Previous Chapter Full Page Full Page Next Chapter

Μάρκος (Mark) 3 :: Morphological Greek New Testament (MGNT)

Mar 3:1καὶ εἰσῆλθεν πάλιν εἰς τὴν συναγωγήν καὶ ἦν ἐκεῖ ἄνθρωπος ἐξηραμμένην ἔχων τὴν χεῖρα
Mar 3:2καὶ παρετήρουν αὐτὸν εἰ τοῖς σάββασιν θεραπεύσει αὐτόν ἵνα κατηγορήσωσιν αὐτοῦ
Mar 3:3καὶ λέγει τῷ ἀνθρώπῳ τῷ τὴν ξηρὰν χεῖρα ἔχοντι ἔγειρε εἰς τὸ μέσον
Mar 3:4καὶ λέγει αὐτοῖς ἔξεστιν τοῖς σάββασιν ἀγαθὸν ποιῆσαι κακοποιῆσαι ψυχὴν σῶσαι ἀποκτεῖναι οἱ δὲ ἐσιώπων
Mar 3:5καὶ περιβλεψάμενος αὐτοὺς μετ᾽ ὀργῆς συλλυπούμενος ἐπὶ τῇ πωρώσει τῆς καρδίας αὐτῶν λέγει τῷ ἀνθρώπῳ ἔκτεινον τὴν χεῖρα καὶ ἐξέτεινεν καὶ ἀπεκατεστάθη χεὶρ αὐτοῦ
Mar 3:6καὶ ἐξελθόντες οἱ Φαρισαῖοι εὐθὺς μετὰ τῶν Ἡρῳδιανῶν συμβούλιον ἐδίδουν κατ᾽ αὐτοῦ ὅπως αὐτὸν ἀπολέσωσιν
Mar 3:7καὶ Ἰησοῦς μετὰ τῶν μαθητῶν αὐτοῦ ἀνεχώρησεν πρὸς τὴν θάλασσαν καὶ πολὺ πλῆθος ἀπὸ τῆς Γαλιλαίας ἠκολούθησεν καὶ ἀπὸ τῆς Ἰουδαίας
Mar 3:8καὶ ἀπὸ Ἱεροσολύμων καὶ ἀπὸ τῆς Ἰδουμαίας καὶ πέραν τοῦ Ἰορδάνου καὶ περὶ Τύρον καὶ Σιδῶνα πλῆθος πολύ ἀκούοντες ὅσα ἐποίει ἦλθον πρὸς αὐτόν
Mar 3:9καὶ εἶπεν τοῖς μαθηταῖς αὐτοῦ ἵνα πλοιάριον προσκαρτερῇ αὐτῷ διὰ τὸν ὄχλον ἵνα μὴ θλίβωσιν αὐτόν
Mar 3:10πολλοὺς γὰρ ἐθεράπευσεν ὥστε ἐπιπίπτειν αὐτῷ ἵνα αὐτοῦ ἅψωνται ὅσοι εἶχον μάστιγας
Mar 3:11καὶ τὰ πνεύματα τὰ ἀκάθαρτα ὅταν αὐτὸν ἐθεώρουν προσέπιπτον αὐτῷ καὶ ἔκραζον λέγοντες ὅτι σὺ εἶ υἱὸς τοῦ θεοῦ
Mar 3:12καὶ πολλὰ ἐπετίμα αὐτοῖς ἵνα μὴ αὐτὸν φανερὸν ποιήσωσιν
Mar 3:13καὶ ἀναβαίνει εἰς τὸ ὄρος καὶ προσκαλεῖται οὓς ἤθελεν αὐτός καὶ ἀπῆλθον πρὸς αὐτόν
Mar 3:14καὶ ἐποίησεν δώδεκα οὓς καὶ ἀποστόλους ὠνόμασεν ἵνα ὦσιν μετ᾽ αὐτοῦ καὶ ἵνα ἀποστέλλῃ αὐτοὺς κηρύσσειν
Mar 3:15καὶ ἔχειν ἐξουσίαν ἐκβάλλειν τὰ δαιμόνια
Mar 3:16καὶ ἐποίησεν τοὺς δώδεκα καὶ ἐπέθηκεν ὄνομα τῷ Σίμωνι Πέτρον
Mar 3:17καὶ Ἰάκωβον τὸν τοῦ Ζεβεδαίου καὶ Ἰωάννην τὸν ἀδελφὸν τοῦ Ἰακώβου καὶ ἐπέθηκεν αὐτοῖς ὀνόματα Βοανηργές ἐστιν υἱοὶ βροντῆς
Mar 3:18καὶ Ἀνδρέαν καὶ Φίλιππον καὶ Βαρθολομαῖον καὶ Μαθθαῖον καὶ Θωμᾶν καὶ Ἰάκωβον τὸν τοῦ Ἁλφαίου καὶ Θαδδαῖον καὶ Σίμωνα τὸν Καναναῖον
Mar 3:19καὶ Ἰούδαν Ἰσκαριώθ ὃς καὶ παρέδωκεν αὐτόν
Mar 3:20καὶ ἔρχεται εἰς οἶκον καὶ συνέρχεται πάλιν ὄχλος ὥστε μὴ δύνασθαι αὐτοὺς μηδὲ ἄρτον φαγεῖν
Mar 3:21καὶ ἀκούσαντες οἱ παρ᾽ αὐτοῦ ἐξῆλθον κρατῆσαι αὐτόν ἔλεγον γὰρ ὅτι ἐξέστη
Mar 3:22καὶ οἱ γραμματεῖς οἱ ἀπὸ Ἱεροσολύμων καταβάντες ἔλεγον ὅτι Βεελζεβοὺλ ἔχει καὶ ὅτι ἐν τῷ ἄρχοντι τῶν δαιμονίων ἐκβάλλει τὰ δαιμόνια
Mar 3:23καὶ προσκαλεσάμενος αὐτοὺς ἐν παραβολαῖς ἔλεγεν αὐτοῖς πῶς δύναται Σατανᾶς Σατανᾶν ἐκβάλλειν
Mar 3:24καὶ ἐὰν βασιλεία ἐφ᾽ ἑαυτὴν μερισθῇ οὐ δύναται σταθῆναι βασιλεία ἐκείνη
Mar 3:25καὶ ἐὰν οἰκία ἐφ᾽ ἑαυτὴν μερισθῇ οὐ δυνήσεται οἰκία ἐκείνη σταθῆναι
Mar 3:26καὶ εἰ Σατανᾶς ἀνέστη ἐφ᾽ ἑαυτὸν καὶ ἐμερίσθη οὐ δύναται στῆναι ἀλλὰ τέλος ἔχει
Mar 3:27ἀλλ᾽ οὐ δύναται οὐδεὶς εἰς τὴν οἰκίαν τοῦ ἰσχυροῦ εἰσελθὼν τὰ σκεύη αὐτοῦ διαρπάσαι ἐὰν μὴ πρῶτον τὸν ἰσχυρὸν δήσῃ καὶ τότε τὴν οἰκίαν αὐτοῦ διαρπάσει
Mar 3:28ἀμὴν λέγω ὑμῖν ὅτι πάντα ἀφεθήσεται τοῖς υἱοῖς τῶν ἀνθρώπων τὰ ἁμαρτήματα καὶ αἱ βλασφημίαι ὅσα ἐὰν βλασφημήσωσιν
Mar 3:29ὃς δ᾽ ἂν βλασφημήσῃ εἰς τὸ πνεῦμα τὸ ἅγιον οὐκ ἔχει ἄφεσιν εἰς τὸν αἰῶνα ἀλλὰ ἔνοχός ἐστιν αἰωνίου ἁμαρτήματος
Mar 3:30ὅτι ἔλεγον πνεῦμα ἀκάθαρτον ἔχει
Mar 3:31καὶ ἔρχεται μήτηρ αὐτοῦ καὶ οἱ ἀδελφοὶ αὐτοῦ καὶ ἔξω στήκοντες ἀπέστειλαν πρὸς αὐτὸν καλοῦντες αὐτόν
Mar 3:32καὶ ἐκάθητο περὶ αὐτὸν ὄχλος καὶ λέγουσιν αὐτῷ ἰδοὺ μήτηρ σου καὶ οἱ ἀδελφοί σου καὶ αἱ ἀδελφαί σου ἔξω ζητοῦσίν σε
Mar 3:33καὶ ἀποκριθεὶς αὐτοῖς λέγει τίς ἐστιν μήτηρ μου καὶ οἱ ἀδελφοί μου
Mar 3:34καὶ περιβλεψάμενος τοὺς περὶ αὐτὸν κύκλῳ καθημένους λέγει ἴδε μήτηρ μου καὶ οἱ ἀδελφοί μου
Mar 3:35ὃς γὰρ ἂν ποιήσῃ τὸ θέλημα τοῦ θεοῦ οὗτος ἀδελφός μου καὶ ἀδελφὴ καὶ μήτηρ ἐστίν
Translation Copyright Logo

This Greek text is very similar to the Nestle-Aland 27th edition text. Our thanks to the MorphGNT SBLGNT project.

The SBLGNT text itself is subject to the SBLGNT EULA and the morphological parsing and lemmatization is made available under a CC-BY-SA License.

Mark Chapter 3 — Additional Translations: