Previous Chapter Full Page Full Page Next Chapter

Λουκάς (Luke) 5 :: Morphological Greek New Testament (MGNT)

Luk 5:1ἐγένετο δὲ ἐν τῷ τὸν ὄχλον ἐπικεῖσθαι αὐτῷ καὶ ἀκούειν τὸν λόγον τοῦ θεοῦ καὶ αὐτὸς ἦν ἑστὼς παρὰ τὴν λίμνην Γεννησαρέτ
Luk 5:2καὶ εἶδεν δύο πλοῖα ἑστῶτα παρὰ τὴν λίμνην οἱ δὲ ἁλιεῖς ἀπ᾽ αὐτῶν ἀποβάντες ἔπλυνον τὰ δίκτυα
Luk 5:3ἐμβὰς δὲ εἰς ἓν τῶν πλοίων ἦν Σίμωνος ἠρώτησεν αὐτὸν ἀπὸ τῆς γῆς ἐπαναγαγεῖν ὀλίγον καθίσας δὲ ἐκ τοῦ πλοίου ἐδίδασκεν τοὺς ὄχλους
Luk 5:4ὡς δὲ ἐπαύσατο λαλῶν εἶπεν πρὸς τὸν Σίμωνα ἐπανάγαγε εἰς τὸ βάθος καὶ χαλάσατε τὰ δίκτυα ὑμῶν εἰς ἄγραν
Luk 5:5καὶ ἀποκριθεὶς Σίμων εἶπεν ἐπιστάτα δι᾽ ὅλης νυκτὸς κοπιάσαντες οὐδὲν ἐλάβομεν ἐπὶ δὲ τῷ ῥήματί σου χαλάσω τὰ δίκτυα
Luk 5:6καὶ τοῦτο ποιήσαντες συνέκλεισαν πλῆθος ἰχθύων πολύ διερρήσσετο δὲ τὰ δίκτυα αὐτῶν
Luk 5:7καὶ κατένευσαν τοῖς μετόχοις ἐν τῷ ἑτέρῳ πλοίῳ τοῦ ἐλθόντας συλλαβέσθαι αὐτοῖς καὶ ἦλθον καὶ ἔπλησαν ἀμφότερα τὰ πλοῖα ὥστε βυθίζεσθαι αὐτά
Luk 5:8ἰδὼν δὲ Σίμων Πέτρος προσέπεσεν τοῖς γόνασιν Ἰησοῦ λέγων ἔξελθε ἀπ᾽ ἐμοῦ ὅτι ἀνὴρ ἁμαρτωλός εἰμι κύριε
Luk 5:9θάμβος γὰρ περιέσχεν αὐτὸν καὶ πάντας τοὺς σὺν αὐτῷ ἐπὶ τῇ ἄγρᾳ τῶν ἰχθύων ὧν συνέλαβον
Luk 5:10ὁμοίως δὲ καὶ Ἰάκωβον καὶ Ἰωάννην υἱοὺς Ζεβεδαίου οἳ ἦσαν κοινωνοὶ τῷ Σίμωνι καὶ εἶπεν πρὸς τὸν Σίμωνα Ἰησοῦς μὴ φοβοῦ ἀπὸ τοῦ νῦν ἀνθρώπους ἔσῃ ζωγρῶν
Luk 5:11καὶ καταγαγόντες τὰ πλοῖα ἐπὶ τὴν γῆν ἀφέντες πάντα ἠκολούθησαν αὐτῷ
Luk 5:12καὶ ἐγένετο ἐν τῷ εἶναι αὐτὸν ἐν μιᾷ τῶν πόλεων καὶ ἰδοὺ ἀνὴρ πλήρης λέπρας ἰδὼν δὲ τὸν Ἰησοῦν πεσὼν ἐπὶ πρόσωπον ἐδεήθη αὐτοῦ λέγων κύριε ἐὰν θέλῃς δύνασαί με καθαρίσαι
Luk 5:13καὶ ἐκτείνας τὴν χεῖρα ἥψατο αὐτοῦ λέγων θέλω καθαρίσθητι καὶ εὐθέως λέπρα ἀπῆλθεν ἀπ᾽ αὐτοῦ
Luk 5:14καὶ αὐτὸς παρήγγειλεν αὐτῷ μηδενὶ εἰπεῖν ἀλλὰ ἀπελθὼν δεῖξον σεαυτὸν τῷ ἱερεῖ καὶ προσένεγκε περὶ τοῦ καθαρισμοῦ σου καθὼς προσέταξεν Μωϋσῆς εἰς μαρτύριον αὐτοῖς
Luk 5:15διήρχετο δὲ μᾶλλον λόγος περὶ αὐτοῦ καὶ συνήρχοντο ὄχλοι πολλοὶ ἀκούειν καὶ θεραπεύεσθαι ἀπὸ τῶν ἀσθενειῶν αὐτῶν
Luk 5:16αὐτὸς δὲ ἦν ὑποχωρῶν ἐν ταῖς ἐρήμοις καὶ προσευχόμενος
Luk 5:17καὶ ἐγένετο ἐν μιᾷ τῶν ἡμερῶν καὶ αὐτὸς ἦν διδάσκων καὶ ἦσαν καθήμενοι Φαρισαῖοι καὶ νομοδιδάσκαλοι οἳ ἦσαν ἐληλυθότες ἐκ πάσης κώμης τῆς Γαλιλαίας καὶ Ἰουδαίας καὶ Ἰερουσαλήμ καὶ δύναμις κυρίου ἦν εἰς τὸ ἰᾶσθαι αὐτόν
Luk 5:18καὶ ἰδοὺ ἄνδρες φέροντες ἐπὶ κλίνης ἄνθρωπον ὃς ἦν παραλελυμένος καὶ ἐζήτουν αὐτὸν εἰσενεγκεῖν καὶ θεῖναι αὐτὸν ἐνώπιον αὐτοῦ
Luk 5:19καὶ μὴ εὑρόντες ποίας εἰσενέγκωσιν αὐτὸν διὰ τὸν ὄχλον ἀναβάντες ἐπὶ τὸ δῶμα διὰ τῶν κεράμων καθῆκαν αὐτὸν σὺν τῷ κλινιδίῳ εἰς τὸ μέσον ἔμπροσθεν τοῦ Ἰησοῦ
Luk 5:20καὶ ἰδὼν τὴν πίστιν αὐτῶν εἶπεν ἄνθρωπε ἀφέωνταί σοι αἱ ἁμαρτίαι σου
Luk 5:21καὶ ἤρξαντο διαλογίζεσθαι οἱ γραμματεῖς καὶ οἱ Φαρισαῖοι λέγοντες τίς ἐστιν οὗτος ὃς λαλεῖ βλασφημίας τίς δύναται ἁμαρτίας ἀφεῖναι εἰ μὴ μόνος θεός
Luk 5:22ἐπιγνοὺς δὲ Ἰησοῦς τοὺς διαλογισμοὺς αὐτῶν ἀποκριθεὶς εἶπεν πρὸς αὐτούς τί διαλογίζεσθε ἐν ταῖς καρδίαις ὑμῶν
Luk 5:23τί ἐστιν εὐκοπώτερον εἰπεῖν ἀφέωνταί σοι αἱ ἁμαρτίαι σου εἰπεῖν ἔγειρε καὶ περιπάτει
Luk 5:24ἵνα δὲ εἰδῆτε ὅτι υἱὸς τοῦ ἀνθρώπου ἐξουσίαν ἔχει ἐπὶ τῆς γῆς ἀφιέναι ἁμαρτίας εἶπεν τῷ παραλελυμένῳ σοὶ λέγω ἔγειρε καὶ ἄρας τὸ κλινίδιόν σου πορεύου εἰς τὸν οἶκόν σου
Luk 5:25καὶ παραχρῆμα ἀναστὰς ἐνώπιον αὐτῶν ἄρας ἐφ᾽ κατέκειτο ἀπῆλθεν εἰς τὸν οἶκον αὐτοῦ δοξάζων τὸν θεόν
Luk 5:26καὶ ἔκστασις ἔλαβεν ἅπαντας καὶ ἐδόξαζον τὸν θεόν καὶ ἐπλήσθησαν φόβου λέγοντες ὅτι εἴδομεν παράδοξα σήμερον
Luk 5:27καὶ μετὰ ταῦτα ἐξῆλθεν καὶ ἐθεάσατο τελώνην ὀνόματι Λευὶν καθήμενον ἐπὶ τὸ τελώνιον καὶ εἶπεν αὐτῷ ἀκολούθει μοι
Luk 5:28καὶ καταλιπὼν πάντα ἀναστὰς ἠκολούθει αὐτῷ
Luk 5:29καὶ ἐποίησεν δοχὴν μεγάλην Λευὶς αὐτῷ ἐν τῇ οἰκίᾳ αὐτοῦ καὶ ἦν ὄχλος πολὺς τελωνῶν καὶ ἄλλων οἳ ἦσαν μετ᾽ αὐτῶν κατακείμενοι
Luk 5:30καὶ ἐγόγγυζον οἱ Φαρισαῖοι καὶ οἱ γραμματεῖς αὐτῶν πρὸς τοὺς μαθητὰς αὐτοῦ λέγοντες διὰ τί μετὰ τῶν τελωνῶν καὶ ἁμαρτωλῶν ἐσθίετε καὶ πίνετε
Luk 5:31καὶ ἀποκριθεὶς Ἰησοῦς εἶπεν πρὸς αὐτούς οὐ χρείαν ἔχουσιν οἱ ὑγιαίνοντες ἰατροῦ ἀλλὰ οἱ κακῶς ἔχοντες
Luk 5:32οὐκ ἐλήλυθα καλέσαι δικαίους ἀλλὰ ἁμαρτωλοὺς εἰς μετάνοιαν
Luk 5:33οἱ δὲ εἶπαν πρὸς αὐτόν οἱ μαθηταὶ Ἰωάννου νηστεύουσιν πυκνὰ καὶ δεήσεις ποιοῦνται ὁμοίως καὶ οἱ τῶν Φαρισαίων οἱ δὲ σοὶ ἐσθίουσιν καὶ πίνουσιν
Luk 5:34 δὲ Ἰησοῦς εἶπεν πρὸς αὐτούς μὴ δύνασθε τοὺς υἱοὺς τοῦ νυμφῶνος ἐν νυμφίος μετ᾽ αὐτῶν ἐστιν ποιῆσαι νηστεῦσαι
Luk 5:35ἐλεύσονται δὲ ἡμέραι καὶ ὅταν ἀπαρθῇ ἀπ᾽ αὐτῶν νυμφίος τότε νηστεύσουσιν ἐν ἐκείναις ταῖς ἡμέραις
Luk 5:36ἔλεγεν δὲ καὶ παραβολὴν πρὸς αὐτοὺς ὅτι οὐδεὶς ἐπίβλημα ἀπὸ ἱματίου καινοῦ σχίσας ἐπιβάλλει ἐπὶ ἱμάτιον παλαιόν εἰ δὲ μή γε καὶ τὸ καινὸν σχίσει καὶ τῷ παλαιῷ οὐ συμφωνήσει τὸ ἐπίβλημα τὸ ἀπὸ τοῦ καινοῦ
Luk 5:37καὶ οὐδεὶς βάλλει οἶνον νέον εἰς ἀσκοὺς παλαιούς εἰ δὲ μή γε ῥήξει οἶνος νέος τοὺς ἀσκούς καὶ αὐτὸς ἐκχυθήσεται καὶ οἱ ἀσκοὶ ἀπολοῦνται
Luk 5:38ἀλλὰ οἶνον νέον εἰς ἀσκοὺς καινοὺς βλητέον
Luk 5:39καὶ οὐδεὶς πιὼν παλαιὸν θέλει νέον λέγει γάρ παλαιὸς χρηστός ἐστιν
Translation Copyright Logo

This Greek text is very similar to the Nestle-Aland 27th edition text. Our thanks to the MorphGNT SBLGNT project.

The SBLGNT text itself is subject to the SBLGNT EULA and the morphological parsing and lemmatization is made available under a CC-BY-SA License.

Luke Chapter 5 — Additional Translations: