Previous Chapter Full Page Full Page Next Chapter

Μάρκος (Mark) 4 :: Morphological Greek New Testament (MGNT)

Mar 4:1καὶ πάλιν ἤρξατο διδάσκειν παρὰ τὴν θάλασσαν καὶ συνάγεται πρὸς αὐτὸν ὄχλος πλεῖστος ὥστε αὐτὸν εἰς πλοῖον ἐμβάντα καθῆσθαι ἐν τῇ θαλάσσῃ καὶ πᾶς ὄχλος πρὸς τὴν θάλασσαν ἐπὶ τῆς γῆς ἦσαν
Mar 4:2καὶ ἐδίδασκεν αὐτοὺς ἐν παραβολαῖς πολλά καὶ ἔλεγεν αὐτοῖς ἐν τῇ διδαχῇ αὐτοῦ
Mar 4:3ἀκούετε ἰδοὺ ἐξῆλθεν σπείρων σπεῖραι
Mar 4:4καὶ ἐγένετο ἐν τῷ σπείρειν μὲν ἔπεσεν παρὰ τὴν ὁδόν καὶ ἦλθεν τὰ πετεινὰ καὶ κατέφαγεν αὐτό
Mar 4:5καὶ ἄλλο ἔπεσεν ἐπὶ τὸ πετρῶδες ὅπου οὐκ εἶχεν γῆν πολλήν καὶ εὐθὺς ἐξανέτειλεν διὰ τὸ μὴ ἔχειν βάθος γῆς
Mar 4:6καὶ ὅτε ἀνέτειλεν ἥλιος ἐκαυματίσθη καὶ διὰ τὸ μὴ ἔχειν ῥίζαν ἐξηράνθη
Mar 4:7καὶ ἄλλο ἔπεσεν εἰς τὰς ἀκάνθας καὶ ἀνέβησαν αἱ ἄκανθαι καὶ συνέπνιξαν αὐτό καὶ καρπὸν οὐκ ἔδωκεν
Mar 4:8καὶ ἄλλα ἔπεσεν εἰς τὴν γῆν τὴν καλήν καὶ ἐδίδου καρπὸν ἀναβαίνοντα καὶ αὐξανόμενα καὶ ἔφερεν ἓν τριάκοντα καὶ ἓν ἑξήκοντα καὶ ἓν ἑκατόν
Mar 4:9καὶ ἔλεγεν ὃς ἔχει ὦτα ἀκούειν ἀκουέτω
Mar 4:10καὶ ὅτε ἐγένετο κατὰ μόνας ἠρώτων αὐτὸν οἱ περὶ αὐτὸν σὺν τοῖς δώδεκα τὰς παραβολάς
Mar 4:11καὶ ἔλεγεν αὐτοῖς ὑμῖν τὸ μυστήριον δέδοται τῆς βασιλείας τοῦ θεοῦ ἐκείνοις δὲ τοῖς ἔξω ἐν παραβολαῖς τὰ πάντα γίνεται
Mar 4:12ἵνα βλέποντες βλέπωσιν καὶ μὴ ἴδωσιν καὶ ἀκούοντες ἀκούωσιν καὶ μὴ συνιῶσιν μήποτε ἐπιστρέψωσιν καὶ ἀφεθῇ αὐτοῖς
Mar 4:13καὶ λέγει αὐτοῖς οὐκ οἴδατε τὴν παραβολὴν ταύτην καὶ πῶς πάσας τὰς παραβολὰς γνώσεσθε
Mar 4:14 σπείρων τὸν λόγον σπείρει
Mar 4:15οὗτοι δέ εἰσιν οἱ παρὰ τὴν ὁδὸν ὅπου σπείρεται λόγος καὶ ὅταν ἀκούσωσιν εὐθὺς ἔρχεται Σατανᾶς καὶ αἴρει τὸν λόγον τὸν ἐσπαρμένον εἰς αὐτούς
Mar 4:16καὶ οὗτοί εἰσιν οἱ ἐπὶ τὰ πετρώδη σπειρόμενοι οἳ ὅταν ἀκούσωσιν τὸν λόγον εὐθὺς μετὰ χαρᾶς λαμβάνουσιν αὐτόν
Mar 4:17καὶ οὐκ ἔχουσιν ῥίζαν ἐν ἑαυτοῖς ἀλλὰ πρόσκαιροί εἰσιν εἶτα γενομένης θλίψεως διωγμοῦ διὰ τὸν λόγον εὐθὺς σκανδαλίζονται
Mar 4:18καὶ ἄλλοι εἰσὶν οἱ εἰς τὰς ἀκάνθας σπειρόμενοι οὗτοί εἰσιν οἱ τὸν λόγον ἀκούσαντες
Mar 4:19καὶ αἱ μέριμναι τοῦ αἰῶνος καὶ ἀπάτη τοῦ πλούτου καὶ αἱ περὶ τὰ λοιπὰ ἐπιθυμίαι εἰσπορευόμεναι συμπνίγουσιν τὸν λόγον καὶ ἄκαρπος γίνεται
Mar 4:20καὶ ἐκεῖνοί εἰσιν οἱ ἐπὶ τὴν γῆν τὴν καλὴν σπαρέντες οἵτινες ἀκούουσιν τὸν λόγον καὶ παραδέχονται καὶ καρποφοροῦσιν ἓν τριάκοντα καὶ ἓν ἑξήκοντα καὶ ἓν ἑκατόν
Mar 4:21καὶ ἔλεγεν αὐτοῖς μήτι ἔρχεται λύχνος ἵνα ὑπὸ τὸν μόδιον τεθῇ ὑπὸ τὴν κλίνην οὐχ ἵνα ἐπὶ τὴν λυχνίαν τεθῇ
Mar 4:22οὐ γάρ ἐστιν κρυπτὸν ἐὰν μὴ ἵνα φανερωθῇ οὐδὲ ἐγένετο ἀπόκρυφον ἀλλ᾽ ἵνα ἔλθῃ εἰς φανερόν
Mar 4:23εἴ τις ἔχει ὦτα ἀκούειν ἀκουέτω
Mar 4:24καὶ ἔλεγεν αὐτοῖς βλέπετε τί ἀκούετε ἐν μέτρῳ μετρεῖτε μετρηθήσεται ὑμῖν καὶ προστεθήσεται ὑμῖν
Mar 4:25ὃς γὰρ ἔχει δοθήσεται αὐτῷ καὶ ὃς οὐκ ἔχει καὶ ἔχει ἀρθήσεται ἀπ᾽ αὐτοῦ
Mar 4:26καὶ ἔλεγεν οὕτως ἐστὶν βασιλεία τοῦ θεοῦ ὡς ἄνθρωπος βάλῃ τὸν σπόρον ἐπὶ τῆς γῆς
Mar 4:27καὶ καθεύδῃ καὶ ἐγείρηται νύκτα καὶ ἡμέραν καὶ σπόρος βλαστᾷ καὶ μηκύνηται ὡς οὐκ οἶδεν αὐτός
Mar 4:28αὐτομάτη γῆ καρποφορεῖ πρῶτον χόρτον εἶτα στάχυν εἶτα πλήρης σῖτον ἐν τῷ στάχυϊ
Mar 4:29ὅταν δὲ παραδοῖ καρπός εὐθὺς ἀποστέλλει τὸ δρέπανον ὅτι παρέστηκεν θερισμός
Mar 4:30καὶ ἔλεγεν πῶς ὁμοιώσωμεν τὴν βασιλείαν τοῦ θεοῦ ἐν τίνι αὐτὴν παραβολῇ θῶμεν
Mar 4:31ὡς κόκκῳ σινάπεως ὃς ὅταν σπαρῇ ἐπὶ τῆς γῆς μικρότερον ὂν πάντων τῶν σπερμάτων τῶν ἐπὶ τῆς γῆς
Mar 4:32καὶ ὅταν σπαρῇ ἀναβαίνει καὶ γίνεται μεῖζον πάντων τῶν λαχάνων καὶ ποιεῖ κλάδους μεγάλους ὥστε δύνασθαι ὑπὸ τὴν σκιὰν αὐτοῦ τὰ πετεινὰ τοῦ οὐρανοῦ κατασκηνοῦν
Mar 4:33καὶ τοιαύταις παραβολαῖς πολλαῖς ἐλάλει αὐτοῖς τὸν λόγον καθὼς ἠδύναντο ἀκούειν
Mar 4:34χωρὶς δὲ παραβολῆς οὐκ ἐλάλει αὐτοῖς κατ᾽ ἰδίαν δὲ τοῖς ἰδίοις μαθηταῖς ἐπέλυεν πάντα
Mar 4:35καὶ λέγει αὐτοῖς ἐν ἐκείνῃ τῇ ἡμέρᾳ ὀψίας γενομένης διέλθωμεν εἰς τὸ πέραν
Mar 4:36καὶ ἀφέντες τὸν ὄχλον παραλαμβάνουσιν αὐτὸν ὡς ἦν ἐν τῷ πλοίῳ καὶ ἄλλα πλοῖα ἦν μετ᾽ αὐτοῦ
Mar 4:37καὶ γίνεται λαῖλαψ μεγάλη ἀνέμου καὶ τὰ κύματα ἐπέβαλλεν εἰς τὸ πλοῖον ὥστε ἤδη γεμίζεσθαι τὸ πλοῖον
Mar 4:38καὶ αὐτὸς ἦν ἐν τῇ πρύμνῃ ἐπὶ τὸ προσκεφάλαιον καθεύδων καὶ ἐγείρουσιν αὐτὸν καὶ λέγουσιν αὐτῷ διδάσκαλε οὐ μέλει σοι ὅτι ἀπολλύμεθα
Mar 4:39καὶ διεγερθεὶς ἐπετίμησεν τῷ ἀνέμῳ καὶ εἶπεν τῇ θαλάσσῃ σιώπα πεφίμωσο καὶ ἐκόπασεν ἄνεμος καὶ ἐγένετο γαλήνη μεγάλη
Mar 4:40καὶ εἶπεν αὐτοῖς τί δειλοί ἐστε οὔπω ἔχετε πίστιν
Mar 4:41καὶ ἐφοβήθησαν φόβον μέγαν καὶ ἔλεγον πρὸς ἀλλήλους τίς ἄρα οὗτός ἐστιν ὅτι καὶ ἄνεμος καὶ θάλασσα ὑπακούει αὐτῷ
Translation Copyright Logo

This Greek text is very similar to the Nestle-Aland 27th edition text. Our thanks to the MorphGNT SBLGNT project.

The SBLGNT text itself is subject to the SBLGNT EULA and the morphological parsing and lemmatization is made available under a CC-BY-SA License.

Mark Chapter 4 — Additional Translations: