Previous Chapter Full Page Full Page Next Chapter

Λουκάς (Luke) 23 :: Morphological Greek New Testament (MGNT)

Luk 23:1καὶ ἀναστὰν ἅπαν τὸ πλῆθος αὐτῶν ἤγαγον αὐτὸν ἐπὶ τὸν Πιλᾶτον
Luk 23:2ἤρξαντο δὲ κατηγορεῖν αὐτοῦ λέγοντες τοῦτον εὕραμεν διαστρέφοντα τὸ ἔθνος ἡμῶν καὶ κωλύοντα φόρους Καίσαρι διδόναι καὶ λέγοντα ἑαυτὸν Χριστὸν βασιλέα εἶναι
Luk 23:3 δὲ Πιλᾶτος ἠρώτησεν αὐτὸν λέγων σὺ εἶ βασιλεὺς τῶν Ἰουδαίων δὲ ἀποκριθεὶς αὐτῷ ἔφη σὺ λέγεις
Luk 23:4 δὲ Πιλᾶτος εἶπεν πρὸς τοὺς ἀρχιερεῖς καὶ τοὺς ὄχλους οὐδὲν εὑρίσκω αἴτιον ἐν τῷ ἀνθρώπῳ τούτῳ
Luk 23:5οἱ δὲ ἐπίσχυον λέγοντες ὅτι ἀνασείει τὸν λαὸν διδάσκων καθ᾽ ὅλης τῆς Ἰουδαίας καὶ ἀρξάμενος ἀπὸ τῆς Γαλιλαίας ἕως ὧδε
Luk 23:6Πιλᾶτος δὲ ἀκούσας ἐπηρώτησεν εἰ ἄνθρωπος Γαλιλαῖός ἐστιν
Luk 23:7καὶ ἐπιγνοὺς ὅτι ἐκ τῆς ἐξουσίας Ἡρῴδου ἐστὶν ἀνέπεμψεν αὐτὸν πρὸς Ἡρῴδην ὄντα καὶ αὐτὸν ἐν Ἱεροσολύμοις ἐν ταύταις ταῖς ἡμέραις
Luk 23:8 δὲ Ἡρῴδης ἰδὼν τὸν Ἰησοῦν ἐχάρη λίαν ἦν γὰρ ἐξ ἱκανῶν χρόνων θέλων ἰδεῖν αὐτὸν διὰ τὸ ἀκούειν περὶ αὐτοῦ καὶ ἤλπιζέν τι σημεῖον ἰδεῖν ὑπ᾽ αὐτοῦ γινόμενον
Luk 23:9ἐπηρώτα δὲ αὐτὸν ἐν λόγοις ἱκανοῖς αὐτὸς δὲ οὐδὲν ἀπεκρίνατο αὐτῷ
Luk 23:10εἱστήκεισαν δὲ οἱ ἀρχιερεῖς καὶ οἱ γραμματεῖς εὐτόνως κατηγοροῦντες αὐτοῦ
Luk 23:11ἐξουθενήσας δὲ αὐτὸν καὶ Ἡρῴδης σὺν τοῖς στρατεύμασιν αὐτοῦ καὶ ἐμπαίξας περιβαλὼν ἐσθῆτα λαμπρὰν ἀνέπεμψεν αὐτὸν τῷ Πιλάτῳ
Luk 23:12ἐγένοντο δὲ φίλοι τε Ἡρῴδης καὶ Πιλᾶτος ἐν αὐτῇ τῇ ἡμέρᾳ μετ᾽ ἀλλήλων προϋπῆρχον γὰρ ἐν ἔχθρᾳ ὄντες πρὸς αὐτούς
Luk 23:13Πιλᾶτος δὲ συγκαλεσάμενος τοὺς ἀρχιερεῖς καὶ τοὺς ἄρχοντας καὶ τὸν λαὸν
Luk 23:14εἶπεν πρὸς αὐτούς προσηνέγκατέ μοι τὸν ἄνθρωπον τοῦτον ὡς ἀποστρέφοντα τὸν λαόν καὶ ἰδοὺ ἐγὼ ἐνώπιον ὑμῶν ἀνακρίνας οὐθὲν εὗρον ἐν τῷ ἀνθρώπῳ τούτῳ αἴτιον ὧν κατηγορεῖτε κατ᾽ αὐτοῦ
Luk 23:15ἀλλ᾽ οὐδὲ Ἡρῴδης ἀνέπεμψεν γὰρ αὐτὸν πρὸς ἡμᾶς καὶ ἰδοὺ οὐδὲν ἄξιον θανάτου ἐστὶν πεπραγμένον αὐτῷ
Luk 23:16παιδεύσας οὖν αὐτὸν ἀπολύσω
Luk 23:18ἀνέκραγον δὲ παμπληθεὶ λέγοντες αἶρε τοῦτον ἀπόλυσον δὲ ἡμῖν τὸν Βαραββᾶν
Luk 23:19ὅστις ἦν διὰ στάσιν τινὰ γενομένην ἐν τῇ πόλει καὶ φόνον βληθεὶς ἐν τῇ φυλακῇ
Luk 23:20πάλιν δὲ Πιλᾶτος προσεφώνησεν αὐτοῖς θέλων ἀπολῦσαι τὸν Ἰησοῦν
Luk 23:21οἱ δὲ ἐπεφώνουν λέγοντες σταύρου σταύρου αὐτόν
Luk 23:22 δὲ τρίτον εἶπεν πρὸς αὐτούς τί γὰρ κακὸν ἐποίησεν οὗτος οὐδὲν αἴτιον θανάτου εὗρον ἐν αὐτῷ παιδεύσας οὖν αὐτὸν ἀπολύσω
Luk 23:23οἱ δὲ ἐπέκειντο φωναῖς μεγάλαις αἰτούμενοι αὐτὸν σταυρωθῆναι καὶ κατίσχυον αἱ φωναὶ αὐτῶν
Luk 23:24καὶ Πιλᾶτος ἐπέκρινεν γενέσθαι τὸ αἴτημα αὐτῶν
Luk 23:25ἀπέλυσεν δὲ τὸν διὰ στάσιν καὶ φόνον βεβλημένον εἰς φυλακὴν ὃν ᾐτοῦντο τὸν δὲ Ἰησοῦν παρέδωκεν τῷ θελήματι αὐτῶν
Luk 23:26καὶ ὡς ἀπήγαγον αὐτόν ἐπιλαβόμενοι Σίμωνά τινα Κυρηναῖον ἐρχόμενον ἀπ᾽ ἀγροῦ ἐπέθηκαν αὐτῷ τὸν σταυρὸν φέρειν ὄπισθεν τοῦ Ἰησοῦ
Luk 23:27ἠκολούθει δὲ αὐτῷ πολὺ πλῆθος τοῦ λαοῦ καὶ γυναικῶν αἳ ἐκόπτοντο καὶ ἐθρήνουν αὐτόν
Luk 23:28στραφεὶς δὲ πρὸς αὐτὰς Ἰησοῦς εἶπεν θυγατέρες Ἰερουσαλήμ μὴ κλαίετε ἐπ᾽ ἐμέ πλὴν ἐφ᾽ ἑαυτὰς κλαίετε καὶ ἐπὶ τὰ τέκνα ὑμῶν
Luk 23:29ὅτι ἰδοὺ ἔρχονται ἡμέραι ἐν αἷς ἐροῦσιν μακάριαι αἱ στεῖραι καὶ αἱ κοιλίαι αἳ οὐκ ἐγέννησαν καὶ μαστοὶ οἳ οὐκ ἔθρεψαν
Luk 23:30τότε ἄρξονται λέγειν τοῖς ὄρεσιν πέσετε ἐφ᾽ ἡμᾶς καὶ τοῖς βουνοῖς καλύψατε ἡμᾶς
Luk 23:31ὅτι εἰ ἐν τῷ ὑγρῷ ξύλῳ ταῦτα ποιοῦσιν ἐν τῷ ξηρῷ τί γένηται
Luk 23:32ἤγοντο δὲ καὶ ἕτεροι κακοῦργοι δύο σὺν αὐτῷ ἀναιρεθῆναι
Luk 23:33καὶ ὅτε ἦλθον ἐπὶ τὸν τόπον τὸν καλούμενον κρανίον ἐκεῖ ἐσταύρωσαν αὐτὸν καὶ τοὺς κακούργους ὃν μὲν ἐκ δεξιῶν ὃν δὲ ἐξ ἀριστερῶν
Luk 23:34 δὲ Ἰησοῦς ἔλεγεν πάτερ ἄφες αὐτοῖς οὐ γὰρ οἴδασιν τί ποιοῦσιν διαμεριζόμενοι δὲ τὰ ἱμάτια αὐτοῦ ἔβαλον κλήρους
Luk 23:35καὶ εἱστήκει λαὸς θεωρῶν ἐξεμυκτήριζον δὲ καὶ οἱ ἄρχοντες λέγοντες ἄλλους ἔσωσεν σωσάτω ἑαυτόν εἰ οὗτός ἐστιν Χριστὸς τοῦ θεοῦ ἐκλεκτός
Luk 23:36ἐνέπαιξαν δὲ αὐτῷ καὶ οἱ στρατιῶται προσερχόμενοι ὄξος προσφέροντες αὐτῷ
Luk 23:37καὶ λέγοντες εἰ σὺ εἶ βασιλεὺς τῶν Ἰουδαίων σῶσον σεαυτόν
Luk 23:38ἦν δὲ καὶ ἐπιγραφὴ ἐπ᾽ αὐτῷ βασιλεὺς τῶν Ἰουδαίων οὗτος
Luk 23:39εἷς δὲ τῶν κρεμασθέντων κακούργων ἐβλασφήμει αὐτὸν λέγων οὐχὶ σὺ εἶ Χριστός σῶσον σεαυτὸν καὶ ἡμᾶς
Luk 23:40ἀποκριθεὶς δὲ ἕτερος ἐπιτιμῶν αὐτῷ ἔφη οὐδὲ φοβῇ σὺ τὸν θεόν ὅτι ἐν τῷ αὐτῷ κρίματι εἶ
Luk 23:41καὶ ἡμεῖς μὲν δικαίως ἄξια γὰρ ὧν ἐπράξαμεν ἀπολαμβάνομεν οὗτος δὲ οὐδὲν ἄτοπον ἔπραξεν
Luk 23:42καὶ ἔλεγεν Ἰησοῦ μνήσθητί μου ὅταν ἔλθῃς εἰς τὴν βασιλείαν σου
Luk 23:43καὶ εἶπεν αὐτῷ ἀμήν σοι λέγω σήμερον μετ᾽ ἐμοῦ ἔσῃ ἐν τῷ παραδείσῳ
Luk 23:44καὶ ἦν ἤδη ὡσεὶ ὥρα ἕκτη καὶ σκότος ἐγένετο ἐφ᾽ ὅλην τὴν γῆν ἕως ὥρας ἐνάτης
Luk 23:45τοῦ ἡλίου ἐκλιπόντος ἐσχίσθη δὲ τὸ καταπέτασμα τοῦ ναοῦ μέσον
Luk 23:46καὶ φωνήσας φωνῇ μεγάλῃ Ἰησοῦς εἶπεν πάτερ εἰς χεῖράς σου παρατίθεμαι τὸ πνεῦμά μου τοῦτο δὲ εἰπὼν ἐξέπνευσεν
Luk 23:47ἰδὼν δὲ ἑκατοντάρχης τὸ γενόμενον ἐδόξαζεν τὸν θεὸν λέγων ὄντως ἄνθρωπος οὗτος δίκαιος ἦν
Luk 23:48καὶ πάντες οἱ συμπαραγενόμενοι ὄχλοι ἐπὶ τὴν θεωρίαν ταύτην θεωρήσαντες τὰ γενόμενα τύπτοντες τὰ στήθη ὑπέστρεφον
Luk 23:49εἱστήκεισαν δὲ πάντες οἱ γνωστοὶ αὐτῷ ἀπὸ μακρόθεν καὶ γυναῖκες αἱ συνακολουθοῦσαι αὐτῷ ἀπὸ τῆς Γαλιλαίας ὁρῶσαι ταῦτα
Luk 23:50καὶ ἰδοὺ ἀνὴρ ὀνόματι Ἰωσὴφ βουλευτὴς ὑπάρχων καὶ ἀνὴρ ἀγαθὸς καὶ δίκαιος
Luk 23:51οὗτος οὐκ ἦν συγκατατεθειμένος τῇ βουλῇ καὶ τῇ πράξει αὐτῶν ἀπὸ Ἁριμαθαίας πόλεως τῶν Ἰουδαίων ὃς προσεδέχετο τὴν βασιλείαν τοῦ θεοῦ
Luk 23:52οὗτος προσελθὼν τῷ Πιλάτῳ ᾐτήσατο τὸ σῶμα τοῦ Ἰησοῦ
Luk 23:53καὶ καθελὼν ἐνετύλιξεν αὐτὸ σινδόνι καὶ ἔθηκεν αὐτὸν ἐν μνήματι λαξευτῷ οὗ οὐκ ἦν οὐδεὶς οὔπω κείμενος
Luk 23:54καὶ ἡμέρα ἦν παρασκευῆς καὶ σάββατον ἐπέφωσκεν
Luk 23:55κατακολουθήσασαι δὲ αἱ γυναῖκες αἵτινες ἦσαν συνεληλυθυῖαι ἐκ τῆς Γαλιλαίας αὐτῷ ἐθεάσαντο τὸ μνημεῖον καὶ ὡς ἐτέθη τὸ σῶμα αὐτοῦ
Luk 23:56ὑποστρέψασαι δὲ ἡτοίμασαν ἀρώματα καὶ μύρα καὶ τὸ μὲν σάββατον ἡσύχασαν κατὰ τὴν ἐντολήν
BLB Footnotes
This verse is omitted from the Morphological Greek New Testament.  
Translation Copyright Logo

This Greek text is very similar to the Nestle-Aland 27th edition text. Our thanks to the MorphGNT SBLGNT project.

The SBLGNT text itself is subject to the SBLGNT EULA and the morphological parsing and lemmatization is made available under a CC-BY-SA License.

Luke Chapter 23 — Additional Translations: