Previous Chapter Full Page Full Page Next Chapter

Μάρκος (Mark) 11 :: Morphological Greek New Testament (MGNT)

Mar 11:1καὶ ὅτε ἐγγίζουσιν εἰς Ἱεροσόλυμα εἰς Βηθφαγὴ καὶ Βηθανίαν πρὸς τὸ ὄρος τῶν ἐλαιῶν ἀποστέλλει δύο τῶν μαθητῶν αὐτοῦ
Mar 11:2καὶ λέγει αὐτοῖς ὑπάγετε εἰς τὴν κώμην τὴν κατέναντι ὑμῶν καὶ εὐθὺς εἰσπορευόμενοι εἰς αὐτὴν εὑρήσετε πῶλον δεδεμένον ἐφ᾽ ὃν οὐδεὶς οὔπω ἀνθρώπων ἐκάθισεν λύσατε αὐτὸν καὶ φέρετε
Mar 11:3καὶ ἐάν τις ὑμῖν εἴπῃ τί ποιεῖτε τοῦτο εἴπατε κύριος αὐτοῦ χρείαν ἔχει καὶ εὐθὺς αὐτὸν ἀποστέλλει πάλιν ὧδε
Mar 11:4καὶ ἀπῆλθον καὶ εὗρον πῶλον δεδεμένον πρὸς θύραν ἔξω ἐπὶ τοῦ ἀμφόδου καὶ λύουσιν αὐτόν
Mar 11:5καί τινες τῶν ἐκεῖ ἑστηκότων ἔλεγον αὐτοῖς τί ποιεῖτε λύοντες τὸν πῶλον
Mar 11:6οἱ δὲ εἶπαν αὐτοῖς καθὼς εἶπεν Ἰησοῦς καὶ ἀφῆκαν αὐτούς
Mar 11:7καὶ φέρουσιν τὸν πῶλον πρὸς τὸν Ἰησοῦν καὶ ἐπιβάλλουσιν αὐτῷ τὰ ἱμάτια αὐτῶν καὶ ἐκάθισεν ἐπ᾽ αὐτόν
Mar 11:8καὶ πολλοὶ τὰ ἱμάτια αὐτῶν ἔστρωσαν εἰς τὴν ὁδόν ἄλλοι δὲ στιβάδας κόψαντες ἐκ τῶν ἀγρῶν
Mar 11:9καὶ οἱ προάγοντες καὶ οἱ ἀκολουθοῦντες ἔκραζον ὡσαννά εὐλογημένος ἐρχόμενος ἐν ὀνόματι κυρίου
Mar 11:10εὐλογημένη ἐρχομένη βασιλεία τοῦ πατρὸς ἡμῶν Δαυίδ ὡσαννὰ ἐν τοῖς ὑψίστοις
Mar 11:11καὶ εἰσῆλθεν εἰς Ἱεροσόλυμα εἰς τὸ ἱερόν καὶ περιβλεψάμενος πάντα ὀψίας ἤδη οὔσης τῆς ὥρας ἐξῆλθεν εἰς Βηθανίαν μετὰ τῶν δώδεκα
Mar 11:12καὶ τῇ ἐπαύριον ἐξελθόντων αὐτῶν ἀπὸ Βηθανίας ἐπείνασεν
Mar 11:13καὶ ἰδὼν συκῆν ἀπὸ μακρόθεν ἔχουσαν φύλλα ἦλθεν εἰ ἄρα τι εὑρήσει ἐν αὐτῇ καὶ ἐλθὼν ἐπ᾽ αὐτὴν οὐδὲν εὗρεν εἰ μὴ φύλλα γὰρ καιρὸς οὐκ ἦν σύκων
Mar 11:14καὶ ἀποκριθεὶς εἶπεν αὐτῇ μηκέτι εἰς τὸν αἰῶνα ἐκ σοῦ μηδεὶς καρπὸν φάγοι καὶ ἤκουον οἱ μαθηταὶ αὐτοῦ
Mar 11:15καὶ ἔρχονται εἰς Ἱεροσόλυμα καὶ εἰσελθὼν εἰς τὸ ἱερὸν ἤρξατο ἐκβάλλειν τοὺς πωλοῦντας καὶ τοὺς ἀγοράζοντας ἐν τῷ ἱερῷ καὶ τὰς τραπέζας τῶν κολλυβιστῶν καὶ τὰς καθέδρας τῶν πωλούντων τὰς περιστερὰς κατέστρεψεν
Mar 11:16καὶ οὐκ ἤφιεν ἵνα τις διενέγκῃ σκεῦος διὰ τοῦ ἱεροῦ
Mar 11:17καὶ ἐδίδασκεν καὶ ἔλεγεν αὐτοῖς οὐ γέγραπται ὅτι οἶκός μου οἶκος προσευχῆς κληθήσεται πᾶσιν τοῖς ἔθνεσιν ὑμεῖς δὲ πεποιήκατε αὐτὸν σπήλαιον λῃστῶν
Mar 11:18καὶ ἤκουσαν οἱ ἀρχιερεῖς καὶ οἱ γραμματεῖς καὶ ἐζήτουν πῶς αὐτὸν ἀπολέσωσιν ἐφοβοῦντο γὰρ αὐτόν πᾶς γὰρ ὄχλος ἐξεπλήσσετο ἐπὶ τῇ διδαχῇ αὐτοῦ
Mar 11:19καὶ ὅταν ὀψὲ ἐγένετο ἐξεπορεύοντο ἔξω τῆς πόλεως
Mar 11:20καὶ παραπορευόμενοι πρωῒ εἶδον τὴν συκῆν ἐξηραμμένην ἐκ ῥιζῶν
Mar 11:21καὶ ἀναμνησθεὶς Πέτρος λέγει αὐτῷ ῥαββί ἴδε συκῆ ἣν κατηράσω ἐξήρανται
Mar 11:22καὶ ἀποκριθεὶς Ἰησοῦς λέγει αὐτοῖς ἔχετε πίστιν θεοῦ
Mar 11:23ἀμὴν λέγω ὑμῖν ὅτι ὃς ἂν εἴπῃ τῷ ὄρει τούτῳ ἄρθητι καὶ βλήθητι εἰς τὴν θάλασσαν καὶ μὴ διακριθῇ ἐν τῇ καρδίᾳ αὐτοῦ ἀλλὰ πιστεύῃ ὅτι λαλεῖ γίνεται ἔσται αὐτῷ
Mar 11:24διὰ τοῦτο λέγω ὑμῖν πάντα ὅσα προσεύχεσθε καὶ αἰτεῖσθε πιστεύετε ὅτι ἐλάβετε καὶ ἔσται ὑμῖν
(Mat 6:14, 15 )
Mar 11:25καὶ ὅταν στήκετε προσευχόμενοι ἀφίετε εἴ τι ἔχετε κατά τινος ἵνα καὶ πατὴρ ὑμῶν ἐν τοῖς οὐρανοῖς ἀφῇ ὑμῖν τὰ παραπτώματα ὑμῶν
Mar 11:27καὶ ἔρχονται πάλιν εἰς Ἱεροσόλυμα καὶ ἐν τῷ ἱερῷ περιπατοῦντος αὐτοῦ ἔρχονται πρὸς αὐτὸν οἱ ἀρχιερεῖς καὶ οἱ γραμματεῖς καὶ οἱ πρεσβύτεροι
Mar 11:28καὶ ἔλεγον αὐτῷ ἐν ποίᾳ ἐξουσίᾳ ταῦτα ποιεῖς τίς σοι ἔδωκεν τὴν ἐξουσίαν ταύτην ἵνα ταῦτα ποιῇς
Mar 11:29 δὲ Ἰησοῦς εἶπεν αὐτοῖς ἐπερωτήσω ὑμᾶς ἕνα λόγον καὶ ἀποκρίθητέ μοι καὶ ἐρῶ ὑμῖν ἐν ποίᾳ ἐξουσίᾳ ταῦτα ποιῶ
Mar 11:30τὸ βάπτισμα τὸ Ἰωάννου ἐξ οὐρανοῦ ἦν ἐξ ἀνθρώπων ἀποκρίθητέ μοι
Mar 11:31καὶ διελογίζοντο πρὸς ἑαυτοὺς λέγοντες ἐὰν εἴπωμεν ἐξ οὐρανοῦ ἐρεῖ διὰ τί οὖν οὐκ ἐπιστεύσατε αὐτῷ
Mar 11:32ἀλλὰ εἴπωμεν ἐξ ἀνθρώπων ἐφοβοῦντο τὸν ὄχλον ἅπαντες γὰρ εἶχον τὸν Ἰωάννην ὄντως ὅτι προφήτης ἦν
Mar 11:33καὶ ἀποκριθέντες τῷ Ἰησοῦ λέγουσιν οὐκ οἴδαμεν καὶ Ἰησοῦς λέγει αὐτοῖς οὐδὲ ἐγὼ λέγω ὑμῖν ἐν ποίᾳ ἐξουσίᾳ ταῦτα ποιῶ
BLB Footnotes
This verse is omitted from the Morphological Greek New Testament.  
Translation Copyright Logo

This Greek text is very similar to the Nestle-Aland 27th edition text. Our thanks to the MorphGNT SBLGNT project.

The SBLGNT text itself is subject to the SBLGNT EULA and the morphological parsing and lemmatization is made available under a CC-BY-SA License.

Mark Chapter 11 — Additional Translations: