶ ἐπέτρεψεν αὐτοῖς καὶ ἐξελθόντα τὰ πνεύματα τὰ ἀκάθαρτα εἰσῆλθον εἰς τοὺς χοίρους καὶ ὥρμησεν ἀγέλη κατὰ τοῦ κρημνοῦ εἰς τὴν θάλασσαν ὡς δισχίλιοι καὶ ἐπνίγοντο ἐν τῇ θαλάσσῃ
Mar 5:14καὶ οἱ βόσκοντες αὐτοὺς ἔφυγον καὶ ἀπήγγειλαν εἰς τὴν πόλιν καὶ εἰς τοὺς ἀγρούς καὶ ἦλθον ἰδεῖν τί ἐστιν τὸ γεγονός
Mar 5:15καὶ ἔρχονται πρὸς τὸν Ἰησοῦν καὶ θεωροῦσιν τὸν δαιμονιζόμενον καθήμενον ἱματισμένον καὶ σωφρονοῦντα τὸν ἐσχηκότα τὸν λεγιῶνα καὶ ἐφοβήθησαν
Mar 5:16καὶ διηγήσαντο αὐτοῖς οἱ ἰδόντες πῶς ἐγένετο τῷ δαιμονιζομένῳ καὶ περὶ τῶν χοίρων
Mar 5:17καὶ ἤρξαντο παρακαλεῖν αὐτὸν ἀπελθεῖν ἀπὸ τῶν ὁρίων αὐτῶν
Mar 5:18καὶ ἐμβαίνοντος αὐτοῦ εἰς τὸ πλοῖον παρεκάλει αὐτὸν δαιμονισθεὶς ἵνα μετ᾽ αὐτοῦ
Mar 5:19καὶ οὐκ ἀφῆκεν αὐτόν ἀλλὰ λέγει αὐτῷ ὕπαγε εἰς τὸν οἶκόν σου πρὸς τοὺς σούς καὶ ἀπάγγειλον αὐτοῖς ὅσα κύριός σοι πεποίηκεν καὶ ἠλέησέν σε
Mar 5:20καὶ ἀπῆλθεν καὶ ἤρξατο κηρύσσειν ἐν τῇ Δεκαπόλει ὅσα ἐποίησεν αὐτῷ Ἰησοῦς καὶ πάντες ἐθαύμαζον
Mar 5:21καὶ διαπεράσαντος τοῦ Ἰησοῦ ἐν τῷ πλοίῳ πάλιν εἰς τὸ πέραν συνήχθη ὄχλος πολὺς ἐπ᾽ αὐτόν καὶ ἦν παρὰ τὴν θάλασσαν
Mar 5:22καὶ ἔρχεται εἷς τῶν ἀρχισυναγώγων ὀνόματι Ἰάϊρος καὶ ἰδὼν αὐτὸν πίπτει πρὸς τοὺς πόδας αὐτοῦ
Mar 5:23καὶ παρακαλεῖ αὐτὸν πολλὰ λέγων ὅτι τὸ θυγάτριόν μου ἐσχάτως ἔχει ἵνα ἐλθὼν ἐπιθῇς τὰς χεῖρας αὐτῇ ἵνα σωθῇ καὶ ζήσῃ
Mar 5:24καὶ ἀπῆλθεν μετ᾽ αὐτοῦ καὶ ἠκολούθει αὐτῷ ὄχλος πολύς καὶ συνέθλιβον αὐτόν
Mar 5:25καὶ γυνὴ οὖσα ἐν ῥύσει αἵματος δώδεκα ἔτη
Mar 5:26καὶ πολλὰ παθοῦσα ὑπὸ πολλῶν ἰατρῶν καὶ δαπανήσασα τὰ παρ᾽ αὐτῆς πάντα καὶ μηδὲν ὠφεληθεῖσα ἀλλὰ μᾶλλον εἰς τὸ χεῖρον ἐλθοῦσα
Mar 5:27ἀκούσασα περὶ τοῦ Ἰησοῦ ἐλθοῦσα ἐν τῷ ὄχλῳ ὄπισθεν ἥψατο τοῦ ἱματίου αὐτοῦ
Mar 5:28ἔλεγεν γὰρ ὅτι ἐὰν ἅψωμαι κἂν τῶν ἱματίων αὐτοῦ σωθήσομαι
Mar 5:29καὶ εὐθὺς ἐξηράνθη πηγὴ τοῦ αἵματος αὐτῆς καὶ ἔγνω τῷ σώματι ὅτι ἴαται ἀπὸ τῆς μάστιγος
Mar 5:30καὶ εὐθὺς Ἰησοῦς ἐπιγνοὺς ἐν ἑαυτῷ τὴν ἐξ αὐτοῦ δύναμιν ἐξελθοῦσαν ἐπιστραφεὶς ἐν τῷ ὄχλῳ ἔλεγεν τίς μου ἥψατο τῶν ἱματίων
Mar 5:31καὶ ἔλεγον αὐτῷ οἱ μαθηταὶ αὐτοῦ βλέπεις τὸν ὄχλον συνθλίβοντά σε καὶ λέγεις τίς μου ἥψατο
Mar 5:32καὶ περιεβλέπετο ἰδεῖν τὴν τοῦτο ποιήσασαν
Mar 5:33 δὲ γυνὴ φοβηθεῖσα καὶ τρέμουσα εἰδυῖα γέγονεν αὐτῇ ἦλθεν καὶ προσέπεσεν αὐτῷ καὶ εἶπεν αὐτῷ πᾶσαν τὴν ἀλήθειαν
Mar 5:34 δὲ εἶπεν αὐτῇ θυγάτηρ πίστις σου σέσωκέν σε ὕπαγε εἰς εἰρήνην καὶ ἴσθι ὑγιὴς ἀπὸ τῆς μάστιγός σου
Mar 5:35ἔτι αὐτοῦ λαλοῦντος ἔρχονται ἀπὸ τοῦ ἀρχισυναγώγου λέγοντες ὅτι θυγάτηρ σου ἀπέθανεν τί ἔτι σκύλλεις τὸν διδάσκαλον
Mar 5:36 δὲ Ἰησοῦς παρακούσας τὸν λόγον λαλούμενον λέγει τῷ ἀρχισυναγώγῳ μὴ φοβοῦ μόνον πίστευε
Mar 5:37καὶ οὐκ ἀφῆκεν οὐδένα μετ᾽ αὐτοῦ συνακολουθῆσαι εἰ μὴ τὸν Πέτρον καὶ Ἰάκωβον καὶ Ἰωάννην τὸν ἀδελφὸν Ἰακώβου
Mar 5:38καὶ ἔρχονται εἰς τὸν οἶκον τοῦ ἀρχισυναγώγου καὶ θεωρεῖ θόρυβον καὶ κλαίοντας καὶ ἀλαλάζοντας πολλά
Mar 5:39καὶ εἰσελθὼν λέγει αὐτοῖς τί θορυβεῖσθε καὶ κλαίετε τὸ παιδίον οὐκ ἀπέθανεν ἀλλὰ καθεύδει
Mar 5:40καὶ κατεγέλων αὐτοῦ αὐτὸς δὲ ἐκβαλὼν πάντας παραλαμβάνει τὸν πατέρα τοῦ παιδίου καὶ τὴν μητέρα καὶ τοὺς μετ᾽ αὐτοῦ καὶ εἰσπορεύεται ὅπου ἦν τὸ παιδίον
Mar 5:41καὶ κρατήσας τῆς χειρὸς τοῦ παιδίου λέγει αὐτῇ ταλιθα κουμ ἐστιν μεθερμηνευόμενον τὸ κοράσιον σοὶ λέγω ἔγειρε
Mar 5:42καὶ εὐθὺς ἀνέστη τὸ κοράσιον καὶ περιεπάτει ἦν γὰρ ἐτῶν δώδεκα καὶ ἐξέστησαν εὐθὺς ἐκστάσει μεγάλῃ
Mar 5:43καὶ διεστείλατο αὐτοῖς πολλὰ ἵνα μηδεὶς γνοῖ τοῦτο καὶ εἶπεν δοθῆναι αὐτῇ φαγεῖν
Translation Copyright Logo

This Greek text is very similar to the Nestle-Aland 27th edition text. Our thanks to the MorphGNT SBLGNT project.

The SBLGNT text itself is subject to the SBLGNT EULA and the morphological parsing and lemmatization is made available under a CC-BY-SA License.

Mark Chapter 5 — Additional Translations: